- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:831.12-832.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论证了这一荒谬后果:若万物皆分有被限定在十数以内的数,不同物种就会被赋予相同的数从而彼此等同。他进一步指出,即便天体运行或生物寿命的周期恰好符合平方数或立方数,这种数的对应也绝不能构成事物本质形式的原因。
Ταῦτα εἰπὼν ἐπιφέρει εἰ δ’ ἀνάγκη πάντα ἀριθμοῦ κοινωνεῖν, τουτέστιν εἰ πάντα τὰ πράγματα κοινωνεῖ ἀριθμοῦ, καὶ πᾶς ἀριθμὸς ἐν τοῖς πράγμασίν ἐστιν, ἀνάγκη πολλὰ πράγματα τῷ αὐτῷ ἀριθμῷ χρῆσθαι καὶ πολλοὺς ἀριθμοὺς τοῦ αὐτοῦ καὶ ἑνὸς εἶναι· εἰ δὲ τοῦτο, τὰ διαφέροντα κατ’ εἶδος τοῖς αὐτοῖς ἀριθμοῖς κοσμηθήσεται, καὶ ἔσται ὁ ἵππος ὁ αὐτὸς τῷ ἀνθρώπῳ, καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἔσται ὁ ἄνθρωπος καὶ βοῦς καὶ ἵππος. πῶς δὲ τοῦτο συμβαίνει, δῆλον ἔσται ὧδε. ἐπεὶ γὰρ πάντα ἀριθμὸν [☐ˣ Δ. κύβον] ἐντὸς δεκάδος περικλείουσι (τὸν γὰρ ιαʹ καὶ ιβʹ καὶ ιγʹ ἀνάκαμψιν καὶ ἐπισύνθεσιν τοῦ ἑνὸς τῶν δύο τῶν ὁμοίων τῇ δεκάδι),1 συμβαίνει εἰ κατὰ τὴν δυάδα ὁ λέων κεκόσμηται καὶ ἔστι, κατὰ δὲ τὴν τριάδα ὁ ἵππος, κατὰ τὴν τετράδα ὁ βοῦς, τὴν πεντάδα ὁ σῦς, τὴν δὲ ἑξάδα ὁ κύων, τὴν ἑπτάδα ὁ ταῦρος, τὴν ὀκτάδα ὁ κριός, τὴν ἐννεάδα ὁ λύκος, τὴν δεκάδα ὁ ἐλέφας, — εἰ δὴ ταῦτα κατ’ αὐτοὺς κεκόσμηται, συμβαίνει τὴν περιστερὰν καὶ κορώνην καὶ ἔλαφον καὶ τὰ λοιπά, μᾶλλον δὲ ἀνάγκη κατά τινα καὶ αὐτὰ τῶν ἐντὸς τῆς δεκάδος εἶναι ἀριθμῶν·2 ὥστε εἴπερ ἔσται ἡ περιστερὰ κατὰ τὸν τρία, κατὰ τὸν αὐτὸν δέ ἐστι καὶ ὁ ἵππος, ἔσται ἡ περιστερὰ ἡ αὐτὴ τῷ ἵππῳ, ὅπερ ἀδύνατον. καὶ ἐπεὶ ὁ μὲν λέων κατὰ τὴν δυάδα ἐστὶ καὶ ὁ ἵππος κατὰ τὴν τριάδα καὶ ὁ βοῦς κατὰ τὴν τετράδα, ὁ δὲ σῦς κατὰ τὴν πεντάδα, ἔσται ὁ σῦς καὶ λέων καὶ ἵππος 〈καὶ〉 βοῦς. εἰπὼν δὲ ὅτι ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτὰ καὶ ἀριθμὸν τὸν αὐτόν, οἷον τὸν τρία ἤτοι τὸν ἵππον, καὶ τῷδε καὶ ἐν ἄλλῳ [ἀριθμῷ], οἷον συῒ καὶ βοὶ εὑρίσκεσθαι, ἐρωτᾷ ἆρ’ οὖν τοῦτο αἴτιον, ἤτοι ἆρ’ οὖν τὸ κοινωνεῖν πάντα ἀριθμοῦ αἴτιόν ἐστι τοῦ εἶναι τὰ πράγματα καὶ ὡς ἀληθῶς κατὰ ἀριθμὸν κεκόσμηται, ἢ ἄδηλον; καὶ τοῦτο ἐρωτήσας, ὅπερ διὰ τοῦ ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτά, καὶ ἀριθμὸν τὸν αὐτὸν τῷδε καὶ ἄλλῳ ᾐνίξατο, σαφῶς ἐκτίθεται λέγων3 οἷον ἔστι τις τῶν τοῦ ἡλίου φορῶν καὶ σελήνης ἀριθμὸς καὶ ἑκάστου βίου τῶν ζῴων καὶ ἡλικίας· τί οὖν κωλύει, μᾶλλον δ’ ἀναγκαῖον, ὡς αὐτοί φασιν, ἐνίους τούτων τετραγώνους εἶναι, ἄλλους δὲ κύβους καὶ ἴσους· ὥστε εἰ πάντα ἀριθμοῦ κοινωνεῖ, ἐνδέχεται, εἰ δεῖ τὸ ἀναγκαῖον ἐνδεχόμενον λέγειν, ὑπὸ τὸν αὐτὸν ἀριθμὸν πίπτειν πλείονα καὶ διαφέροντα, ὥστε εἴ τισιν ὁ αὐτὸς ἀριθμὸς συμβέβηκεν, ὁμοειδῆ ἂν εἴη ἀλλήλοις κατὰ τὸν αὐτὸν ἀριθμὸν ὄντα. εἰ δέ τις ἐνιστάμενος λέγοι ὅτι καὶ ὁ ἵππος λόγου χάριν καὶ ὁ βοῦς κατὰ τὸν κύβον ἔσονται, ἀλλ’ ὁ μὲν κατὰ τὸν ὀκτὼ ὁ δὲ κατὰ τὸν κζʹ, καὶ οὐκ ἔσονται οἱ αὐτοί, ἐπεὶ μὴ ὁ ὀκτὼ ὁ αὐτός ἐστι τῷ κζʹ, εἰ οὖν τις τοῦτο λέγει, γινωσκέτω ὅτι οἱ κύβοι καθὸ κύβοι οὐδὲν διαφέρουσιν, ὥσπερ οὐδὲ τὸ παιδίον καὶ ὁ γίγας καθὸ ἄνθρωποι, ἀλλὰ μόνον κατὰ τὸ μεῖζον καὶ ἔλαττον, καὶ τὰ ὑπὸ τοὺς κύβους κατὰ μὲν τὸ εἶδος οὐκ ἂν διαφέροιεν, ἀλλ’ εἴπερ ἄρα, κατὰ τὸ μέγεθος.
