- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:832.14-833.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者阐释了亚里士多德在《形而上学》第14卷第6章(1093a13)中对毕达哥拉斯学派的批判,后者强行将数(如七和三)与自然或语言现象(元音、星团、换牙、将领人数及双辅音)对应起来。
" Ἀλλὰ διὰ τί αἴτια ταῦτα; τὰ ἑπτὰ μὴν φωνήεντα, ἑπτὰ δὲ χορδαὶ ἡ ἁρμονία." Τὸ λεγόμενον οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘ἀλλ’ ἴδωμεν αὐτῶν τὰς κατασκευάς, δι’ ἃς αἴτια λέγουσι ταῦτα (ταῦτα λέγων τοὺς ἀριθμούς) τῶν πραγμάτων’. τὴν ἑπτάδα γάρ φασιν ἐπαινοῦντες ὡς δι’ αὐτὴν ἑπτὰ μέν εἰσι φωνήεντα, δι’ ὧν ἡ ἐγγράμματος ἀποτελεῖται φωνή, ἑπτὰ δὲ φθόγγοι τῆς διὰ πασῶν καὶ ἁρμονίαι τοσαῦται (καίτοι δόξειεν ἂν πέντε ἢ ἓξ εἶναι ἄχρι τῆς δὶς διὰ πασῶν)· ἔτι δὲ τὰς Πλειάδας ἑπτά, ἐν ἑπτὰ δὲ ἔτεσι τοὺς ἐκ γενετῆς ὀδόντας βάλλει ἤτοι ῥίπτει καὶ ἄλλους ἐκφύει τὰ ζῷα, οἷς ἐπιφωνεῖ πάνυ ἐλεγκτικῶς τὸ ἔνια γε, ἔνια δ’ οὔ.1 πολλὰ γὰρ τῶν ζῴων οὐκ ἐν ἑπτὰ ἔτεσι τοὺς ὀδόντας βάλλει, ὡς ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ εἴρηται. ἀλλὰ καὶ διὰ τὸν ἑπτὰ φασιν ἀριθμὸν γενέσθαι τοὺς ἐν Θήβαις ὑπὸ Ἐτεοκλέους ἑπτὰ στρατηγούς. θεὶς οὖν ταῦτα δείκνυσιν ὡς οὐδὲν τούτων διὰ τὸν ἑπτὰ ἀριθμὸν γίνεται. οὔτε γὰρ διὰ τὸν ἑπτὰ οἱ ἑπτὰ στρατηγοὶ ἦσαν, οὔτε αἱ Πλειάδες ὁμοίως ἑπτά, ἀλλ’ ἐπειδὴ αἱ μὲν Θῆβαι ἑπτάπυλοι ἦσαν, ἐν ἑκάστῃ δὲ πύλῃ ὁπλίτας παρέστησεν ὁ Πολυνείκης κατεάξαι αὐτὰς ἢ κατακαῦσαι, ἐπὶ τούτῳ ἀντιπαραταττόμενος ἔνδοθεν ὁ Ἐτεοκλῆς πεποίηκε στρατηγούς, καὶ ἱκανοὺς στρατιώτας δοὺς αὐτοῖς ἐπέστησεν αὐτοὺς ἐν ἑκάστῃ τῶν πυλῶν· εἰ δὲ πεντάπυλος ἦν, πέντε ἂν καὶ οἱ στρατηγοὶ ἐγένοντο. τὴν δὲ Πλειάδα ἡμεῖς μὲν οὕτως ἀριθμοῦμεν καὶ δι’ ἑπτὰ ἀστέρων καταστερίζομεν, τὴν δὲ ἄρκτον διὰ δώδεκα, οἱ δὲ Χαλδαῖοι προστιθέασι καὶ ἄλλους ἀστέρας καὶ τῇ Πλειάδι καὶ τῇ ἄρκτῳ· ὥστε εἰ διὰ τὸν ἑπτὰ ἦν ἡ Πλειὰς ἐξ ἑπτὰ ἀστέρων, διὰ τὸν δώδεκα ἡ ἄρκτος ἐκ δώδεκα, πάντες ἂν ὡς οἱ Ἕλληνες συνέταττον αὐτάς, ἀλλ’ οὐχὶ οἱ Ἕλληνες οὕτω, Χαλδαῖοι δὲ καὶ Βαβυλώνιοι τὴν τῶν καταστερισμῶν θέσιν ἐποίουν ἄλλως. πρὸς τούτοις καὶ τὰ διπλᾶ σύμφωνα ζ ξ ψ τρία φασὶν εἶναι διότι καὶ αἱ συμφωνίαι τρεῖς, καὶ ἀνάγειν αὐτῶν ἕκαστον εἰς ἑκάστην τῶν συμφωνιῶν πειρῶνται, τὸ μὲν ζ εἰς τὴν διὰ τεσσάρων, τὸ δὲ ξ εἰς τὴν διὰ πέντε, τὸ δὲ ψ εἰς τὴν διὰ πασῶν. τοῦτο εἰπὼν ἐπιφέρει ὅτι δὲ μυρία ἂν εἴη τοιαῦτα, οὐθὲν μέλει, τουτέστιν ὅτι δὲ μυρία ἂν συμβαίη διπλᾶ εἶναι ἐξ ὧν λέγουσιν, οὐθὲν αὐτοῖς μέλει. πῶς δὲ καὶ ἄλλα πάμπολλα συμβαίνει διπλᾶ γίνεσθαι ἐξ ὧν φασι, τὴν αἰτίαν ἐπάγει λέγων τὸ γὰρ γ καὶ ρ εἴη ἂν ἓν σημεῖον. εἰ γὰρ διότι αἱ συμφωνίαι τρεῖς, διὰ τοῦτο καὶ τὰ διπλᾶ, ὡς αὐτοί φασι, τρία ἐστίν, διπλᾶ ἕξ· εἰ δὲ τοῦτο, συμβήσεται καὶ τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, ἀλλὰ καὶ τὸ λ καὶ ν καὶ τὰ λοιπὰ ὁμοίως. ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι συμβαίνει τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, εἶπεν ὅτι ἓν σημεῖον,2 διότι ἓν ἕκαστον γράμμα σημεῖόν ἐστί τινων μονάδων· τὸ μὲν γὰρ β δύο μονάδων, τὸ δὲ γ τριῶν, τὸ ζ ἑπτά, τὸ ξ ἑξήκοντα καὶ τὰ λοιπὰ ὁμοίως· ὥστε κἂν διπλοῦν γένηται στοιχεῖον ἐκ τοῦ γ καὶ ρ, σημεῖον ἂν ἦν καὶ ἐκεῖνο τινῶν μονάδων.
