- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:829.1-830.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》卷14第5章(1092b26)中提出的疑难——混合在特定的数或比例中为何会产生良好,亚历山大考察了毕达哥拉斯学派和恩培多克勒的比例说,并通过蜂蜜水与骨骼混合比例的例子阐明了其反驳结构。
" Ἀπορήσειε δ’ ἄν τις καὶ τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν1 ἢ ἐν εὐλογίστῳ ἢ ἐν περιττῷ." Εὐλόγιστον ἀριθμόν φησι τὸν ἄρτιον ὡς εὐδιαίρετον ἐν τοῖς λογισμοῖς καὶ ταῖς διανομαῖς. καὶ ἐπεί τινες τῶν Πυθαγορείων λέγειν οὐκ ὤκνουν ὅτι τὸ εὖ καὶ τὸ ἀγαθὸν ἀπὸ τῶν ἀριθμῶν ἑκάστῳ τῶν ἐνταῦθα περιγίνεται, ἐπειδὰν ἡ μῖξις τῶν μιγνυμένων ἐν ἀριθμῷ ἀρτίῳ ἢ περιττῷ γένηται, καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως καὶ κατὰ πολλαπλασιασμὸν γένηται, οἷον τρὶς τρία, ἀλλὰ μὴ τρία καὶ τρία (εἰ γὰρ κατὰ ἀριθμόν, φασί, τὸ μελίκρατον περιττὸν γένηται, ὡς εἶναι ἐν τῇ μίξει φέρε εἰπεῖν δύο μὲν λίτρας μέλιτος μίαν δὲ ὕδατος, ἢ κατὰ ἄρτιον, ὡς δύο μὲν μέλιτος καὶ δύο ὕδατος, ἢ κατὰ τετράγωνον, ἵν’ ὦσι τρία μέλιτος, τρία ὕδατος, τρία κρόκου, εἰ οὖν κατά τινα, φασί, τῶν τοιούτων ἀριθμῶν τὸ μελίκρατον γένηται, ἀγαθὸν τὸ τοιοῦτόν ἐστιν ἑκάστῳ τῶν χρωμένων αὐτῷ, εἰ δὲ μὴ οὕτως, οὐ κἀγαθόν) ἐπεὶ οὖν οὗτοι ταῦτ’ ἔλεγον,2 λέγει ἀπορήσειεν ἄν τις πῶς τὸ εὖ, ἤτοι πῶς ἀγαθὸν καὶ ὠφελιμώτατον τὸ μελίκρατον τοῖς χρωμένοις γίνεσθαί φασιν, εἰ κατ’ ἀριθμοὺς εὐλογίστους καὶ ἀρτίους ἡ κρᾶσις γένηται, καὶ μάλιστα ἐὰν τρὶς τρία ᾖ κεκραμένον νῦν γὰρ ὁρῶμεν, οὐδέν ἐστιν ὑγιεινότερον καὶ ὠφελιμώτερον, ἂν ᾖ τρὶς τρία καὶ ἐπικρατῇ ἡ τοῦ μέλιτος φύσις, ἀλλὰ μᾶλλον ὠφελήσειεν, ἐὰν ὑδαρὴς ᾖ καὶ οὐχ ὡρισμένη λόγῳ. ὡς οὖν ἐπὶ τοῦ μελικράτου, οὕτω καὶ ἐπὶ τῶν φυσικῶν σωμάτων ῥητέον ψεῦδος εἶναι τὸ λέγειν τὴν γένεσιν αὐτῶν εἶναι ὡς ὁ Ἐμπεδοκλῆς, κἂν ἄλλος