- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:833.17-834.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德的生理学与语音学说明,即三个双辅音(ζ、ξ、ψ)之所以存在是因为口腔中有三个发音部位,而非因为有三种协和音,并引述泰奥弗拉斯托斯所记载的阿基努斯的学说加以佐证。
ταῦτα εἰπὼν λέγει αὐτὸς τὴν αἰτίαν καθ’ ἣν συνέβη τρία μόνα εἶναι τὰ διπλᾶ καὶ οὐ πλείω, λέγων εἰ δὲ ὅτι διπλάσιον τῶν ἄλλων ἕκαστον, ἄλλο δ’ οὔ,1 ἤτοι εἰ δὲ εἰκός ἐστι λέγειν ὅτι διὰ τοῦτό εἰσι τρία τὰ διπλᾶ, ὅτι ἕκαστον διπλάσιόν ἐστι τῶν ἄλλων (τὸ γὰρ ζ διπλάσιόν ἐστι τοῦ δ ἢ τοῦ ς καὶ τὸ ξ τοῦ ς ἢ τοῦ κ, καὶ τὸ ψ ὁμοίως τοῦ π ἢ τοῦ σ), — εἰ οὖν διὰ τοῦτό εἰσι τρία, ὅτι διπλάσιόν ἐστιν ἕκαστον ἑνὸς ὁποιουοῦν τῶν συνιστώντων αὐτό, τοῦτο ἂν αἴτιον τοῦ εἶναι τρία τὰ διπλᾶ καὶ ἄλλο οὐθέν. καὶ τὴν αἰτίαν ἐπάγει δι’ ἣν ἐκ τοῦ διπλασίονα εἶναι τὰ διπλᾶ ὁποιουοῦν τῶν ἁπλῶν τρία εἰσί, λέγων αἴτιον δὲ τοῦ τρία εἶναι τὰ διπλᾶ ἐκ τοῦ διπλασίονα εἶναι τῶν ἄλλων, ὅτι τριῶν ὄντων ἐν τῷ στόματι τόπων, καθ’ οὓς τὸ σ ἐπιφέρεται ἄλλου προηγουμένως ἐκφωνουμένου· ἐν γὰρ τῷ ψέγω ῥήματι προηγουμένως τῷ π ἐκφωνουμένῳ ἐπιφέρεται τὸ σ ἓν σύμφωνον· καὶ διὰ τοῦτο τρία εἰσὶ σύμφωνα, ἀλλ’ οὐχ ὅτι τρεῖς αἱ συμφωνίαι. τρεῖς οὖν, ὡς εἴρηται, ἐν ὅλῳ τῷ στόματι, καθ’ οὓς πληγῶν τινων γινομένων τὰ σύμφωνα ἐξηχεῖται, ὅ τε ἐκτὸς τῶν ὀδόντων καὶ ὁ λεγόμενος οὐρανίσκος καὶ αὐτοὶ οἱ ὀδόντες· τῆς γὰρ γλώσσης ἢ μέρει τινὶ τοῦ οὐρανίσκου προσπιπτούσης ἢ πελαζούσης ἢ τοῖς ὀδοῦσιν, ἢ τῶν χειλέων ἀλλήλοις προσπιπτούσης ἢ πελαζούσης,2 ἡ τῶν συμφώνων ἀποτελεῖται ἀπήχησις. καὶ ἐν τοῖς ῥηθεῖσι τρισὶ τόποις, ὅταν μὴ αὐτοῦ τοῦ σ προηγουμένως τὸν ψόφον ἐκφέρωμεν, οὐ πλεονάκις ἢ ἅπαξ ἐν ἑκάστῳ τῶν τόπων σ ἐξακούεται, ἀλλ’ ἐν μὲν μέσῳ τῷ οὐρανῷ ἅπαξ μέρος γινόμενον τοῦ ξ, ἐν δὲ τοῖς ὀδοῦσιν ἅπαξ τοῦ ζ, καὶ ἐν τοῖς χείλεσιν ὡσαύτως σὺν τῷ π τὸ ψ συμπληροῦν. διὰ οὖν τοῦτο τρία τὰ διπλᾶ, ἀλλ’ οὐχ ὅτι αἱ συμφωνίαι τρεῖς. εἰ γὰρ διὰ τὸ τὰς συμφωνίας τρεῖς εἶναι εἰσὶ τὰ διπλᾶ τρία, ἐπειδὴ ἐκ τῶν πρώτων συμφωνιῶν, τῆς διὰ τεσσάρων, τῆς διὰ πέντε, τῆς διὰ πασῶν, συντεθεισῶν συμφωνίαι ἄλλαι γίνονται, ἥ τε δὶς διὰ πασῶν καὶ αἱ λοιπαί, ἔδει καὶ ἐκ τῆς τῶν διπλῶν τοῦ τε ζ καὶ ξ ἄλλο τι γίνεσθαι στοιχεῖον· ἀλλ’ οὐ γίνεται. οὐκ ἄρα ταῦτα ἐκείνοις ὅμοια, οὐδὲ μὴν δι’ ἐκείνας τοσαῦτα. ἀλλὰ καὶ Ἀρχῖνος ταύτῃ τῇ ἀποδόσει ἐχρῆτο, ὡς Θεόφραστος ἱστορεῖ· ἔλεγε γὰρ Ἀρχῖνος ἢ ἔξω τι παρὰ τὴν μύσιν τῶν χειλέων ἐκφωνεῖσθαι, ὥσπερ τὸ π, καὶ διὰ τοῦτο τὸ ψ πρὸς τῷ ἄκρῳ γεννᾶσθαι τῆς γλώττης ὡς ἐκ τοῦ π καὶ σ συγκείμενον, ἢ τῷ πλάτει τῆς γλώττης παρὰ τοὺς ὀδόντας, ὥσπερ τὸ δ, καὶ διὰ τοῦτο τὸ ζ κατὰ ταύτην γεννᾶσθαι τὴν χώραν, ἢ τῷ κυρτῷ πιεζομένῳ ἐκ τοῦ ἐσχάτου, ὥσπερ τὸ κ, ὅθεν τὸ ξ προϊέναι.
