← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§835.21-837.11

论证对立序列与理念数非事物原因

在《形而上学》第N卷第6章的末尾,注解者基于理念数的单子不可比较性与音程比率之间的矛盾,运用三段论驳斥了毕达哥拉斯派与柏拉图派将对立序列或理念数视为和声及自然事物原因的观点,并就此终结了对《形而上学》全书的注解。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.25

" Ἀλλ’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις αἱ ἐπαινούμεναι καὶ τὰ τούτοις ἐναντία καὶ ὅλως τὰ ἐν τοῖς μαθήμασι." Φύσεις 〈ἐπαινουμένας〉 ἀριθμοῦ λέγει τὰ ὑπὸ τὴν ἀμείνονα συστοιχίαν τοῦ ἀριθμοῦ· δύο γὰρ συστοιχίας, ὡς πολλάκις εἴρηται, ἐποίουν, τὴν μὲν τῶν ἀγαθῶν, ὑφ’ ἣν ἔταττον τὸ ἕν, τὸ φῶς, τὸ περιττόν, τὰ ὅμοια, ἄλλην δὲ τοῦ κακοῦ, ὑφ’ ἣν τὸ πλῆθος, τὸ ἄρτιον, τὰ ὅμοια. ἦν δὲ ἂν σαφεστέρα ἡ λέξις, εἰ ἀντὶ τοῦ ἀλλ’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις ἐπαινούμεναι εἶχεν ‘ἔτι’ αἱ ἐν τοῖς ἀριθμοῖς φύσεις ἐπαινούμεναι καὶ τὰ τούτοις ἐναντία (καὶ εἴρηται τίνα ταῦτα), ὡς λέγουσιν οἱ τοὺς ἀριθμοὺς τιθέμενοι καὶ αἴτια ποιοῦντες τὰ ἐν τοῖς μαθήμασι τῶν φυσικῶν, ἔοικε διαφεύγειν καὶ μὴ δύνασθαι κατ’ οὐδένα τρόπον τῶν περὶ τὰς ἀρχὰς * * οὔτε γὰρ ὡς ποιητικὰ οὔτε ὡς τελικὰ οὔτε ὡς ὑλικὰ ἢ εἰδικὰ αἴτια κατ’ οὐδένα τρόπον εἶναι δύνανται τῶν φυσικῶν. ἀλλ’ αἴτια μὲν τῶν τῇδε εἶναι 〈οὐ〉 δύνανται· ὡς μέντοι ποιοῦσι, καὶ καθ’ ὃν τρόπον τὰ πράγματα τάττουσιν, ἔνεστι τὸ εὖ καὶ ἐν σχήμασι καὶ ἐν χρώμασι καὶ ἐν ἀριθμοῖς καὶ ἐν ἑκάστοις καὶ ἐν τῇ φύσει ὁμοίως, καὶ τὰ ἀντικείμενα τούτοις. καί εἰσι τῆς συστοιχίας ταύτης, λέγω δὴ τοῦ καλοῦ, τὸ περιττόν, τὸ εὐθύ, τὸ ἰσάκις ἴσον, ὥσπερ καὶ τῆς τοῦ κακοῦ τὸ ἄρτιον, τὸ μὴ εὐθύ, τὰ ὅμοια· καὶ αἱ δυνάμεις ἐνίων ἀριθμῶν, οἷον τετραγώνων, τριγώνων, ἑξαγώνων, κύβων, τῶν ὁμοίων, ἔνεισιν ἐν τοῖς σχήμασι καὶ τοῖς ἄλλοις (οὐ μὴν ἡ ἀμείνων συστοιχία τοῦ ἀριθμοῦ)· ἅμα γὰρ αἱ ὧραι τέτταρες καὶ ὁ ἀριθμὸς ὁ δ’, ὁμοίως καὶ τὰ ἄλλα, ὅσα συνάγουσιν ἐκ τῶν ἀριθμητικῶν θεωρημάτων, πάντα ταύτην ἔχει τὴν δύναμιν, τουτέστιν ἅμα τοῖς πράγμασι καὶ αὐτά εἰσιν, ἀλλ’ οὐ ταῦτα αἴτια καὶ πρότερα τῶν πραγμάτων, τά τε πάθη τῶν ἀριθμῶν καὶ οἱ ἀριθμοί. καί εἰσιν οἰκεῖα ταῦτα πάντα καὶ ἓν τῷ ἀνάλογον. ἀλλὰ πῶς ταῦτα οἰκεῖα; ἤ, φησί, καὶ ὥσπερ τὸ εὐθὺ οἰκεῖόν ἐστι τοῦ μήκους, οὕτω τοῦ πλάτους τὸ ὁμαλόν, καὶ ἔστιν ἓν τὸ εὐθὺ καὶ τὸ ὁμαλὸν τῷ ἀνάλογον· ὡς γὰρ τὸ εὐθὺ ἐν μήκει, οὕτως ἐν πλάτει τὸ ὁμαλὸν καὶ ἐν ἀριθμῷ ἴσως τὸ περιττὸν καὶ ἐν χρώματι τὸ λευκόν. τὰ μὲν οὖν λεγόμενα ταῦτα· τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτω1 κατ’ οὐδένα γὰρ τρόπον τῶν διωρισμένων περὶ τὰς ἀρχὰς οὐδὲν αὐτῶν αἴτιόν ἐστιν· ἅμα γὰρ αἱ ὧραι καὶ ὁ ἀριθμὸς τοιοσδὶ καὶ τὰ ἑξῆς· τὰ δ’ ἄλλα μεταξὺ παρεμβέβληται.

“但是在数中受赞誉的本性,以及与这些相反的本性,以及一般而言在数学对象中的本性。” 他[亚里士多德]所说的数之“受赞誉的”本性,是指属于数的较善对立序列之物;因为正如屡次言及的那样,他们设立了两个对立序列,一个是善的序列,在其下他们安排了一、光、奇数以及类似之物,另一个则是恶的序列,在其下[安排了]多、偶数以及类似之物。但如果文句不是“但是在数中受赞誉的本性”,而是写成“此外”,在数中受赞誉的本性以及与这些相反的本性(且这些是什么已经说过),正如那些设定数并将数学对象作为自然事物之原因的人所说的那样,似乎避开了且不可能以有关原理的任何方式[成为原因][脱文];因为无论作为动力因,还是作为目的因,或者作为质料因或形式因,它们都绝不可能以任何方式成为自然事物之原因。然而它们绝不可能成为此世之物的原因;但是,正如他们所造作的那样,以及按照他们安排事物的方式,美(善)同样存在于图形中、颜色中、数中、各个事物中以及自然中,与这些相对立的事物也同样存在。属于这个序列(我指美的序列)的是奇数、直线、平方数,正如属于恶的序列的是偶数、非直线以及类似之物;某些数的潜能(例如平方数、三角数、六角数、立方数以及类似之物)存在于图形及其他事物中(但绝不是数的较善对立序列本身存在其中);因为四季为四与四这个数是同时的,同样,凡他们从算术定理中所推得的其他一切事物都具有这种潜能,也就是说,它们自身与事物是同时存在的,而不是这些事物(即数的属性和数本身)成为事物的原因并且先于事物。这一切事物都是本己的,且通过类比而为一。但这些事物如何是本己的呢?或者正如他所说,正如直线对于长度是本己的,平面对于宽度也是本己的,而直线与平面通过类比而为一;因为正如直线在长度中那样,平面在宽度中也是如此,在数中或许奇数也是如此,在颜色中白也是如此。所说的内容就是这些;但这一文句应当通过倒置法这样来读:“因为按照关于原理所规定的任何方式,它们中的任何一个都不是原因;因为四季与如此这般的数是同时的,等等”;其他内容则是插入其间的。

§14.26

"Ἔτι οὐχ οἱ ἐν τοῖς εἴδεσιν ἀριθμοὶ αἴτιοι τῶν ἁρμονικῶν καὶ τῶν τοιούτων." Τοῦτο εἰς τοὺς εἰδητικοὺς ἀριθμοὺς μόνους ἀπέρριπται, οὕς φασιν ἀσυμβλήτους ἔχειν μονάδας, καὶ διὰ τοῦτο διαφορὰν δείκνυσθαι καὶ ἐπὶ τῶν ἴσων. ἡ γὰρ αὐτοτριάς, φασίν, οὐκ ἔστιν ὅπερ τὸ τρίτον μέρος τῆς αὐτοεννεάδος, οὐδὲ τὸ ἥμισυ τῆς αὐτοεξάδος. εἰ τοίνυν τοιοῦτοί εἰσιν οἱ εἰδητικοὶ ἀριθμοί, οὐκ ἂν εἶεν αἴτιοι τῶν ἁρμονιῶν· ἐν γὰρ ταῖς συμφωνίαις οἵ τε ὁμόφωνοι φθόγγοι ἴσοι εἰσί, καὶ ἡ νήτη διπλασία τῆς ὑπάτης ἐπιτέταται, καὶ ὅλως ὁ δ’ τοῦ ὀκτὼ ἥμισυς καὶ τοῦ τρία ἐπίτριτος, ὡς ἂν ἀδιαφόρων οὐσῶν τῶν ἐν αὐτοῖς μονάδων. συλλογίζεται οὖν οὕτως. οἱ εἰδητικοὶ ἀριθμοὶ διαφόρους ἔχουσι μονάδας· οἱ συνιστάντες τὰς ἁρμονίας ἀριθμοὶ οὐκ ἔχουσι διαφόρους μονάδας· οὐκ ἄρα οἱ εἰδητικοὶ ἀριθμοὶ συνιστᾶσι τὰς ἁρμονίας· ὥστε εἴ τις αὐτοὺς διὰ τοῦτο εἶναι λέγει, ψευδῶς λέγει. Ταῦτα εἰπὼν συμπεραίνεται τὸν σύμπαντα λόγον λέγων τὰ μὲν οὖν συμβαίνοντα τοῖς εἰδητικοὺς ἀριθμοὺς ποιοῦσι καὶ τοῖς χωριστὰ τὰ μαθηματικὰ τιθεμένοις καὶ αἴτια τῶν φυσικῶν λέγουσι τὰ ῥηθέντα ἐστί, καὶ ἔτι πλείω τούτων συναχθείη, τὰ περὶ τῶν εἰδῶν γραφέντα αὐτῷ δύο βιβλία, ἄλλα ὄντα παρὰ τὸ Μ καὶ Ν, καὶ ἐκτὸς τῆς Μετὰ τὰ φυσικὰ συντάξεως. καὶ ἔοικε, φησί, τεκμήριον καὶ πίστις ἱκανὴ εἶναι τοῦ μὴ εἶναι χωριστὰ τὰ μαθηματικὰ τῶν αἰσθητῶν μηδὲ πολλῷ μᾶλλον αἴτια τῶν τῇδε τὸ πολλὰ κακοπαθεῖν αὐτοὺς2 περὶ τὴν γένεσιν αὐτῶν καὶ τὸ κατασκευάσαι ὥς εἰσι, μὴ δυνηθῆναι δὲ τοῦτο ποιῆσαι, μηδὲ συνείρειν καὶ ἀκολουθεῖν καὶ αἰτίας ἀποδιδόναι ἐφ’ ἑκάστου τῶν ἀπορουμένων καὶ ἐπαγομένων αὐτοῖς, μηδὲ λύειν τὰς ἐπαγομένας αὐτοῖς ἐνστάσεις πρὸς ἃ ἂν εἴπωσι ὑπὲρ τῶν εἰδῶν καὶ τῶν ἄλλων ἁπάντων. Ὧδε μὲν οὖν τέλος ἔσχεν αὐτό τε τὸ Ν καὶ ἡ σύμπασα τῶν Μετὰ τὰ φυσικὰ σύνταξις καὶ αἱ εἰς αὐτὸ σχολαί.

