- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:824.25-825.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德(1092a17)批判了柏拉图学派将处所与数学量度同时设定的荒谬做法,并在厘清“由某物而来”的多重含义之后,从混合(调和)与结合两方面驳斥了数由元素构成的学说。
" Ἄτοπον δὲ καὶ τὸ τόπον ἅμα μὲν τοῖς στερεοῖς καὶ τοῖς μαθηματικοῖς ποιῆσαι." Τοῦ Πλάτωνος εἰπόντος ὅτι ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος γεγόνασιν αἱ ἰδέαι, ἐκ δὲ τῶν ἰδεῶν τὰ μαθηματικὰ μεγέθη, ἅμα δὲ καὶ ἐν τῷ αὐτῷ νῦν ἢ χρόνῳ ἐν ᾧ τὰ μαθηματικὰ γέγονε μεγέθη, καὶ ὁ τόπος αὐτῶν, ἐν ᾧ εἰσιν, ὑπέστη, λέγει ὅτι ἄτοπον τὸν μὲν τόπον ἅμα τοῖς μεγέθεσι ποιεῖν, τίς δέ ἐστι μὴ λέγειν. εἶτα καὶ ἐνίσταται λέγων μὴ εἶναι τὰ μαθηματικὰ ἐν τόπῳ. ὁ μὲν γὰρ τόπος, φησίν, ἑνὸς ἑκάστου ἴδιος, διὸ χωριστὰ τὰ ἐνταῦθα τῷ τόπῳ, τὰ δὲ μαθηματικὰ οὐ ποῦ· τὰ μαθηματικὰ ἄρα οὐκ ἐν τόπῳ. ἐπεὶ δὲ τὸ ἔκ τινος πολλαχῶς λέγεται, λέγει ὅτι ἔδει τοὺς λέγοντας τὰ ὄντα ἐκ στοιχείων εἶναι, ὁμοίως δὲ καὶ τοὺς εἰδητικοὺς ἀριθμούς (τούτους γὰρ εἶπε τῶν ὄντων τὰ πρῶτα), διελομένους ὁσαχῶς τὸ ἔκ τινος λέγεται (τοῦτο γὰρ εἶπεν ἄλλο ἐξ ἄλλου), λέγειν1 κατὰ τίνα τῶν τοῦ ἔκ τινος τρόπων ὁ εἰδητικὸς ἀριθμὸς ἐκ τῶν ἀρχῶν ἐστι. πότερον οὖν, φησί, μίξει ἤτοι κράσει; ἆρα οὖν κραθεισῶν τῶν ἀρχῶν ἐξ αὐτῶν εἰσιν οἱ ἀριθμοί; ἀλλ’ οὐ πᾶν δύναται μίγνυσθαι, καὶ πολλῷ μᾶλλον τὸ ἓν μετὰ τῆς δυάδος, τό τε γινόμενον ἐκ τῶν κραθέντων ἕτερόν ἐστι τῶν τὸ κρᾶμα ἀποτελεσάντων. ἀλλὰ κἂν δοίημεν ὅτι κρᾶμα γέγονεν ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος, ἔφθαρται τὸ ἕν (τὰ γὰρ κεραννύμενα τοῦτο πάσχει), καὶ οὐκ ἔσται τὸ ἓν χωριστὸν καὶ καθ’ αὐτὸ καὶ ἑτέρα τις φύσις παρὰ τὸ κρᾶμα τὸ ἐξ αὐτοῦ καὶ τῆς δυάδος γεγονός, ὅπερ οὗτοι βούλονται· λίαν γὰρ ἀσπάζονται τὴν τοῦ ἑνὸς ἀφθαρσίαν. ὥστε δῆλον ὅτι μίξει καὶ κράσει οὐ δύνανται οἱ ἀριθμοὶ ἐκ τῶν στοιχείων εἶναι. ἀλλὰ πότερον, φησί, συνθέσει τῶν στοιχείων εἰσὶ τὰ εἴδη, ὥσπερ ἡ συλλαβή; ἀλλὰ τὰ συγκείμενα ἀνάγκη κεῖσθαί που, καὶ χωρὶς ὁ νοῶν νοήσει τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος. ἐπὶ μὲν γὰρ τοῦ μελικράτου οὐ δυνάμεθα χωρὶς νοεῖν τὸ μέλι καὶ χωρὶς τὸ ὕδωρ· κρᾶμα γὰρ γέγονε καὶ οὐδέτερον αὐτῶν ἐστιν οἷον πρὸ τῆς μίξεως· ἐπὶ δὲ τῶν συγκειμένων ἐπειδὴ τὰ αὐτά εἰσιν οἷα ἦν πρὸ τῆς συνθέσεως, ἀνάγκη χωρὶς νοεῖν τὸ ἓν καὶ χωρὶς τὸ πλῆθος, καὶ ἔσται ὁ ἀριθμὸς μονὰς καὶ πλῆθος ἢ τὸ ἓν καὶ ἄνισον. εἰ δὲ τοῦτο, ἐπεὶ καὶ ἔκ τινος γεγονός ἐστι μὲν ὡς ἀπὸ ἐνυπαρχόντων2 τῶν ἀφ’ ὧν γέγονεν ὡς ὁ χαλκός (ἐνυπάρχει γὰρ τῷ ἀνδριάντι), ἔστι δὲ ὡς ἀπὸ μὴ ἐνυπαρχόντων (τὸ γὰρ σπέρμα, ἀφ’ οὗ τὸ ζῷον γέγονεν, ἔφθαρται καὶ οὐκ ἐνυπάρχει αὐτῷ), κατὰ τίνα δὴ τούτων τῶν δύο τρόπων ὁ ἀριθμὸς συνθέσει τῇ τῶν στοιχείων γέγονε; τὸ μὲν οὖν ὡς ἐνυπαρχόντων τῶν στοιχείων ἐξ αὐτῶν γεγενῆσθαι λέγειν τὸν ἀριθμὸν ψεῦδος· ταῦτα γὰρ οὕτω γίνεται ὧν ἐστι γένεσις, τουτέστιν ἅπερ τεχνητά ἐστι· γένεσιν γὰρ νῦν τὴν τέχνην ἐκάλεσεν· ἐπὶ γὰρ τῶν τεχνητῶν ἐνυπάρχει ἐν [γὰρ] αὐτοῖς τὰ ἐξ ὧν εἰσιν, ἐπὶ μὲν τῆς οἰκίας οἱ λίθοι καὶ τὰ ξύλα, ἀνδριάντος ὁ χαλκὸς καὶ ἐπὶ τῶν ὁμοίων, αἱ δὲ ἰδέαι οὐ τεχνηταί.