在说了这些之后,他接着补充道:“然而,如果一切事物必然分有数”,也就是说,如果一切事物分有数,并且一切数都在事物之中,那么许多事物必然使用同一个数,并且许多数属于同一且单一的事物。如果这是真的,那么在形式上相异的事物将被相同的诸数所规整,马将与人相同,不仅如此,人还将既是牛又是马。而这是如何发生的,将由如下阐明。因为既然他们将所有的数都限定在十数以内(因为[他们认为]11、12和13不过是一、二及类似诸数向着十数的折回与叠合),那么结果便是,如果狮子是按照二数被规整并存在的,马按照三数,牛按照四数,猪按照五数,狗按照六数,公牛按照七数,公羊按照八数,狼按照九数,大象按照十数——如果这些事物确实按照他们所说被规整——那么结果便是,或者毋宁说必然是,鸽子、乌鸦、鹿以及其余事物本身也是按照十数以内的某个数而存在;因此,如果鸽子确实按照三,而马也是按照同一个[三],那么鸽子就将与马相同,而这是不可能的。而且既然狮子按照二数,马按照三数,牛按照四数,而猪按照五数,那么猪就将既是狮子、又是马、[又是]牛。在说明了“许多事物必然成为相同的事物,并且同一个数——例如三,即马——既在这个事物中又在另一个事物中被发现,例如在猪中和牛中被发现”之后,他问道:“那么这难道是原因吗?”即一切事物分有数难道是事物存在的原因、并且事物确实是按照数被规整的吗,抑或这尚不明确?在提出了这个问题之后,他将先前通过“许多事物必然成为相同的事物,且同一个数归属于这个和另一个事物”所暗示的内容清楚地陈述出来,说道:例如,太阳和月亮的运转有某种数,每种动物的寿命和年龄也有某种数;那么有什么妨碍——或者毋宁说如他们自己所说那是必然的——其中一些是平方数,另一些是立方数和等数呢?因此,如果一切事物分有数,那么可能的是——如果必须将必然的事情称为可能的话——更多且相异的事物归于同一个数之下,以至于如果有相同的数附着于某些事物,它们就将通过按照同一个数而彼此同种。但如果有人提出反对说,举例而言,马和牛都将按照立方数,然而前者按照8,后者按照27,因而它们不会是相同的,因为8与27并不相同——如果有人这样说,那就让他知道,立方数就其为立方数而言毫无差异,正如小孩和巨人在其为人而言毫无差异、而仅仅在较大与较小上有所差异一样;归在立方数之下的事物在形式上也不会有所差异,如果真有差异的话,也只是在大小上有差异。
- 14.22τὸν γὰρ ιαʹ καὶ ιβʹ καὶ ιγʹ ἀνάκαμψιν καὶ ἐπισύνθεσιν τοῦ ἑνὸς τῶν δύο τῶν ὁμοίων τῇ δεκάδι
在括号内的从句中,省略了表示断定或言说的支配动词(如 λέγουσι 或 τιθέασι)以及系词不定式 εἶναι。带冠词的基数词 τὸν ιαʹ καὶ ιβʹ καὶ ιγʹ 作主格性宾格,而 ἀνάκαμψιν καὶ ἐπισύνθεσιν 则作为述部宾格。
- 14.22συμβαίνει τὴν περιστερὰν καὶ κορώνην καὶ ἔλαφον καὶ τὰ λοιπά, μᾶλλον δὲ ἀνάγκη κατά τινα καὶ αὐτὰ τῶν ἐντὸς τῆς δεκάδος εἶναι ἀριθμῶν
该句呈现破格(anacoluthon)结构。由开头的 συμβαίνει εἰ κατὰ τὴν δυάδα... 引导的条件句在九种动物的长篇列举中中断,随后由 εἰ δὴ ταῦτα... 重新接续,并引出归结句 συμβαίνει ... μᾶλλον δὲ ἀνάγκη ... εἶναι(“结果是,或者毋宁说必然是,[鸽子等]存在于……”)。介词短语 κατά τινα ... τῶν ... ἀριθμῶν 与 εἶναι 一同作表语。
- 14.22ὅπερ διὰ τοῦ ἀνάγκη πολλὰ συμβαίνειν τὰ αὐτά, καὶ ἀριθμὸν τὸν αὐτὸν τῷδε καὶ ἄλλῳ ᾐνίξατο, σαφῶς ἐκτίθεται λέγων
关系代词 ὅπερ 既作为从句动词 ᾐνίξατο 的内含宾格(“他所暗示的内容”),又充当主句动词 ἐκτίθεται 的直接宾语。介词短语 διὰ τοῦ... 通过中性单数冠词 τοῦ 将亚里士多德所说的话(ἀνάγκη πολλὰ συμβαίνειν...)整体加以名词化。