“此外,理念中的数不是和声及诸如此类事物的原因。” 这仅是针对理念数而发难的,他们称理念数具有不可比较的单子,并因此即使在相等的事物上也显示出差异。因为他们说,三自身并不是九自身的三分之一,也不是六自身的二分之一。因此,如果理念数是如此这般的,它们就不可能是和声的原因;因为在协和音中,同音的声响是相等的,高音弦相对于低音弦张紧为双倍,一般而言4是八的二分之一,是三的一又三分之一[4:3],仿佛其中的单子是没有差异的一样。因此他作如下推论:理念数具有相异的单子;构成和声的数不具有相异的单子;所以理念数并不构成和声;因此,如果有人因这个缘故而说它们存在,他便说了假话。 在说了这些之后,他总结了整篇论述,说道:对于那些设立理念数、将数学对象设定为分离之物并称其为自然事物之原因的人来说,其归宿就是所说的这些,而且比这更多的结论也能被推导出来;他所写的关于理念的两卷书是不同于Μ卷和Ν卷的,且在《形而上学》的结集之外。而且他说,数学对象不脱离感觉对象而存在,更远不是此世事物的原因,一个充分的标志和凭证似乎就在于:他们在关于这些对象的生成以及论证它们如何存在方面大受其苦,却未能做到这一点,也不能把所质疑并针对他们提出的每一个问题连贯起来、顺理成章地给出原因,也不能化解针对他们为理念及其他一切事物所说之话而向他们提出的反驳。 就这样,Ν卷本身以及《形而上学》的全部结集及其讲义录便告结束。

语法注2 条
  1. 14.25τὴν δὲ λέξιν ὑπερβατῶς ἀναγνωστέον οὕτω

    澄清亚里士多德长难句中倒置结构(hyperbaton)的指示。注解者指出应将主句的否定命题“κατ’ οὐδένα γὰρ τρόπον... οὐδὲν αὐτῶν αἴτιόν ἐστιν(以任何方式它们中的任何一个都不是原因)”与解释原因的分句“ἅμα γὰρ αἱ ὧραι καὶ ὁ ἀριθμός...(因为季节与数是同时的)”直接连接,而将夹在中间的内容视为插入成分(παρεμβέβληται)。

  2. 14.26τεκμήριον καὶ πίστις ἱκανὴ εἶναι τοῦ μὴ εἶναι χωριστὰ τὰ μαθηματικὰ τῶν αἰσθητῶν μηδὲ πολλῷ μᾶλλον αἴτια τῶν τῇδε τὸ πολλὰ κακοπαθεῖν αὐτοὺς

    主语与谓语倒置的句式结构。后置的带冠词不定式短语“τὸ πολλὰ κακοπαθεῖν αὐτοὺς ... μὴ δυνηθῆναι δὲ ...”(他们虽大受其苦却未能做到……)是“ἔοικε ... εἶναι”的真正主语,而前置的“τεκμήριον καὶ πίστις ἱκανὴ”则是谓词名词。前面的属格短语“τοῦ μὴ εἶναι χωριστὰ ...”作为宾格性属格,用以表明“证据与确证”的具体内容。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:835.21-837.11