- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:82.8-83.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详述了亚里士多德在《形而上学》990b15所谓“最严格论证”中确立相关事物(“相等”)理念的论证及其产生的荒谬后果,随后引向“第三个人”论证。
" Ἔτι δὲ οἱ ἀκριβέστατοι τῶν λόγων οἱ μὲν τῶν πρός τι ποιοῦσιν ἰδέας, ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, οἱ δὲ τὸν τρίτον ἄνθρωπον λέγουσιν." Ὁ μὲν καὶ τῶν πρός τι κατασκευάζων ἰδέας λόγος τοιοῦτός ἐστιν. ἐφ’ ὧν ταὐτόν τι πλειόνων κατηγορεῖται μὴ ὁμωνύμως, ἀλλ’ ὡς μίαν τινὰ δηλοῦν φύσιν, ἤτοι τῷ κυρίως τὸ ὑπὸ τοῦ κατηγορουμένου σημαινόμενον εἶναι ταῦτα ἀληθεύεται κατ’ αὐτῶν, ὡς ὅταν ἄνθρωπον λέγωμεν Σωκράτην καὶ Πλάτωνα, ἢ τῷ εἰκόνας αὐτὰ εἶναι τῶν ἀληθινῶν, ὡς ἐπὶ τῶν γεγραμμένων ὅταν τὸν ἄνθρωπον κατηγορῶμεν (δηλοῦμεν γὰρ ἐπ’ ἐκείνων τὰς τῶν ἀνθρώπων εἰκόνας τὴν αὐτήν τινα φύσιν ἐπὶ πάντων σημαίνοντες), ἢ ὡς τὸ μὲν αὐτῶν ὂν τὸ παράδειγμα, τὰ δὲ εἰκόνας, ὡς εἰ ἀνθρώπους Σωκράτη τε καὶ τὰς εἰκόνας αὐτοῦ λέγοιμεν. κατηγοροῦμεν δὲ τῶν ἐνταῦθα τὸ ἴσον αὐτὸ ὁμωνύμως αὐτῶν κατηγορούμενον·1 οὔτε γὰρ ὁ αὐτὸς πᾶσιν αὐτοῖς ἐφαρμόζει λόγος, οὔτε τὰ ἀληθῶς ἴσα σημαίνομεν· κινεῖται γὰρ τὸ ποσὸν ἐν τοῖς αἰσθητοῖς καὶ μεταβάλλει συνεχῶς καὶ οὐκ ἔστιν ἀφωρισμένον. ἀλλ’ οὐδὲ ἀκριβῶς τὸν τοῦ ἴσου λόγον ἀναδεχόμενον τῶν ἐνταῦθά ἐστί τι. ἀλλὰ μὴν ἀλλ’ οὐδὲ ὡς τὸ μὲν παράδειγμα αὐτῶν τὸ δὲ εἰκόνα· οὐδὲν γὰρ μᾶλλον θάτερον θατέρου παράδειγμα ἢ εἰκών. εἰ δὲ καὶ δέξαιτό τις μὴ ὁμώνυμον εἶναι τὴν εἰκόνα τῷ παραδείγματι, ἀεὶ ἕπεται ταῦτα τὰ ἴσα ὡς εἰκόνας εἶναι ἴσα τοῦ κυρίως καὶ ἀληθῶς ἴσου. εἰ δὲ τοῦτο, ἔστι τι αὐτόισον καὶ κυρίως, πρὸς ὃ τὰ ἐνθάδε ὡς εἰκόνες γίνεται τε καὶ λέγεται ἴσα, τοῦτο δέ ἐστιν ἰδέα, παράδειγμα καὶ εἰκὼν τοῖς πρὸς αὐτὸ γινομένοις. εἷς μὲν οὖν οὗτος λόγος ὁ καὶ τῶν πρός τι κατασκευάζων ἰδέας, δοκῶν ἐπιμελέστερον καὶ ἀκριβέστερον καὶ προσεχέστερον ἅπτεσθαι τῆς δείξεως τῶν ἰδεῶν. οὐδὲ γὰρ τὸ κοινὸν εἶναί τι παρὰ τὰ καθ’ ἕκαστα ἁπλῶς οὗτος ὁ λόγος δοκεῖ δεικνύναι, ὥσπερ οἱ πρὸ αὐτοῦ, ἀλλὰ τὸ παράδειγμά τι εἶναι τῶν ἐνταῦθα ὄντων κυρίως ὄν· τοῦτο γὰρ χαρακτηριστικὸν εἶναι δοκεῖ τῶν ἰδεῶν μάλιστα. τοῦτον δὴ τὸν λόγον φησὶ καὶ τῶν πρός τι ἰδέας κατασκευάζειν. ἡ γοῦν δεῖξις ἡ νῦν ἐπὶ τοῦ ἴσου προῆλθεν, ὃ ἐστι τῶν πρός τι· τῶν δὲ πρός τι οὐκ ἔλεγον ἰδέας εἶναι διὰ τὸ τὰς μὲν ἰδέας καθ’ αὑτὰς ὑφεστάναι αὐτοῖς οὐσίας τινὰς οὔσας, τὰ δὲ πρός τι ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχειν. ἔτι δὲ εἰ τὸ ἴσον ἴσῳ ἴσον, πλείους ἰδέαι τοῦ ἴσου ἂν εἶεν· τὸ γὰρ αὐτόισον αὐτοΐσῳ ἴσον· εἰ γὰρ μηδενὶ ἴσον, οὐδὲ ἴσον ἂν εἴη. ἔτι δεήσει καὶ τῶν ἀνίσων κατὰ τὸν αὐτὸν λόγον ἰδέας εἶναι· ὁμοίως γὰρ τῶν ἀντικειμένων ἔσονταί γε ἢ οὐκ ἔσονται ἰδέαι· τὸ δὲ ἄνισον ὁμολογεῖται καὶ κατ’ αὐτοὺς ἐν πλείοσιν εἶναι. πάλιν δὲ ἐκοινοποίησε τὴν δόξαν ὡς πρὸς οἰκείαν οὖσαν αὐτὴν λέγων,2 διὰ τοῦ εἰπεῖν ὧν οὔ φαμεν εἶναι καθ’ αὑτὸ γένος, γένος λέγων ἀντὶ τοῦ ὑπόστασιν καὶ φύσιν, εἴ γε τὸ πρός τι παραφυάδι ἔοικεν, ὡς ἐν ἄλλοις εἶπεν. Ὁ δὲ λόγος ὁ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος.
