← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§830.13-831.12

混合的比例在于相加而非乘法之论证

针对亚里士多德在《形而上学》1092b30中提出的“混合的比例是数的相加而非乘法”,亚历山大解释称乘法要求度量者与被度量者属于同一种属,因而无法适用于由不同种元素组合而成的自然物生成。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.22#1

" Ἔτι οἱ λόγοι ἐν προσθέσει ἀριθμῶν εἰσιν οἱ τῶν μίξεων." Τὸ εὖ ἐκ τῶν ἀριθμῶν ἕπεσθαι τοῖς πράγμασιν, ὡς εἴρηται, λέγοντες, ὅταν τὰ στοιχεῖα κατ’ ἀριθμοὺς μιχθῇ, καὶ μάλιστα ὅταν ἐν πολλαπλασιασμῷ, δείκνυσιν1 ὅτι ὅλως ἡ τῶν στοιχείων μῖξις ἐν πολλαπλασιασμῷ οὐ γίνεται. οἱ λόγοι γάρ, φησίν, τῆς τῶν στοιχείων μίξεως προσθέσει ἢ κατὰ σύνθεσιν ἀριθμῶν εἰσιν, ἀλλ’ οὐκ ἐν ἀριθμοῖς, τουτέστιν ἐν πολλαπλασιασμοῖς. πολλαπλασιασμὸς γάρ ἐστι τὸ τρὶς τρία ἢ τρὶς δύο· ἐπὶ δὲ τῆς τῶν στοιχείων μίξεως οὐχ οὕτω φαμέν, ἀλλὰ γίνεσθαι λέγομεν ὀστᾶ, ὅταν τὸ πῦρ πρὸς τὴν γῆν ἔχῃ ὡς ὁ τέσσαρα πρὸς τὸν δύο. ἄλλο οὖν τὸ λέγειν ὅτι τετράκις δύο, καὶ ἄλλο τὸ ὡς τέσσαρα πρὸς δύο. ἐκεῖ μὲν γὰρ λέγομεν ὅτι ταδὶ τὰ πράγματα τετράκις δύο εἰσί, τουτέστιν ὀκτώ εἰσι ταῦτα, ἐνταῦθα δὲ ὅτι, ὡς ἄλλο πρὸς ἄλλο, οὕτως ἄλλο πρὸς ἄλλο. εἰπὼν δὲ ὅτι ἐν τῇ τῶν στοιχείων μίξει συντίθενται μᾶλλον οἱ ἀριθμοί, ἀλλ’ οὐ πολλαπλασιάζονται, τὴν αἰτίαν δι’ ἣν οὐ πολλαπλασιάζονται λέγει· τὸ γὰρ αὐτό, φησί, δεῖ γένος εἶναι ἐν ταῖς πολλαπλασιάσεσιν. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν· ἐπεὶ γὰρ ἐν τοῖς πολλαπλασιασμοῖς ἡ μία πλευρὰ καὶ ὁ εἷς ἀριθμὸς μετρεῖ τὸν ὅλον ἀριθμόν, τὸν μθʹ ὁ ζʹ καὶ τὸν ξδʹ ὁ ηʹ, τὸν ιβʹ ὁ γ’ ἢ ὁ δ’, εἰ ἦν καὶ τὸ τοῦ ἀνθρώπου σῶμα, ἐφ’ οὗ αβγ’,2 ἀπὸ πολλαπλασιασμοῦ γεγονός, ἔδει αὐτὸ τῷ αʹ μετρεῖσθαι καὶ εἶναι τῷ αʹ ὁμοειδῆ τὰ βʹ καὶ γ’, ὥσπερ καὶ ὁ ζʹ ὁ τὸν μθʹ μετρῶν ὁμοειδής ἐστι ταῖς λοιπαῖς ἓξ ἑπτάσιν. ἀλλὰ κἂν ἵππου σῶμα ἦν, ἐφ’ οὗ δεζ’, ἔδει καὶ αὐτὸ τῷ δ’ μετρεῖσθαι. ἀλλ’ ἀδύνατον· ἀνάγκη γὰρ καὶ πῦρ καὶ γῆν καὶ τὰ ἄλλα στοιχεῖα εἰς σύστασιν τούτων παραλαμβάνεσθαι, ταῦτα δὲ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύνανται. τὰ γὰρ ὑφ’ ἑνὸς μετρούμενα ὁμοειδῆ ἀλλήλοις τε καὶ τῷ μετροῦντι· οἱ γὰρ δέκα ἵπποι τῷ ἑνὶ ἵππῳ καὶ οἱ μθʹ ὁμοίως τῷ ἑνὶ ἢ τῇ μιᾷ ἑπτάδι. τὸ δὲ οὐκοῦν ἔσται πυρὸς δὶς πέντε τρὶς ἑπτὰ οὕτως ἐπῆκται3 ὡς εἰ ἔλεγεν, ἡ μὲν γῆ καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ ἑνὶ καὶ τῷ αὐτῷ μετρεῖσθαι οὐ δύνανται· ἀνομοειδῆ γάρ εἰσιν· εἰ δὲ ἦσαν δέκα πυρὰ ἢ κʹ καὶ εἷς ἀέρες, ἐμετρήθησαν ἂν τῷ αὐτῷ καὶ ἑνί, τὰ μὲν πυρὰ τῷ βʹ ἢ τῷ εʹ (δὶς γὰρ πέντε ἢ πεντάκις δύο δέκα), οἱ δὲ ἀέρες τοῖς τρισὶν ἀέρσι ἢ τοῖς ζʹ· τρὶς γὰρ ἑπτὰ ἢ ἑπτάκις τρεῖς καʹ. ὁμοίως καὶ εἰ ὕδατος ἦσαν, τῷ ὕδατι ἂν ἐμετρήθησαν. καὶ ἡ μὲν τῶν λεγομένων οἶμαι διάνοια αὕτη· ἐν δὲ τῇ λέξει τὸ τὸ γὰρ αὐτὸ γένος δεῖ εἶναι ἐν ταῖς πολλαπλασιάσεσιν ἴσον ἐστὶ τῷ ἓν γὰρ γένος ἤτοι ἓν τῷ ὑποκειμένῳ ἤτοι ὁμοειδὲς δεῖ εἶναι τὸ μετροῦν τοῖς μετρουμένοις ἐν ταῖς πολλαπλασιάσεσιν.