“把处所与立体以及数学对象同时产生出来,也是荒谬的。” 柏拉图曾说理念产生于一和二,数学量度产生于理念,并且在数学量度产生的同一“现在”或时间中,它们所在之处的处所也一同存立,针对这点,〔亚里士多德〕说,把处所与量度同时产生出来、却不说它是什么,是荒谬的。随后他又提出异议,指出数学对象并不在处所中。因为他说,处所是每一个别事物所特有的,因此这世间的事物因处所而分离,而数学对象并不在任何地方;因此数学对象不在处所中。而且,既然“由某物而来”有多种说法,他说,那些主张存在者由元素构成的人,以及同样这样主张相数的人(因为他称这些为存在者中的第一者),本应当在区分了“由某物而来”有多少种说法之后(因为他把这称为“一物出于另一物”),说明相数是按照“由某物而来”的哪一种方式出于诸始原的。那么,他说,是通过混合即调和吗?难道诸始原调和之后,数是由它们而来的吗?但并非一切事物都能混合,一与二就更不能混合,而且由调和之物产生出来的东西,与造成调和物的那些成分是不同的。即使我们承认由一和二生成了调和物,一也已经消灭了(因为被调和的事物遭受此种结局),一便不再是分离的、自在的、并且独立于由它与二生成的调和物之外的某种别的自然本性,而这正是这些人所希冀的;因为他们极其珍视一的不灭性。因此显而易见,数不可能通过混合与调和而由元素构成。那么,他说,诸相难道是通过元素的结合而构成的吗,如同音节一样?但结合之物必然处于某处,并且思惟者将分别思惟一,分别思惟多数。因为在蜜水的情况下,我们无法分别思惟蜜和分别思惟水;因为调和物已经生成,它们两者都不再像混合之前那样;但在结合之物的情况下,既然它们与结合前一模一样,就必然分别思惟一,分别思惟多数,而数就将是单子与多数,或者是一与不平等。如果是这样,既然“由某物生成者”,一方面是作为由内在于其中的、它由之生成的东西而生成,如青铜(因为青铜内在于雕像中),另一方面又是作为由不内在于其中的东西而生成(因为动物由之生成的种子已经毁灭,并不内在于动物中),那么在这两种方式中,数究竟是按照哪一种方式通过元素的结合而生成的呢?因此,说数是由作为内在于其中的元素生成的,这是虚妄的;因为凡有生成之物,亦即技艺制品,才是这样生成的——因为他现在把技艺称为“生成”——因为在技艺制品中,它们由之构成的成分内在于它们自身之中,如房屋中的石头与木料,雕像中的青铜,以及类似情况;然而理念并不是技艺制品。
- 14.19ἔδει τοὺς λέγοντας τὰ ὄντα ἐκ στοιχείων εἶναι, ὁμοίως δὲ καὶ τοὺς εἰδητικοὺς ἀριθμούς ... διελομένους ... λέγειν
无人称动词 ἔδει 支配“宾格加不定词”结构(τοὺς λέγοντας ... λέγειν)。分词 διελομένους 是阳性复数宾格,与不定词 λέγειν 的逻辑主语 τοὺς λέγοντας(以及第二分句中省略的 τοὺς [λέγοντας])保持一致,作状语修饰主要不定词 λέγειν(“在区分了……之后,应当说明”)。
- 14.19ἐπεὶ καὶ ἔκ τινος γεγονός ἐστι μὲν ὡς ἀπὸ ἐνυπαρχόντων ... ἔστι δὲ ὡς ἀπὸ μὴ ἐνυπαρχόντων
ἔστι μὲν ὡς ... ἔστι δὲ ὡς ... 构成无人称句式,意为“有一种方式是……,也有一种方式是……”。置于句首的主格分词短语 ἔκ τινος γεγονός 作为论题(“由某物生成者,一方面是作为……,另一方面是作为……”)。
