- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:820.8-822.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德在1091a29–1091b4中关于最高善是作为元素先在还是作为后生物出现的疑难。亚历山大将当代神学家及奥菲斯等诗人通过统治者更替把善视为后生的观点,与把善视为最首要始原的费雷居德斯、麦琪、恩培多克勒、阿那克萨戈拉以及柏拉图的立场进行了对比阐述。
" Ἔχει δ’ ἀπορίαν καὶ εὐπορήσαντι ἐπιτίμησιν1 πῶς ἔχει πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλὸν τὰ στοιχεῖα." Ἀπορήσειεν ἄν, φησί, τις περὶ τῶν στοιχείων καὶ αἰτίων ἀφ’ ὧν αἱ ἰδέαι, πῶς ἔχουσι πρὸς τὸ ἀγαθὸν καὶ τὸ καλόν, ἆρα δή ἔστι τι τῶν στοιχείων οἷον βουλόμεθα λέγειν τὸ ἀγαθὸν καὶ τὸ ἄριστον ἢ οὔ, τουτέστιν ἆρα τὸ μέγα καὶ τὸ μικρὸν καὶ τὸ ἓν ἀγαθά εἰσι καὶ ἄριστα καὶ ταὐτόν ἐστι τῷ ἀγαθῷ καὶ ἀρίστῳ τὸ ἕν, ἢ ὑστερογενῆ εἰσι καὶ δεύτερα τὸ ἀγαθὸν καὶ τὸ ἄριστον, πρότερα δὲ τὸ ἓν καὶ ἡ δυὰς καὶ οἱ εἰδητικοὶ ἀριθμοί. καὶ ἐρωτήσας ἀποκρίνεται λέγων ὅτι παρὰ τῶν νῦν θεολόγων, εἰσὶ γὰρ τούτων τινὲς οἵ φασιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον οὐκ εἰσι πρότερα τῶν ἀρχῶν καὶ τῶν ἐκ τῶν ἀρχῶν γεγονότων, ἀλλὰ κατὰ τὸ προελθεῖν καὶ συστῆναι τὴν τῶν ὄντων φύσιν τότε γεγόνασί τε καὶ ἐφάνησαν τὸ ἀγαθὸν καὶ ἄριστον. ἠναγκάσθησαν δέ, φησίν, ὕστερα λέγειν τὸ ἀγαθὸν καὶ ἄριστον τῆς τῶν ὄντων φύσεως διὰ τὸ εὐλαβηθῆναι τὰ ἐπακολουθήσαντα ἀληθῶς δυσχερῆ τοῖς τὸ ἓν ἀρχὴν ἅμα καὶ ἀγαθὸν εἰποῦσιν. ἰδόντες γὰρ αὐτοὺς πολλὰ ἄτοπα καὶ δυσχερῆ ὑπομείναντας ἐκ τοῦ τὸ ἓν ἀρχὴν λέγειν, ἀπέστησαν τοῦ πρεσβύτερον καὶ πρότερον λέγειν τὸ ἀγαθὸν καὶ ἄριστον τῶν ἀρχῶν. καίτοι, φησίν, οὐ διὰ τὸ τῷ ἀρχικῷ ἑνὶ τὸ εὖ ἀποδιδόναι καὶ ἀγαθὸν αὐτὸ λέγειν ἐπηκολούθησεν αὐτοῖς τὰ δυσχερῆ, ἀλλὰ διὰ τὸ τὸ ἓν ᾗ ἓν ἀρχὴν λέγειν καὶ ἀρχὴν ὡς στοιχεῖον καὶ συγκατατεταγμένον τοῖς ἀριθμοῖς. ὥστε εἰ μὲν διὰ τὸ ἓν ἀγαθὸν λέγειν εἵπετο αὐτοῖς τὰ ἀδύνατα, τότ’ ἦν εἰκὸς αὐτοὺς θορυβεῖσθαι χωρίζειν τε τὸ ἀγαθὸν τοῦ ἑνὸς καὶ ὕστερον ἀποφαίνεσθαι· ἐπεὶ δὲ οὐ διὰ τοῦτο, ἀλλὰ διὰ τὸ ἀρχὴν τὸ ἓν ᾗ ἓν ποιεῖν, οὐδὲ εἷς ἦν φόβος, ἵνα διά γε τοῦτο ὕστερον αὐτὸ τῶν ὄντων ποιήσωσιν.2 ἀλλ’ ἡ μὲν τῶν λεγομένων διάνοια αὕτη. ἐν δὲ τῇ λέξει τῇ ἔχει δὲ ἀπορίαν τὸ ἐπαχθὲν τὸ καὶ εὐπορήσαντι ἐπιτίμησιν τοιοῦτόν ἐστιν· ἔχει δ’ ἀπορίαν, κἂν εὐπορήσῃ τις εἰπεῖν τι καὶ ἐνστῆναι πρὸς τὴν ἀπορίαν, εὐθὺς ἐπιτιμηθήσεται· οὐδὲν γὰρ ἂν ὑγιὲς εἴπῃ.
