- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:823.1-824.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解梳理了柏拉图派与毕达哥拉斯派将第一始原与一、数以及善或恶等同所导致的四种荒谬后果(如万物皆分有善恶、恶成为始原等),从而驳斥了第一实体是数的观点。进而反驳了那些类比动植物由种子发生而认为万物的第一始原是不完全且无实体的主张,论证了现实先于潜能,始原绝非不完全之物。
" Ταῦτά τε δὴ συμβαίνει ἄτοπα καὶ τὸ ἐναντίον στοιχεῖον ἕως τοῦ δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αἱ πρῶται οὐσίαι." Εἰ τὸ ἓν ἀγαθὸν κατ’ αὐτούς, ἀγαθοειδῆ καὶ τὰ εἴδη· εἰ δὲ τοῦτο, τίνων χρὴ τὰς ἰδέας ὑποτίθεσθαι; εἴτε γὰρ τῶν τῇδε ἀγαθῶν μόνων, οἷον τῶν ἀρετῶν, οὔτε οὐσιῶν ἔσονται [οὐσίαι], ὡς βούλονται, οὔτε οὐσίαι αἱ ἰδέαι, εἴπερ συνώνυμα ταῖς ἰδέαις τὰ κατ’ αὐτὰς ὑφεστηκότα· εἴτε τῶν οὐσιῶν, ἔσονται πᾶσαι αἱ τῇδε οὐσίαι ἀγαθαί, ἐπειδὴ κατὰ τὰς ἰδέας ὑπέστησαν ἀγαθὰς οὔσας. καὶ πρὸς τούτοις εἰ τὸ ἓν ἀγαθόν, τὸ μὴ ἕν, ὃ εἴτε δυάδα εἴτε ἄνισον εἴτε πλῆθος χρὴ καλεῖν, ἔσται κακόν, ἵν’ ἐξ ἐναντίων, ἑνὸς μὲν τοῦ ἀγαθοῦ, μὴ ἑνὸς δὲ τοῦ κακοῦ, ἡ γένεσις ᾖ τῶν εἰδῶν. ὃ συνεωρακὼς Σπεύσιππος (λέγω δὴ τὸ εἰ τὸ ἓν ἀγαθόν, ἀνάγκη τὸ μὴ ἓν τὸ ὑλικὸν κακὸν εἶναι) ἀπέφυγε1 καὶ προσάπτειν οὐκ ἠθέλησε τὸ ἀγαθὸν τῷ ἑνί. ἄλλοι δὲ τὴν τοῦ κακοῦ φύσιν τὸ ἄνισόν φασιν, ὥστε συμβαίνει ἐκ τούτων πάσας τὰς ἰδέας καὶ πάντα τὰ ὄντα μετέχειν τοῦ κακοῦ, εἴπερ ἐξ αὐτοῦ καὶ τοῦ ἀγαθοῦ εἰσι, πλὴν τῆς ἑτέρας τῶν ἀρχῶν, ἥτις ἐστὶ τὸ ἕν· ὥσπερ καὶ Ἐμπεδοκλῆς λέγει· καὶ οὗτος γὰρ φησιν ὡς πάντα μετέχει τοῦ νείκους πλὴν τῆς φιλίας. καὶ ἐπεὶ πρῶτον μὲν κατ’ αὐτοὺς αἱ ἰδέαι γίνονται ἐκ τοῦ ἑνὸς καὶ τοῦ μὴ ἑνός, εἶτα ἐκ τῶν ἰδεῶν τὰ μεγέθη, αὐτοτρίγωνον, αὐτοτετράγωνον, τὰ ὅμοια, ἀκρατότερον μεθέξουσι τοῦ κακοῦ οἱ ἀριθμοὶ ἤπερ τὰ μεγέθη· οἱ μὲν γὰρ ἀριθμοὶ προσεχῶς ἐκ τοῦ κακοῦ γεγόνασι, τὰ δὲ μεγέθη διὰ μέσων τῶν ἀριθμῶν. ταῦτά τε δὴ συμβαίνει καὶ προσέτι χώραν τε εἶναι τὸ κακὸν τοῦ ἀγαθοῦ (ἡ γὰρ ὕλη, ὡς αὐτοί φασι, χώρα τοῦ εἴδους), καὶ ἐρᾶν καὶ ὀρέγεσθαι τὸ κακὸν τοῦ ἀγαθοῦ, καίπερ ὄντος ἑαυτοῦ λύμης καὶ φθορᾶς. εἰ δὲ καὶ ὑλικὸν εἴη τοῦτο, τὸ κακὸν ἔσται δυνάμει βέλτιστον καὶ ἀγαθόν, ὥσπερ καὶ τὸ δυνάμει πῦρ, ὅπερ ἐστὶν ἡ ὕλη, δυνάμει ἐστὶ τὸ ἐνεργείᾳ πῦρ. ταῦτα δὴ πάντα συμβαίνει, καὶ τὸ μὲν τῶν ἀτόπων συμβαίνει ὅτι πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦσι. ποῖον δὲ ἄτοπον ἕπεται τῷ πᾶσαν ἀρχὴν στοιχεῖον ποιοῦντι; τὸ πάντα εἶναι ἀγαθά, εἰ τὸ ἀγαθὸν ὡς στοιχεῖον ἀρχή. ἄλλο δὲ ἕπεται τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ, ὅτι τὰς πρώτας οὐσίας εἰρήκασιν ἀριθμοὺς εἶναι.2 τέσσαρα οὖν ἄτοπα ἕπεται ταῖς τέσσαρσιν ὑποθέσεσιν, ἓν μὲν τὸ πάντα εἶναι ἀγαθὰ καὶ κακὰ πλὴν ἑνός, ἄλλο τὸ εἶναι τὸ κακὸν ἀρχήν, ἄλλο τὸ εἶναι τὴν ἀρχὴν μὴ ἀγαθόν, τέταρτον τὸ μετέχειν τοὺς ἀριθμοὺς ἀκράτου τοῦ κακοῦ. Ταῦτα εἰπὼν συμπεραίνεται λέγων εἰ οὖν καὶ τὸ μὴ τιθέναι τὸ ἀγαθὸν ἐν ταῖς ἀρχαῖς μηδὲ λέγειν αὐτὰς ἀγαθὸν ἀδύνατον καὶ τὸ τιθέναι ἀδυνατώτερον, δῆλον ὅτι αἱ ἀρχαὶ οὐκ ὀρθῶς ἀποδίδονται οὐδὲ αἱ πρῶται οὐσίαι καλῶς ἀριθμοὶ λέγονται. εἰ γὰρ ἦσαν καὶ ὑπάρξεως μετεῖχον, ἀγαθαὶ ἂν ἦσαν ἢ κακαί, νῦν δὲ οὐδέτερον αὐταῖς ἐνδέχεται ὑπάρχειν· ὅλως ἄρα οὔκ εἰσι. πᾶν γὰρ ὂν ἢ ἀγαθὸν ἢ οὐκ ἀγαθόν.
“这些荒谬的事情确实会发生,并且相反的元素……”直至“显然,始原并未被正确地给出,第一实体亦然”。 如果照他们所说,一就是善,那么相也就具有善的相。但若是如此,应当假定理念是什么事物的理念?因为如果只是这世间善事物的理念,例如诸德性,那么它们既不会如他们所希望的那样是实体的实体,理念本身也不会是实体,只要依照理念而存立的事物与理念同名;但如果是诸实体的理念,那么这世间的一切实体都将是善的,因为它们是依照善的理念而存立的。此外,如果一是善,那么非一——无论应当称之为二、不平等还是多数——都将是恶,以便从对立者(即作为善的一与作为恶的非一)中产生诸相。看清了这一点的斯珀西波(我指的是:如果一是善,则质料性的非一必然是恶),便避开了它,而不愿将善附加于一。但另一些人则主张恶的自然本性是不平等,以至于由此产生的结果是,所有理念和一切存在者,只要它们是由恶与善构成的,就都分有恶,除开诸始原中的另一个,即一;正如恩培多克勒所说,因为他也声称,除友爱外一切事物都分有纷争。而且,按照他们的看法,诸理念首先由一和非一产生,然后由理念产生量度——自身三角形、自身四边形及类似之物——因此数将比量度更纯粹地分有恶;因为数是直接由恶产生的,而量度是通过数的中介产生的。确实不仅产生这些后果,而且还会产生恶是善的处所(因为如他们所说,质料是相的处所),以及尽管〔善〕是〔恶〕自身的毁灭和败坏,恶却爱恋并欲求善。再者,如果这也是质料性的,那么恶在潜能上就将是至善和善,正如作为质料的潜能之火在潜能上是现实之火一样。所有这些后果确实都会发生,而其中有些荒谬之所以发生,是因为他们把每一始原都当作元素。那么,对于把每一始原都当作元素的人,会伴随怎样的荒谬呢?那就是:如果善作为元素是始原,一切事物都将是善的。另一伴随的荒谬是分有纯粹的恶,这是因为他们断言第一实体是数。因此,四种假定伴随着四种荒谬:其一,除了一以外,一切事物既是善又是恶;其二,恶是始原;其三,始原不是善;其四,数分有纯粹的恶。说了这些之后,他总结道:因此,如果在诸始原中不设定善也不称它们为善是不可能的,而设定善则更为不可能,那么显然始原并未被正确地给出,第一实体被称为数也是不妥当的。因为如果它们存在并分有实在性,它们本来应当要么是善要么是恶,但现在两者都不可能属于它们;因此它们全然不存在。因为凡存在者,要么是善,要么不是善。
