- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:822.3-822.36
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》1091b15重提最初诸始原与善及最善关系的疑难,亚历山大解释道,尽管第一原因必然是自足且善的,但若将其等同于一或不定之二,就会荒谬地导致所有构成单元都成为本性为善之物。
" Ἡ μὲν οὖν ἀπορία αὕτη ποτέρως δεῖ λέγειν." Εἰπὼν ὅτι ἀπορήσειεν ἄν τις ποτέρως δεῖ λέγειν περὶ τῶν ἀρχῶν καὶ στοιχείων πῶς ἔχουσι πρὸς τὸ ἀγαθὸν καὶ ἄριστον, πότερον ταὐτόν ἐστι τὸ ἓν τῷ ἀγαθῷ, ὁμοίως καὶ ἡ ἀόριστος δυάς, ἢ οὔ, εἶτα μεταξὺ θεὶς τὰς ὑπολήψεις ἃς περὶ τοῦ ἀγαθοῦ καὶ τοῦ ἀρίστου εἶχον οἱ κατὰ τὸν αὐτὸν αὐτῷ χρόνον ὄντες καὶ οἱ πρὸ αὐτοῦ, ἐπάνεισιν ἐπὶ τὸ προκείμενον λέγων ἡ μὲν οὖν ἀπορία ἐστὶ ποτέρως δεῖ λέγειν περὶ τῶν ἀρχῶν, ἆρά γε ἀγαθαὶ καὶ ἄρισταί εἰσιν ἢ οὔ. καὶ ἀποκρίνεται λέγων θαυμαστὸν εἶναι καὶ παντελῶς ἄλογον, ὡς αὐτὸς ἐν ἄλλοις εἴρηκεν, εἰ τῷ πρώτῳ αἰτίῳ καὶ αὐταρκεστάτῳ, ἀφ’ ἑαυτοῦ τε τὸ εἶναι ἔχοντι καὶ οὐκ ἄλλοθεν, μὴ ὑπάρχει πρῶτον καὶ προηγουμένως καὶ εἴπερ ἄλλο τι1 τὸ αὔταρκες καὶ ἡ σωτηρία ὡς ἀγαθόν. ἄλογον οὖν ὡς ἀληθῶς λέγειν ὅτι τῷ πρώτῳ αἰτίῳ ἡ αὐτάρκεια καὶ ἡ σωτηρία οὐχ ὡς ἀγαθῷ ὑπάρχουσιν αὐτῷ οὐδὲ σύμφυτόν ἐστιν αὐτῷ τὸ ἀγαθόν. οὐδὲ γὰρ δι’ ἄλλο τι θέμις ἐστὶν ὑπολαβεῖν ἄφθαρτον τὸ πρῶτον αἴτιον ἢ διότι εὖ ἔχει, ἤτοι διότι ἀγαθόν ἐστι· δι’ αὐτὸ δὲ τοῦτο καὶ αὔταρκές ἐστιν. οὐδὲν γὰρ μὴ ἀγαθὸν αὔταρκες. ὥστε τὸ μὲν λέγειν τὴν ἀρχὴν τὸ ἀγαθὸν καὶ ἄριστον εὔλογον καὶ ἀληθές ἐστι· τὸ μέντοι λέγειν ταύτην τὴν φύσιν, ἤτοι τὴν αὐταρκεστάτην καὶ ἀρίστην, τὸ ἀρχικὸν ἓν εἶναι, ἢ εἰ μὴ τοῦτο, στοιχεῖον, τουτέστιν ἢ εἰ μὴ ἀρχικὸν ἓν λέγοιεν τὴν αὐταρκεστάτην φύσιν, ἀλλὰ φήσαιεν ὅτι ἡ αὐταρκεστάτη φύσις τὸ στοιχεῖόν ἐστι τῶν εἰδητικῶν ἀριθμῶν, ὅπερ ἐστὶ τὸ μέγα καὶ τὸ μικρόν· εἴτε οὖν τὴν τοιαύτην φύσιν τὸ ἀρχικὸν ἓν εἴποιεν, εἴτε τὴν δυάδα, ἀδύνατα ἐροῦσι2 καὶ πολλὴ αὐτοῖς ἕπεται ἡ δυσχέρεια· ἣν δυσχέρειαν ἔνιοι φεύγοντες, οἱ τὸ ἓν ὁμολογοῦντες ἀρχὴν καὶ πρῶτον στοιχεῖον εἶναι, ἀλλὰ τοῦ ἀριθμοῦ τοῦ μαθηματικοῦ, ἀπειρήκασι καὶ ἀφείλοντο ἀπὸ τοῦ τοιούτου ἑνὸς τὸ ἀγαθόν. τὸ δὲ ἅπασαι γὰρ αἱ μονάδες γίνονται ὅπερ ἀγαθόν τι3 συνεχές ἐστι τῷ τὸ μέντοι ταύτην εἶναι τὸ ἓν ἢ τὸ στοιχεῖον τῶν ἀριθμῶν ἀδύνατον. εἰ γὰρ τὸ ἄριστον καὶ ἀγαθὸν τὸ ἕν ἐστιν ἢ τὸ στοιχεῖον ἢ ἡ ἀόριστος δυάς, εἰσὶ δὲ ἐξ αὐτῶν αἱ τῶν εἰδητικῶν ἀριθμῶν μονάδες, ἔσονται πᾶσαι αἱ τοιαῦται μονάδες ὅπερ ἀγαθὰ καὶ ὅπερ ἄριστα καὶ πολλή τις εὐπορία τῶν ἀγαθῶν καὶ ἀρίστων. ἀλλ’ ἓν τὸ ἄριστον καὶ οὐ πολλά. ἔτι εἰ τὰ εἴδη ἀριθμοί, οἱ δὲ ἀριθμοὶ μονάδες, αὗται δὲ ὅπερ ἀγαθόν, τὰ εἴδη ἄρα ὅπερ ἀγαθόν.