“关于元素如何与善及美相关,存在着疑难,而对于找到解答者也有非难。” 他说,有人可能会对理念所源自的元素与原因产生疑难,即它们如何与善及美相关:在元素中究竟是否存在某种我们愿意称之为善和最善的东西,抑或不然——也就是说,大、小和一是否是善且最善的,一是否与善及最善同一,还是说善和最善是后生的、次级的,而一、二和理念数则是先在的。提出问题之后,他援引当今的神学家们作出回答;因为他们之中有些人声称,善和最善并不优先于始原以及由始原生成之物,而是在存在者的自然本性演进并构成之时,善和最善才生成并显现。他说,他们被迫声称善和最善落后于存在者的自然本性,乃是因为警惕那些真正伴随把一同时称为始原和善之人的沉重后果。因为他们看到这些人由于声称一是始原而承受了许多荒谬且沉重的后果,便放弃了声称善和最善比诸始原更古老和先在。然而他说,并不是因为把完好赋予始原的一并称之为善才导致沉重后果伴随他们,而是因为把作为一的一称为始原,并且称之为作为元素与数并列的始原。因此,如果是因为称一为善而导致不可能的后果伴随着他们,那么他们感到惊慌并将善与一分开、断定善为后生,原是合情合理的;但既然不是因为这个缘故,而是因为把作为一的一作为始原,那么就根本没有任何恐惧,会至少以此为由让他们将善置于存在者之后。所论述的旨趣便是如此。而在“存在着疑难”这句话中,附加的“而对于找到解答者也有非难”则是指:存在着疑难,即便有人能够说出些什么并迎击这一疑难,他也立刻会受到非难;因为他不可能说出任何健全的道理。
"Οἱ δὲ ποιηταὶ οἱ ἀρχαῖοι ταύτῃ ὁμοίως, οἳ βασιλεύειν καὶ ἄρχειν φασὶ τοὺς πρώτους." Εἰπὼν ὅτι τινὲς τῶν νῦν θεολόγων διαρρήδην ἀνακηρύττουσιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερόν ἐστι τῆς τῶν ὄντων φύσεως, ἐπιφέρει ὅτι παραπλησίως τούτοις περὶ τοῦ ἀγαθοῦ καὶ ἀρίστου λέγουσι καὶ οἱ ἀρχαῖοι ποιηταί. αἰνίττεται δὲ τὸν Ὀρφέα· καὶ οὗτος γάρ φησιν ὅτι τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερόν ἐστι τῶν ἄλλων. ἐπεὶ γὰρ τὸ βασιλεῦον καὶ κρατοῦν τῆς τῶν ἁπάντων φύσεώς ἐστι τὸ ἀγαθὸν καὶ ἄριστον, ὁ δὲ Ζεὺς βασιλεύει καὶ κρατεῖ, ὁ Ζεὺς ἄρ’ ἐστὶ τὸ ἀγαθὸν καὶ ἄριστον. καὶ ἐπεὶ πρῶτον μὲν κατ’ Ὀρφέα τὸ Χάος γέγονεν, εἶθ’ ὁ Ὠκεανός, τρίτον Νύξ, τέταρτον ὁ Οὐρανός, εἶτ’ ἀθανάτων βασιλεὺς θεῶν ὁ Ζεύς, δῆλον ὅτι καὶ οὗτος τὸν Δία, ταὐτὸν δ’ εἰπεῖν τὸ ἀγαθὸν καὶ ἄριστον, ὕστερον νομίζει καὶ τοῦ Χάους καὶ τοῦ Ