← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§834.12-835.20

批判将诗行音节与天体数目牵强附会于数的解释

依照亚里士多德在1093a26的批判,注解驳斥了荷马注解者将史诗诗行的17个音节附会于音程比例(12与6之间的9和8之和)的可笑说法,并批判了将管乐器的孔数、星座星体数目及天球任意对应于24个字母或某种特定数目的牵强解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.24

" Ὅμοιοι δὴ καὶ οὗτοι τοῖς ἀρχαίοις Ὁμηρικοῖς." Τῶν ἐξηγουμένων τὸν Ὅμηρόν τινες τὸ ἀκόλουθον πρὸς ἑαυτοὺς μὴ σῴζοντες ἐπὶ γλίσχρας καὶ καταγελάστους ὑπονοίας καταφέρονται. ἀλλὰ πρὸ τῆς τῶν λεγομένων σαφηνείας ῥητέον ὀλίγα τινὰ πάνυ συντελοῦντα πρὸς τὴν τῶν ὑπ’ αὐτοῦ λεγομένων διάρθρωσιν. οἱ τὸν Ὅμηρον ἐξηγούμενοι ἔπος κυρίως ἐκάλουν τὸν ἀπὸ δακτύλων μόνων συγκείμενον στίχον καὶ τὸν τελευταῖον ἔχοντα πόδα τροχαῖον, τὸν δὲ ἀπὸ δακτύλων καὶ σπονδείων ὄντα ἔπος λέγειν οὐκ ἠξίουν. πᾶς δὲ τοιοῦτος στίχος ὁ ἀπὸ δακτύλων πάντων καὶ ἑνὸς τοῦ τελευταίου ποδὸς τροχαίου συγκείμενος δέκα καὶ ἑπτὰ ἐξ ἀνάγκης συλλαβὰς ἔχων εὑρίσκεται· ἐπεὶ γὰρ πᾶς στίχος ἴαμβός τε καὶ ἡρωϊκὸς ἑξάπους ἐστίν, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν σύγκειται συλλαβῶν, ὁ δὲ τροχαῖος ἐκ δύο, οἱ μὲν πέντε δάκτυλοι τὰς πέντε καὶ δέκα συλλαβὰς ἀπογεννῶσιν, ὁ δὲ τροχαῖος τὰς δύο· ὥστε ἐξ ἀνάγκης ἐστὶν ἐξ ἑπτακαίδεκα συλλαβῶν τὸ ἔπος, ἀπὸ μὲν ιέ τῶν τοὺς πέντε συνιστώντων δακτύλους καὶ δύο τῶν τὸν τροχαῖον. τούτων οὕτως ἐχόντων οἱ τὸν Ὅμηρον γελοίως ἐξηγούμενοι ψυχρευόμενοί φασιν ὅτι ἐπεὶ μεταξὺ τῶν δύο χορδῶν, ὧν ἡ μείζων πρὸς τὴν ἐλάττονα λόγον ἔχει ὃν ὁ ιβʹ πρὸς τὸν ςʹ, εἰσὶ δύο μέσαι ἔχουσαι πρὸς ἀλλήλας ὃν ὁ θʹ πρὸς τὸν ηʹ, ἐκ δὲ τοῦ θʹ καὶ ηʹ ἀποτελεῖται ὁ ιζʹ, διὰ τοῦτο καὶ τὸ ἔπος ἐκ δέκα καὶ ἑπτὰ σύγκειται συλλαβῶν, ἰσάριθμον ὂν τὸ ἔπος τούτοις τῷ τε θʹ καὶ τῷ ηʹ. ἀλλὰ βαίνεταί τε καὶ ἵσταται τὸ ἔπος καὶ τὸ εἶναι ἔχει ἐν μὲν τῷ δεξιῷ (λέγων δεξιὸν τὸ ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ μέσου, ἀριστερὸν δὲ τὸ ἀπὸ μέσου ἕως τοῦ τελευταίου ποδὸς τοῦ τροχαίου) βαίνεται δὴ ἐν μὲν τῷ δεξιῷ ἤτοι τῷ ἡμίσει τοῦ στίχου τῷ ἀπὸ τῆς ἀρχῆς ἕως τοῦ μέσου ἐν ἐννέα συλλαβαῖς,1 τῷ δ’ ἀριστερῷ, τουτέστι τῷ λοιπῷ ἡμίσει τῷ ἀπὸ τοῦ μέσου ἕως τοῦ τέλους, ἐν ὀκτώ. γελοῖον δὴ ὡς ἀληθῶς τὸ λέγειν ὅτι διὰ τὸ μεταξὺ τῶν δύο ἄκρων χορδῶν δύο μέσας εἶναι, τὸ ἔπος σύγκειται ἐκ δέκα ἑπτὰ συλλαβῶν· εἰ γὰρ ἀριθμοῖς χρῆται τὰ μέτρα, ὥσπερ οὖν καὶ χρῆται, ἀλλ’ οὐ κατὰ ταύτην τελεῖται τὴν μέθοδον. γελοῖον δὲ καὶ τὰ τρυπήματα τοῦ αὐλοῦ, ᾧ οἱ αὐληταὶ χρῶνται, διὰ τὰ γράμματα εἴκοσι καὶ τέσσαρα ποιεῖν, ἢ προσαρμόζειν τὰ κδʹ στοιχεῖα τῇ ὁλότητι τοῦ κόσμου. βόμβυκα δὲ λέγει τὸ μέγιστον καὶ πρῶτον ἐν τῷ αὐλῷ τρύπημα, ἀφ’ οὗ καὶ ὁ μέγιστος καὶ ὁ βαρύτατος ἦχος ἀποτελεῖται, ὀξυτάτην δὲ τὸ ἐλάχιστον ἔσχατον, αὐτό φημι τὸ κδʹ, ἀφ’ οὗ ὀξύτατος ἀποτελεῖται φθόγγος. * * ἀντὶ τοῦ ᾗτινι τῶν κδʹ στοιχείων ὁλότητι ἡ τοῦ οὐρανοῦ ὁλότης προσαρμόζεται. εἰπὼν δὲ ταῦτα, λέγει ὁρᾶν δὲ δεῖ μὴ τοιαῦτα οὐδεὶς ἂν ἀπορήσειεν.2 ὃ ἴσον ἐστὶ τῷ ἐπειδὴ τὰ ἀίδια τέτακται καὶ ἀεὶ ὡσαύτως ἔχει, πολλὴ ἐπ’ αὐτῶν εὐπορία τοῖς θεωρήμασι χρῆσθαι τῶν ἀριθμῶν, ὅπου γε καὶ ἐπὶ τῶν ἄλλοτε ἄλλως διακειμένων (ταῦτα γὰρ εἶπε φθαρτά) ἔστι πολλὰ τοιαῦτα ἐπινοεῖν· τίς γὰρ ἂν ἀπορήσειεν λέγειν ὅτι ὁ καρκίνος ἐκ τοσῶνδε ἀστέρων ἐστί, διότι καὶ ὁ ἀριθμὸς καθ’ ὅν ἐστι τοιόσδε ἐστίν; ἢ ὅτι ὁ κόσμος ἴσος ἐστὶ τοῖς κδʹ στοιχείοις, ὅτι τὰ μὲν ζῴδια ιβʹ ἐστιν, αἱ σφαῖραι δὲ ὀκτώ, τὰ δὲ στοιχεῖα δʹ, ἢ ὅτι οἱ τὸν στέφανον ἀποπληροῦντες ἀστέρες τόσοι εἰσὶ διὰ τὸ καὶ τόνδ’ εἶναι ἀριθμὸν τοσόνδε καὶ τοιόνδε εἶναι. ἀλλὰ καὶ οἱ ὀδόντες τῶν ἀνθρώπων τόσοι διὰ τὸν ἀριθμόν.

“确实,这些人也类似于古代的荷马注解者。” 解释荷马的人中有一些人未能保持前后一致,滑向了牵强而可笑的臆测。但在澄清所说的内容之前,必须先谈谈对辨明他[亚里士多德]所说内容大有裨益的极少数事情。解释荷马的人把仅由扬抑抑格构成且以扬抑格为最后一音步的诗行严格地称为“史诗[诗行]”,而不屑于把由扬抑抑格和扬扬格构成的诗行称为“史诗[诗行]”。而每一个这样的全由扬抑抑格且仅以一个扬抑格为最后音步构成的诗行,必然被发现具有十七个音节;因为既然每一行诗(无论短长格诗行还是英雄格诗行)都是六音步,而扬抑抑格各由三个音节构成,扬抑格由两个音节构成,那么五个扬抑抑格便产生出十五个音节,扬抑格产生出两个音节;所以史诗[诗行]必然由十七个音节组成,来自构成五个扬抑抑格的15个音节和构成扬抑格的2个音节。在此种情况下,那些滑稽地解释荷马的人便胡言乱语地说,既然在两根弦之间(其中较长的弦与较短的弦之比为12比6),存在着两项中项,它们彼此之比为9比8,而从9与8构成了17,正因如此史诗[诗行]也由十七个音节构成,史诗[诗行]在数目上与这9和8相等。但史诗[诗行]在右半边被步量、立足并获得其存在(他把从开端到中间称为“右半边”,把从中间到最后的扬抑格音步称为“左半边”)——它确实在右半边,即从开端到中间的半行诗中,按九个音节被步量,而在左半边,即从中间到结尾的剩余半行中,按八个音节被步量。因此,硬说因为在两根极端的琴弦之间有两个中项,史诗[诗行]就由十七个音节构成,确实是荒谬可笑的;因为纵使格律使用了数,正如它确实使用了数一样,但它并不是按照这种方法被完成的。同样荒谬的是,把吹管乐者使用的阿夫洛斯管的开孔因二十四个字母的缘故做成二十四个,或者把这24个字母元素去附会宇宙的全体。他把阿夫洛斯管中最大且最初的孔称为“低音管”,从那里产生最大且最低沉的声响,而把最小且最后的孔称为“最高音”,我指的就是那第24个孔本身,从那里产生最高亢的声音。[脱文]用以代替:天球的全体附会于24个字母元素的这一全体。在说了这些之后,他说道:“但必须注意,恐怕没有人会在诸如此类的事情上陷入困境。”这等于说:既然永恒之物是有秩序的且始终保持同一状态,在它们之上运用数的诸定理便有极大的便利,既然即使在时而处于不同状态的事物上(因为他称这些为可毁灭之物),也能设想出许多此类事情;因为谁会在说出“巨蟹座由这么多颗星组成,是因为它所依据的数也是如此这般的”时陷入困境呢?或者谁会[困于]说“宇宙等于24个字母元素,是因为黄道十二宫是12,天球是8,四大元素是4”;或者说“构成北冕座的星体有这么多,是因为这个数也是这么大且是如此这般的”呢?甚至[他们还会说]人的牙齿有这么多也是由于数的缘故。