“此外,混合的比例是在数的相加中。” 针对他们如前所述主张当元素按数混合、尤其是按乘法混合时由数产生的良好便伴随着事物,[亚里士多德]指明元素的混合绝非发生在乘法中。因为他说,元素混合的比例是由于数的相加或按照数的组合,而不是在数中,即不是在乘法中。因为三乘三或三乘二才是乘法;但在元素混合的情况下我们并不这样说,而是说当火对土具有如四对二的比例时骨骼才生成。因此,说“四乘二”与说“如四对二”是两回事。因为在前一种情况下我们是说这些事物是四乘二,即它们是八;但在后一种情况下则是说,正如一物对另一物,另一物也对另一物。而在说明了在元素混合中诸数宁可说是相加而非相乘之后,他陈述了它们不相乘的原因:因为他说,在乘法中必须有相同的属。他所言的实际含义如下:既然在乘法中一条边即一个数度量整个数——7度量49,8度量64,3或4度量12——那么如果由αβγ所代表的人的身体也是从乘法生成的,它就必须被α所度量,且β和γ必须与α同种,正如度量49的那个7与其余六个7同种一样。即使是假定为δεζ的马的身体,它也同样必须被δ所度量。但这不可能;因为为了构成这些事物,火、土及其他元素必然被吸纳进来,而这些元素无法被单一且相同的事物所度量。因为凡被单一者所度量的事物,彼此之间以及与度量者之间都是同种的;正如十匹马被一匹马所度量,49同样被一或被一个七所度量。至于“因此将是火的二乘五、三乘七”这句话之所以被补充提出,就像是他在说:土、火和水不可能被单一且相同的事物所度量,因为它们不同种;但如果有十份火或二十一份气,它们就会被相同且单一的事物所度量,火被2或5度量(因为二乘五或五乘二等于十),气则被三份气或7度量(因为三乘七或七乘三等于21)。同样,如果它们属于水,也会被水所度量。我认为所说内容的大意便是如此;在逐字文句中,“因为在乘法中必须有相同的属”等同于“因为在乘法中,度量者与被度量者必须属于单一的属,即在底层载体上为一,亦即同种”。

语法注3 条
  1. 14.22Τὸ εὖ ἐκ τῶν ἀριθμῶν ἕπεσθαι τοῖς πράγμασιν, ὡς εἴρηται, λέγοντες, ὅταν τὰ στοιχεῖα κατ’ ἀριθμοὺς μιχθῇ, καὶ μάλιστα ὅταν ἐν πολλαπλασιασμῷ, δείκνυσιν

    句首阳性主格复数分词 λέγοντες 指毕达哥拉斯学派的人,而主句动词 δείκνυσιν 是以亚里士多德为主语的第三人称单数,构成了悬垂分词(破格句)。此处应理解为“针对[他们]主张……,[亚里士多德]指明……”。

  2. 14.22ἐφ’ οὗ αβγ’

    关系代词短语 ἐφ’ οὗ 是古希腊注释家引入字母代号时的固定句式(意为“由……所代表的”),用来将先行词(此指人的身体)指派给特定的字母项(αβγ)。

  3. 14.22τὸ δὲ οὐκοῦν ἔσται πυρὸς δὶς πέντε τρὶς ἑπτὰ οὕτως ἐπῆκται

    中性单数定冠词 τὸ 将紧随其后的亚里士多德原文引句(1092b32–33,οὐκοῦν ἔσται πυρὸς...)整体名词化,作为被动动词 ἐπῆκται 的主语(意为“‘因此将是……’这句话被补充提出”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:830.13-831.12