“因此,疑难就在于应当以两种方式中的哪一种来表述。” 在说明了关于诸始原与元素如何与善及最善相关——是一与善同一,不定之二同样如此,抑或不然——人们可能会对应当以两种方式中的哪一种来表述产生疑难之后,接着插入了他同时代的人以及在他之前的人关于善和最善所持有的看法,随后他又回到了原定的主题,说道:“因此,疑难就在于应当对诸始原以两种方式中的哪一种来表述,它们究竟是善且最善的,抑或不然。”并且他回答说,正如他自己在其他著作中所说的那样,如果对于第一且最为自足的、自自身而非从别处获得存在的原因,自足与持存并不首要地、根本地且超出其他一切事物地作为善而属于它,那将是令人诧异且完全不合理的。因此,声称对于第一原因,自足与持存并非属于作为善者的它,或者善并非其固有的本性,这确实是不合理的。因为除了由于它处于完好状态、即由于它是善的之外,没有任何别的理由可以正当地认为第一原因是不可毁灭的;并且正是由于这一点,它也是自足的。因为没有任何非善之物是自足的。因此,声称始原是善和最善,是合乎常理且真实的;然而,声称这一自然本性——即最为自足且最善的本性——是始原的一,或者若非如此,则是元素(也就是说,如果他们不把最为自足的本性称为始原的一,而是主张最为自足的本性是理念数的元素,即大与小);无论他们把这样的本性称为始原的一还是称为二,他们所说的都将是不可能的事情,并且伴随着他们的大有困厄。为了逃避这一困厄,某些承认一是始原和第一元素、但只是数学数的始原和第一元素的人,便放弃并从这样的一中抽离了善。而“因为一切单元都成了某种本性为善之物”这一句,紧接着“然而这一本性是一或数的元素是不可能的”。因为如果最善和善是一,或者是元素,或者是不定之二,而理念数的诸单元是由它们构成的,那么所有这样的单元都将是本性为善且本性为最善之物,从而将有大量的善与最善出现。但最善之物只有一个,而非多数。此外,如果相是数,数是单元,而这些单元是本性为善的,那么相也必然是本性为善的。
- 14.16εἴπερ ἄλλο τι
此为加强前文 πρῶτον καὶ προηγουμένως(首要地且根本地)的习惯性省略结构,意为“如果还有任何别的事物具有它的话,正是在这之中”,即“超出其他一切事物地”。
- 14.16τὸ μέντοι λέγειν ταύτην τὴν φύσιν ... ἀδύνατα ἐροῦσι
破格句(倒错文,anacoluthon):以带有冠词的不定词短语 τὸ μέντοι λέγειν 作为主语开端,但在插入了解释句(τουτέστιν...)与析取条件从句(εἴτε... εἴτε...)之后,文法一致性中断,转而以直陈语气将来的定式动词 ἀδύνατα ἐροῦσι(“他们将说出不可能的事”)作谓语。在意义上,它将“声称这一本性是始原的一或元素是不可能的”这一判断转换为了以论敌为主语的表述。
- 14.16ὅπερ ἀγαθόν τι
此处是由中性冠词 τό 引领的亚里士多德原文引语(参见 1091b26)。关系代词 ὅπερ 与表语名词结合,表示本质性规定:“本性上就是善的事物”或“善本身”。