在说了这些之后,他[亚里士多德]自己陈述了何以双辅音恰好只有三个而不再更多的原因,说道:“然而如果是因为它们每一个都两倍于其余的,而其他字母则不是”,也就是说,“如果合理的主张是,双辅音之所以是三个,是因为每一个都两倍于其余的”(因为ζ是δ或ς的两倍,ξ是ς或κ的两倍,ψ同样也是π或σ的两倍)——因此,如果它们是三个是因为每一个都两倍于构成它的任何一个,那么这将是双辅音为三个的原因,而无其他。接着他引出了何以由双辅音两倍于任何一个简单辅音而得出它们是三个的原因,说道,双辅音由于两倍于其余辅音而是三个的原因在于,口腔中有三个发音部位,在先行发出另一个音之后σ被附加其上;因为在ψέγω这个词中,在先行发出π之后,σ作为单一辅音被附加;正因如此辅音是三个,而不是因为谐和音是三个。因此正如所说,在整个口腔中共有三个部位,随着某些碰撞的发生,辅音得以发出响声:牙齿外侧[的部位]、所谓的上颚以及牙齿本身;因为或者由于舌头碰撞或贴近上颚的某个部分或牙齿,或者由于双唇彼此碰撞或贴近,辅音的响声得以产生。而且在所说的三个部位中,当我们不先行发出σ本身的声响时,在每一个部位中听到的σ不会多于一次:在上颚中部一次成为ξ的一部分,在牙齿处一次成为ζ的[一部分],在双唇处同样与π一起补足ψ。因此正因如此双辅音是三个,而不是因为谐和音是三个。因为如果由于谐和音是三个而双辅音是三个,那么既然从最初的谐和音(四度音程、五度音程、八度音程)合成出了其他的谐和音(双八度音程及其余),就应当从双辅音ζ与ξ的[结合]中也产生某种其他的字母元素;然而并没有产生。所以这些并不类似于那些,也绝不是由于那些才恰好是这么多数目的。而且正如泰奥弗拉斯托斯记载的那样,阿基努斯也曾采用这种解释;因为阿基努斯说,或者借由双唇的闭合向外发出某种音,就像π一样,正因如此ψ作为由π和σ合成之物在舌尖产生;或者借由舌的平坦部分在牙齿旁[发音],就像δ一样,正因如此ζ在这一区域产生;或者借由从最深处受压迫的舌隆起部[发音],就像κ一样,ξ由此发出。
- 14.23εἰ δὲ ὅτι διπλάσιον τῶν ἄλλων ἕκαστον, ἄλλο δ’ οὔ
引自亚里士多德省略性语句(1093a20)之处。亚历山大在紧接着由ἤτοι引导的句子(εἰ δὲ εἰκός ἐστι λέγειν...)中补充了省略的文意,并通过后续的 εἰ οὖν ... τοῦτο ἂν αἴτιον ... 重构了条件句与主句的完整骨架。
- 14.23τῶν χειλέων ἀλλήλοις προσπιπτούσης ἢ πελαζούσης
属格独立结构中出现的语法不一致现象:中性复数名词主语 τῶν χειλέων 所搭配的分词却是阴性单数属格(προσπιπτούσης, πελαζούσης)。这是由于机械重复并被前文修饰阴性单数 τῆς γλώσσης 的分词短语(προσπιπτούσης ἢ πελαζούσης)牵引所致的破格结构。