语法注2 条
  1. 14.24βαίνεταί τε καὶ ἵσταται τὸ ἔπος καὶ τὸ εἶναι ἔχει ἐν μὲν τῷ δεξιῷ ... ἐν ἐννέα συλλαβαῖς

    包含倒装和插入语的复杂句式。主句动词 βαίνεταί τε καὶ ἵσταται... 在中间被解释性插入语(λέγων δεξιὸν τὸ ἀπὸ τῆς ἀρχῆς...)打断,随后通过 βαίνεται δὴ ἐν μὲν τῷ δεξιῷ... ἐν ἐννέα συλλαβαῖς, τῷ δ’ ἀριστερῷ... ἐν ὀκτώ 予以恢复并完成,以此说明六音步史诗诗行在前一半为9个音节、后一半为8个音节的音步步量划分。

  2. 14.24ὁρᾶν δὲ δεῖ μὴ τοιαῦτα οὐδεὶς ἂν ἀπορήσειεν

    ὁρᾶν δεῖ μή 句式表示警惕或担忧(“应当注意/防范……是否会发生”)。在此处它与否定代词 οὐδείς 以及带有潜在意义的 ἄν+祈愿气(ἀπορήσειεν)结合,表达一种反讽式的警惕:“应当提防的是,是否任何人在捏造此类牵强附会时都不会陷入困境”。后文紧随的 ὃ ἴσον ἐστὶ τῷ... 即是对这一表达含义的转述与阐明。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:834.12-835.20