τις Πυθαγόρειος οὕτω λέγῃ, βούλεται. ὁ γὰρ Ἐμπεδοκλῆς φησι τὰ ὀστᾶ καὶ τὸ εὖ αὐτοῖς γίνεσθαι, ὅταν ἡ μῖξις τῶν στοιχείων οὑτωσὶ γένηται ὥστε ἔχειν τὸ πῦρ πρὸς τὴν γῆν λόγον ὃν ἄρτιος ἀριθμὸς πρὸς ἄρτιον, τουτέστιν ὃν ὁ δ′ πρὸς τὸν β′, καὶ τὸ εὖ τῶν ὀστῶν ἐστι τὸ ἔχειν τὸ ἐν αὐτοῖς πῦρ καὶ τὴν γῆν, ὃν ἄρτιος ἀριθμὸς πρὸς ἄρτιον. ὅπερ ψεῦδος μᾶλλον γὰρ ἂν γενήσονται ὀστᾶ καὶ τὸ εὖ ἕξουσιν, ὅταν ἐν οὐδενὶ λόγῳ ὑφ’ ἡμῶν ὁρισθέντι ἡ τῶν στοιχείων μῖξις γένηται. καὶ οὐ τοῦτό φησιν ὁ δαιμόνιος Ἀριστοτέλης ὅτι οὐκ ἐν λόγῳ τινὶ ἡ μῖξις γίνεται, ἀλλ’ ὅτι οὐ λόγῳ οἵους οὗτοι λέγουσιν, ἀλλὰ λόγῳ μὲν ἡμῖν ἀδήλῳ, τῷ θεῷ δὲ καὶ τῇ φύσει γνωρίμῳ, διὰ τὸ μηδὲν μάτην μηδ’ ἀλόγως ὑπ’ αὐτῶν γίνεσθαι. ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια εἴρηται, τὰ δὲ κατὰ τὴν λέξιν οὕτως. ἀπορήσειε δ’ ἄν τις καὶ τί τὸ εὖ ἐστι τὸ ἀπὸ τῶν ἀριθμῶν, τουτέστι τί ποτέ ἐστι τὸ ἑπόμενον τοῖς πράγμασιν εὖ τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν, ἤτοι ὅταν ἡ μῖξις ἐν ἀριθμῷ γένηται περισσῷ ἢ ἀρτίῳ. εἶτα προσυπακουστέον τοῦ καὶ μάλιστα ἐὰν τελείως καὶ ὁμοίως καὶ ἐν πολλαπλασίονι ἀναλογίᾳ, ὡς οὗτοι βούλονται, ἡ μῖξις γένηται, καὶ οὕτως ἐπακτέον, ὡς ἀνασκευαστικὸν τοῦ μὴ τὸ εὖ ἀπὸ τῶν ἀριθμῶν τοῖς πράγμασι γίνεσθαι, ὅταν ἐν πολλαπλασίονι ἀναλογίᾳ ἡ μῖξις γένηται· νῦν γὰρ ὁρῶμεν ὡς οὐδὲν ὑγιεινότερον τρὶς τρία ἂν ᾖ τὸ μελίκρατον κεκραμένον, ἀλλὰ μᾶλλον ὠφελήσειεν ὑδαρὲς ὂν ἤπερ ἐν ἀριθμῷ ἄκρατον ὄν. τὸ δὲ ἄκρατον πρόσκειται, διότι ὅταν ἐν ἀριθμῷ γένηται ἡ τοῦ μέλιτος καὶ ὕδατος μῖξις, ἀκρατέστερον καὶ ἀμιγέστερόν ἐστι τὸ μέλι καὶ μᾶλλον φυλάττον τὴν οἰκείαν φύσιν, ὅταν δὲ ὑδαρές, κεκράτηται ὑπὸ τοῦ ὕδατος, καὶ διὰ τοῦτο οὐδὲ ἐν ἀριθμῷ ὡρισμένῳ ἐστὶν ἡ τούτων μῖξις· ὥστε τὸ ἄκρατον ἀντὶ τοῦ ἀκρατέστερον εἴρηται.3