"Οὐκ ὀρθῶς δὲ εἴ τις ἀπεικάζει τὰς τῶν ὅλων ἀρχὰς τῇ τῶν ζῴων καὶ φυτῶν." Ἦσάν τινες οἵτινες ἐπεὶ ἑώρων ὅτι τὰ ζῷα καὶ φυτὰ ἐξ ἀορίστων (καὶ τί σημαίνει τὸ ἀόριστον ἐπήγαγε σαφηνίζων ἀτελῶν δέ) ἐπεὶ οὖν ἑώρων ὅτι ἐξ ἀτελῶν τῶν καταμηνίων καὶ σπερμάτων ἐπὶ τὰ τελειότερα ἄγεται, ὑπελάμβανον ὅτι καὶ αἱ τῶν ὅλων ἀρχαὶ ἀτελέστεραί εἰσι τῶν ἐξ αὐτῶν· διὸ καὶ τὸ ἓν τὴν τῶν ὅλων ἀρχὴν οὐκ ἤθελον λέγειν ὄν. ὑπολαμβάνοντες γὰρ ὅτι οὐδὲν ἀτελὲς ὄν ἐστιν, ἀλλὰ πᾶν ὂν τέλειον, τὸ δὲ ἓν οὐ τέλειον, ἀπεφαίνοντο ὡς οὐδὲ ὄν ἐστιν· εἰ γὰρ ἦν ὄν, ἦν ἂν καὶ τέλειον. πρὸς οὓς λέγει ὅτι οὐδὲ ἐνταῦθα ἡ γένεσις ἁπλῶς ἐξ ἀτελοῦς ἐπὶ τὸ τέλειον ἄγει, οἷον ἐκ σπέρματος ἐπὶ τὸ ζῷον, ἀλλὰ καὶ τὸ ἀτελὲς ἐκ τοῦ τελείου ὑφίστησιν· ἄνθρωπος γὰρ πρὸ σπέρματος καὶ αἴτιος τοῦ σπέρματος, καὶ ἁπλῶς τὸ ἐντελεχείᾳ πρὸ τοῦ δυνάμει. ὥστε οὐ χρὴ λέγειν ὅτι διὰ τὸ τὰ ἐνταῦθα ἐξ ἀτελῶν εἶναι λεκτέον καὶ τὸ ἓν ἅμα μὲν ἀρχὴν τῶν ὄντων ἅμα δὲ ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας.3
“但若有人把整体的诸始原比作动植物的始原,那是不正确的。” 有些人因为看到动植物出自不定之物(他通过解释“不定”意味着什么而补充道:“即不完全之物”),既然看到从不完全的经血和种子被引导至更完全之物,便假定整体的诸始原也比由它们而来的事物更不完全;因此他们甚至不愿称万物的始原“一”为存在者。因为他们假定没有任何不完全之物是存在者,而是一切存在者都是完全的,但一并非完全,于是便宣称它甚至不是存在者;因为如果它是存在者,它本来也会是完全的。针对这些人,他指出:即便在此处,生成也并非单纯从不完全引向完全(例如从种子引向动物),而是不完全之物也是从完全之物存立的;因为人在种子之前且是种子的原因,端而言之,现实者先于潜能者。因此,绝不能因为此处的诸事物出自不完全之物,就声称也应当把一说成既是存在者的始原,同时又在劣于实体的意义上是无实体的。
- 14.17ὃ συνεωρακὼς Σπεύσιππος (λέγω δὴ τὸ εἰ τὸ ἓν ἀγαθόν, ἀνάγκη τὸ μὴ ἓν τὸ ὑλικὸν κακὸν εἶναι) ἀπέφυγε
关系代词 ὃ 指向前句所推导出的结论(即若一是善,则非一必为恶),并作后续动词 ἀπέφυγε 的直接宾语。其后括号内的句子 λέγω δὴ τὸ... 是一个同位语性插入成分,用以明确 ὃ 的指代内容。
- 14.17ἄλλο δὲ ἕπεται τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ, ὅτι τὰς πρώτας οὐσίας εἰρήκασιν ἀριθμοὺς εἶναι.
ἄλλο(另一荒谬)为该句的主语,带定冠词的不定式短语 τὸ ἀκράτου μετέχειν τοῦ κακοῦ(分有纯粹的恶)与其构成同位语,阐明该荒谬的具体内容。后接的 ὅτι 从句则说明了导致该荒谬的原因或依据。
- 14.18ἀνούσιον κατὰ τὸ χεῖρον τῆς οὐσίας
该介词短语修饰表语形容词 ἀνούσιον(无实体的)。它限定了这种无实体性并非像柏拉图主义所谓“超越实体”(ἐπέκεινα τῆς οὐσίας)那样在更优越的意义上成立,而是在“劣于实体”(κατὰ τὸ χεῖρον)、即处于比实体更低级的状态下缺乏实体性。