“而且,在那些最严格的论证中,一部分制造了相关事物的理念,对于这些事物我们主张并不存在依其自身的属,而另一部分则主张‘第三个人’。” 为相关事物也确立理念的论证是如下的。凡是某一相同之物不是同名异义地、而是作为表明某种单一本性而被述谓于多数事物的情况,它被真实述谓于它们,要么是因为这些事物本真地就是被述谓者所指示之物(例如当我们称苏格拉底和柏拉图为“人”时),要么是因为它们是真实之物的画像(例如在画作上当我们述谓“人”时;因为在它们身上,我们指示的是人的画像,在所有事物上指示某种相同的本性),要么是由于其中一者是范型而其余是画像(例如如果我们把苏格拉底和他的画像都称为“人”)。而我们把“相等”述谓于此处的事物,尽管它自身是同名异义地被述谓于它们的;因为既非相同的定义适用于它们全部,我们也并非在指示真正相等的事物;因为可感觉事物之中的数量处于运动之中,不断变化且不具有确定性。而且,此处的事物中没有哪一个能严格接纳相等的定义。再者,更不能说是它们中一者为范型而另一者为画像;因为两者并不比对方更成为范型或画像。但是,如果有人承认画像与范型并非同名异义,那么总是随之得出:这些相等之物作为在本真且真实意义上相等之物的画像而是相等的。如果这是真的,就存在着某种本真的“相等自身”,在此处的事物是作为画像相对于它而生成并被称为相等的;而这就是理念,是相对于它而生成的事物的范型与画像。因此,这就是为相关事物也确立理念的一个论证,它似乎更加审慎、更加严格、更加贴近地触及了理念的证明。因为这一论证似乎并不像此前的论证那样,仅仅表明在个别事物之外存在某种共通之物,而是表明存在着作为此处事物的范型而本真存在着的事物;因为这似乎最是理念的特征。因此他说,这一论证也确立了相关事物的理念。无论如何,眼下的证明是在“相等”上展开的,而相等属于相关事物;但他们并不主张相关事物存在理念,因为对他们来说,理念是作为某种实体而自身自存的,而相关事物则是在彼此的关系中具有其存在。再者,如果相等之物是对相等之物相等,那么就会存在相等的多个理念;因为相等自身是对相等自身相等的;因为如果它不对任何事物相等,它甚至就不会是相等的。此外,按照相同的论证,不相等之物也必须存在理念;因为对立事物的理念将同样存在,或者都不存在;而不相等之物据他们自己承认也是存在于多数事物之中的。他又通过说“对于这些事物我们主张并不存在依其自身的属”,作为切身的学说来讲述,从而再次把这一观点共同化,用“属”代替“自立”和“本性”,因为正如他在别处所言,相关事物宛如附生物。而引入“第三个人”的论证则是如下的。
- 1.79κατηγοροῦμεν δὲ τῶν ἐνταῦθα τὸ ἴσον αὐτὸ ὁμωνύμως αὐτῶν κατηγορούμενον
分词短语 αὐτὸ ὁμωνύμως αὐτῶν κατηγορούμενον 作为主要动词 κατηγοροῦμεν 的宾语 τὸ ἴσον 的附加成分或让步性修饰语。随后的句子(由 οὔτε γάρ... 与 ἀλλὰ μὴν ἀλλ’ οὐδέ... 引导)解释了为何可感觉的相等事物既不符合前文所列非同名异义述谓的第一种类型(本真的相等),也不符合第三种类型(一为范型而一为画像)。
- 1.79ὡς πρὸς οἰκείαν οὖσαν αὐτὴν λέγων
结构为 ὡς + 分词 οὖσαν,作分词 λέγων 的状语修饰。呼应上文中包含柏拉图学派自身的复数表达“我们主张”(οὔ φαμεν),表明亚里士多德在讲述该观点(αὐτήν 指代 τὴν δόξαν)时将其视同切身/属于自己的学说(οἰκείαν)。