“人们也可以提出疑难:因混合是在数中——或在易计算的数中或在奇数中——而由诸数产生的那种良好究竟是什么。” 他说“易计算的数”是指偶数,因为它在计算和分配中容易被分割。并且,既然毕达哥拉斯学派的某些人毫不犹豫地主张,每当被混合物的混合发生在偶数或奇数中时,尤其是完全且相等地并且按照乘法发生时(例如三乘三,而不是三加三),由数产生的良好与善就会归于此世的每一事物(因为他们说,如果蜂蜜水按照奇数生成,使得混合中比方说有两磅蜂蜜和一磅水,或者按照偶数,如两份蜂蜜和两份水,或者按照平方,使得有三份蜂蜜、三份水、三份藏红花——他们说,如果蜂蜜水按照这些数中的某一个生成,这样的东西对于使用它的每个人来说都是好的,如果不这样,就甚至不是好的)——既然他们主张这些,[亚里士多德]便说,人们可以提出疑难:如果调配是按照易计算的偶数发生的,尤其是按三乘三调配的,他们怎么能说良好产生,即蜂蜜水怎么会对于使用者而言是好的且最有益的呢?因为实际上我们看到,如果是三乘三且蜂蜜的本性占了优势,并没有任何更健康、更有益之处,相反,如果是稀薄的且不由比例所限定,反而会更有益处。因此,正如对于蜂蜜水一样,对于自然物体也必须说:认为它们的生成正如恩培多克勒所主张的那样(即使有任何其他毕达哥拉斯学派的人如此说)乃是虚妄的。因为恩培多克勒说,当元素的混合以火对土具有偶数对偶数的比例(即四对二的比例)这种方式发生时,骨骼及其良好状态才生成,而骨骼的良好状态就在于其内部的火与土具有偶数对偶数的比例。这是虚妄的;因为当元素的混合不在任何由我们所限定的比例中发生时,反而更能生成骨骼并具有其良好状态。神圣的亚里士多德并不是说混合不在某种比例中发生,而是说混合并不在这些人所说的那种比例中,而是在对我们隐晦、对神和自然却是知晓的比例中发生,因为神和自然绝无徒劳或无理性的作为。所说内容的大意已经阐明,至于逐字文句则如下。“人们也可以提出疑难:由诸数产生的良好究竟是什么”,也就是说,因混合在数中,即当混合在奇数或偶数中发生时,伴随着事物的良好究竟是什么。接着应当补足理解:“尤其是如果混合完全且相等地并在倍数比例中发生,正如这些人所欲求的那样”;然后应当加上下面这句话,用以驳斥混合在倍数比例中发生时由诸数给事物带来良好:“因为实际上我们看到,蜂蜜水若是按三乘三调配并没有任何更健康之处,相反,稀薄的比在数中未掺杂的更有益。”加上“未掺杂的”,是因为当蜂蜜和水的混合在数中发生时,蜂蜜更为未掺杂、更少混合,并更多地保持其固有本性;而当它是稀薄的时,它已被水所压倒,并且由于这个缘故,它们的混合甚至不在确定的数中;因此,“未掺杂的”是用来代替“更为未掺杂的”。
- 14.21τῷ ἐν ἀριθμῷ εἶναι τὴν μῖξιν
带定冠词的不定式与格短语(τῷ ... εἶναι),在此表示原因或理由(“由于混合在数中”)。宾格名词 τὴν μῖξιν 作不定式 εἶναι 的逻辑主语。
- 14.21καὶ ἐπεί τινες τῶν Πυθαγορείων ... ἐπεὶ οὖν οὗτοι ταῦτ’ ἔλεγον
这是一种重述结构(resumptive construction / anacoluthon):以从属连词 ἐπεί 开头的复合从句在被较长的插入语(εἰ γὰρ ... οὐ κἀγαθόν)打断后,通过 ἐπεὶ οὖν(“既然他们说了这些”)重新引入主句。全句的主动词是 λέγει(“[亚里士多德]说”)。
- 14.21τὸ ἄκρατον ἀντὶ τοῦ ἀκρατέστερον εἴρηται
注疏家对于语法/用词的说明句式(ἀντὶ τοῦ + 比较级,“用来代替……”),指出前文出现的原级形容词 ἄκρατον(“未掺杂的”)在语境中实际具有比较级 ἀκρατέστερον(“更为未掺杂的 / 蜜更浓的”)的含义。