“然而为什么这些是原因呢?有七个元音,七根弦构成了谐音。” 这里所说的话被引入,仿佛他在说:“然而让我们来看看他们的论证,他们正是根据这些论证称这些(他用‘这些’来指诸数)为事物的原因。”因为他们在赞扬七数时说,正是由于它,才有七个元音,通过它们有字音得以完成,而且八度音程有七个音符,谐音也有这么多(尽管直到双八度音程似乎是五个或六个);此外,昴星团是七颗,而且动物在七年内换掉即脱落先天的牙齿并长出其他牙齿——对此,他极其具有反驳性地附加说道:“至少有一些是,另一些则不是。”因为正如在《动物志》中所说,许多动物并不是在七年内换牙的。而且他们还说,底比斯在厄忒俄克勒斯统领下的七位将领也是由于七这个数而产生的。于是他在列举了这些之后表明,这些事物没有一个是由于七这个数而产生的。因为既不是由于七而有了七位将领,昴星团同样也不是[由于七而是]七颗;而是因为底比斯是七门的,波吕尼刻斯在每座城门前驻扎重装步兵以击碎或烧毁它们,厄忒俄克勒斯为了应对这种情况而从内部列阵任命了将领,并在给予他们足够的士卒后把他们派驻在每座城门;但如果是五门,将领也将是五人。我们是这样数算昴星团并由七颗星构成星座的,而大熊座是由十二颗星构成的,但迦勒底人无论对昴星团还是对大熊座都添加了其他的星;因此,如果由于七而使昴星团由七颗星组成,由于十二而使大熊座由十二颗星组成,那么所有人都会像希腊人那样去编排它们,而不是希腊人这样编排,而迦勒底人和巴比伦人则以不同的方式进行星座的安排。除此之外,他们还说双辅音ζ、ξ、ψ有三个是因为谐和音也是三个,并且他们试图将它们中的每一个归入每一个谐和音:将ζ归入四度音程,将ξ归入五度音程,将ψ归入八度音程。在说了这话之后,他接着说道:“然而会有无数个这样的事物,这根本无关紧要”,也就是说,根据他们所说的,即便会有无数个双辅音产生,他们也对此毫不在意。而根据他们所说的,其他极多的辅音又是如何成为双辅音的呢,他提出了原因,说道:“因为γ和ρ也可以是一个记号。”因为如果由于谐和音是三个,双辅音如他们所说也因此是三个,那么双辅音就将是六个;如果这样的话,结果也将是γ和ρ是一个字母元素,而且λ和ν以及其余的也都同样如此。但他没有说结果是γ和ρ成为一个字母元素,而是说它是一个“记号”,因为每一个字母都是某些单位的记号:β是两个单位的记号,γ是三个单位的记号,ζ是七个单位的,ξ是六十个单位的,其余也同样如此;因此,即使由γ和ρ构成一个双重字母元素,那也将是某些单位的记号。
- 14.23οἷς ἐπιφωνεῖ πάνυ ἐλεγκτικῶς τὸ ἔνια γε, ἔνια δ’ οὔ
关系代词 οἷς 是与格,指代前文列举的毕达哥拉斯学派的主张(如七年换牙等)。带有定冠词的中性短语 τὸ ἔνια γε, ἔνια δ’ οὔ 将亚里士多德原书(1093a16)的引文名词化,作动词 ἐπιφωνεῖ 的直接宾语。
- 14.23ἀντὶ δὲ τοῦ εἰπεῖν ὅτι συμβαίνει τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον, εἶπεν ὅτι ἓν σημεῖον
在介词短语 ἀντὶ τοῦ εἰπεῖν(“而不是说……”)内部从属着一个 ὅτι 从句,其中宾格与不定式结构 τὸ γ καὶ ρ ἓν εἶναι στοιχεῖον 作为非人称动词 συμβαίνει 的主语嵌套在内。在随后的主句 εἶπεν ὅτι ἓν σημεῖον 中,仅给出了表语补足语 ἓν σημεῖον,省略了主语和系动词(ἐστίν 或 εἴη ἄν)。
