- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:825.29-826.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大紧扣亚里士多德(1092a17起)的论证,驳斥了数由种子或由对立物(缺失)生成的观点,解释了对立物的生成必然要求存在持存的基体,并通过与恩培多克勒学说的对比,说明构成理念的对立成分彼此斗争必然导致理念毁灭的荒谬性。
ἀλλὰ πότερον ὡς ἀπὸ σπέρματος; ὃ ἴσον ἐστὶ τῷ ἀλλὰ πότερον ὡς ἀπὸ μὴ ἐνυπαρχόντων τῶν ὡς ἀρχῶν αἱ ἰδέαι γεγόνασιν; ἀλλ’ οὐχ οἷόν τέ τι, φησί, τοῦ ἀδιαιρέτου ἀπελθεῖν. ὃ δὲ λέγει δυνάμει τοιοῦτόν ἐστιν· τὸ μὲν σπέρμα φθείρεται καὶ οὐκ ἔστι, τὸ δὲ ἀδιαίρετον, τουτέστι τὸ ἀρχικὸν ἕν, οὐχ οἷόν τε ἐστι κατ’ αὐτοὺς φθαρῆναι, οὐδὲ ὅλως αὐτοί φασιν οἷόν τε ἐπινοῆσαι ὡς ἀπέρχεταί τι τῆς 〈τοῦ〉 ἑνὸς φύσεως ἢ τροπή τις περὶ αὐτὸ γίνεται. εἰ οὖν τὸ σπέρμα φθείρεται καὶ οὐκ ἔστι, τὸ δὲ ἓν κατ’ αὐτοὺς ἄφθαρτον καὶ ἄτρεπτον, δῆλον ὅτι οὐδὲ κατὰ τὸν τρόπον τοῦτον δυνατὸν τοὺς ἀριθμοὺς ἐκ τῶν ἀρχῶν γεννᾶν. ἀλλὰ μήποτε ὥσπερ ἡμεῖς ἐκ τῆς στερήσεως τῆς τῷ εἴδει ἐναντίας φαμὲν γίνεσθαι τὰ πράγματα μὴ ὑπομενούσης,1 οὕτω χρὴ νοεῖν καὶ τὴν τῶν ἀριθμῶν γένεσιν. ἀλλ’ ὅσα, φησίν, ἐξ ἐναντίων γίνεται, καὶ ἐξ ὑποκειμένου τινὸς τρίτου γίνεται, ὡς ἐν τῷ Α δέδεικται τῆς Φυσικῆς ἀκροάσεως. ἐπεὶ οὖν τῷ ἑνὶ οἱ μὲν τὸ πλῆθος λέγουσιν εἶναι ἐναντίον, οἱ δὲ τὸ ἄνισον, ὡς ἴσῳ τῷ ἑνὶ χρώμενοι, δῆλον ὡς ἐξ ἐναντίων ἂν εἴη ὁ ἀριθμός. εἰ δὲ τοῦτο, δεῖ ἄρα εἶναί τι ὑποκείμενον, ἐξ οὗ ὑπομένοντος καὶ θατέρου τοῦ ἑνὸς γίνεσθαι ἢ εἶναι τὸν ἀριθμόν·2 οὐ γὰρ δὴ τὸ ἄνισον ἢ τὸ πλῆθος τῷ ἑνὶ ὑποκείσεται· ἐναντίον γάρ ἐστιν αὐτοῖς τοῦτο, ὡς αὐτοί φασιν, οὐδὲν δὲ ἐναντίον ὑπόκειται τῷ ἐναντίῳ αὑτοῦ· φθαρτικὰ γὰρ ἀλλήλων. ἔτι, φησί, διὰ τί τὰ μὲν ζῷα καὶ τὰ λοιπὰ πάντα, ὅσα ἐξ ἐναντίων γέγονε, φθείρεται, αἱ δὲ ἰδέαι ἐξ ἐναντίων οὖσαι οὐ φθαρήσονται; εἰπὼν δὲ ὅσα ἐξ ἐναντίων ἐπήγαγεν ἢ οἷς ἐναντία. οὐ γὰρ μόνον τὰ ἐξ ἐναντίων φθείρεται, ἀλλὰ καὶ τὸ θερμὸν καὶ λευκόν, οἷς ἐναντία εἰσὶ τῷ μὲν τὸ ψυχρὸν τῷ δὲ τῷ λευκῷ τὸ μέλαν. ἐπεὶ δὲ πᾶσαν τὴν ἐναντιότητα, αὐτό φημι τὸ ἓν καὶ μὴ ἕν, εἰς τὴν τῶν ἰδεῶν σύστασιν οἱ ταύτας τιθέμενοι κατηναλῶσθαι ἔλεγον καὶ μηδὲν καταλελεῖφθαι, ἔμελλε δέ τις λέγειν ὅτι εἰ μέν τι λελειμμένον τῆς ἐναντιότητος ἐκτὸς ἦν τῶν ἰδεῶν, τότε εἰκὸς ἦν λέγειν ὅτι τὸ καταλειφθὲν μαχήσεται μετὰ τοῦ συνόντος ταῖς ἰδέαις καὶ φθερεῖ αὐτάς· ἐπεὶ δὲ οὐδὲν παραλέλειπται, τί ἂν εἴη τὸ δυνησόμενον αὐτὰς φθεῖραι; ἐπεὶ οὖν ἔμελλε τις ταῦτα λέγειν, προσέθηκε τὸ κἂν ἐκ παντὸς εἴη τοῦ ἐναντίου τὰ εἴδη καὶ μηδὲν ἀπελείφθη, φθαρήσεται·3 ὡς γὰρ τὸ νεῖκος κατ’ Ἐμπεδοκλέα, ὅταν κατισχύσῃ τῆς φιλίας· καὶ ὑπεισέλθῃ τὸν σφαῖρον, φθείρει αὐτόν, οὕτω καὶ τὰ ταῖς ἰδέαις ἐναντία τὸ ἓν καὶ οὐχ ἓν πρὸς ἄλληλα μαχόμενα φθεροῦσιν αὐτάς. μνησθεὶς δὲ τῆς τοῦ Ἐμπεδοκλέους δόξης, ὥσπερ καὶ αὕτη τὸ μῖγμα (λέγων μῖγμα τὸν σφαῖρον) φθείρει ὑπὸ τοῦ νείκους, ἐπάγει καίτοι γε οὐκ ἔδει· οὐ γάρ ἐστιν ἐναντίον τῷ μίγματι τὸ νεῖκος. ὅμως εἰ τὸ νεῖκος, καίτοι μὴ ὂν ἐναντίον τῷ σφαίρῳ, ὅμως ὑπεισιὸν αὐτὸν φθείρει, πολλῷ μᾶλλον τὰ ἐναντία συνόντα ταῖς ἰδέαις φθεροῦσιν αὐτάς.
那么难道是像由种子而来那样吗?这等同于:诸理念难道是像由不内在于其中的作为始原的事物那样而生成的吗?他说:“然而不可分割之物中不可能分离出任何东西。”他的实际意思如下:种子毁灭且不复存在,而在他们看来,不可分割之物,即作为始原的一,是不可能毁灭的,他们也根本不说可以设想有某物从一的自然本性中分离出来,或者围绕它发生任何变化。因此,既然种子毁灭且不复存在,而在他们看来一是不灭且不可改变的,显而易见,按照这种方式也不可能由诸始原产生出数来。那么,难道应当像我们所说的事物由与形相相对立的缺失生成、且该缺失并不持存那样,去理解数的生成吗?然而他说,“凡由对立物生成之物,亦由某种第三种底层基体生成”,正如在《物理学》第一卷中所证明的那样。因此,既然有人说多数与一相对立,有人说不平等与一相对立(把一当作相等来使用),显而易见数就将是由对立物构成的。如果这样,就必须存在某种底层基体,当它持存时,数由它以及两者中的另一者即一生成或是存在;因为不平等或多数绝不会作为一的底层基体,正如他们自己所说,这是与它们相对立的,而任何对立物都不会作为其自身对立物的底层基体,因为它们互为毁灭者。此外,他说,为什么凡由对立物生成的动物以及其余一切事物都会毁灭,而由对立物构成的理念却不会毁灭呢?而在说了“凡由对立物构成者”之后,他又补充道“或者具有对立面者”;因为不仅由对立物构成者会毁灭,而且热和白这种具有对立面者(对于前者是冷,对于白则是黑)也会毁灭。然而,由于确立理念的人曾声称,整个对立性(我指的就是一与非一本身)已被耗尽于理念的构成之中,没有剩下任何东西,而有人本打算说:如果有对立性的某种剩余留存在理念之外,那么说这遗留之物将与存在于理念中的成分相斗争并毁灭它们,才是合乎情理的;但既然没有剩下任何东西,又有什么能够毁灭它们呢?因此,正因为有人会这样说,他补充道“即使诸相是由整个对立物构成且没有剩下任何东西,它们仍将毁灭”;因为正如按照恩培多克勒的学说,当“斗争”压倒“友爱”并渗入圆球时就会毁灭它一样,与理念相对立的一和非一通过相互斗争也将毁灭理念。在提及恩培多克勒的观点时(因为这种观点也认为混合物——他把圆球称为混合物——被“斗争”所毁灭),他补充道:“然而本不该如此;因为斗争并不与混合物相对立。”尽管如此,如果斗争虽然并不与圆球相对立,却依然渗入其中并将之毁灭,那么存在于理念之中的对立物就更会毁灭理念了。
- 14.19ἀλλὰ μήποτε ὥσπερ ἡμεῖς ἐκ τῆς στερήσεως τῆς τῷ εἴδει ἐναντίας φαμὲν γίνεσθαι τὰ πράγματα μὴ ὑπομενούσης
副词 μήποτε 引导一种委婉的假设或揣测(“难道不是……”),试探性地将逍遥学派自身的自然学说(由不持存的缺失生成)假定性地套用于数的生成。分词 μὴ ὑπομενούσης 是与 στερήσεως 一致的状语分词(“且该缺失并不持存”)。
- 14.19ἐξ οὗ ὑπομένοντος καὶ θατέρου τοῦ ἑνὸς γίνεσθαι ἢ εἶναι τὸν ἀριθμόν
前置词 ἐκ 支配由 καί 连接的两个属格成分:其一是包含关系代词的 οὗ ὑπομένοντος(“由它持存而从其中……”即持存的底层基体),其二是代指两对立项之一的 θατέρου τοῦ ἑνός(“以及由两者之中的另一者即一”)。不定式 γίνεσθαι ἢ εἶναι 受 δεῖ 支配,宾格 τὸν ἀριθμόν 是其逻辑主语。
- 14.19προσέθηκε τὸ κἂν ἐκ παντὸς εἴη τοῦ ἐναντίου τὰ εἴδη καὶ μηδὲν ἀπελείφθη, φθαρήσεται
中性单数定冠词 τό 将整句直接引语(κἂν ... φθαρήσεται)名词化,作为动词 προσέθηκε(“他补充道”)的直接宾语。其中条件从句(κἂν ... εἴη ... ἀπελείφθη)与直陈语气将来时主句(φθαρήσεται)构成的混合条件句直接引自亚里士多德原文。
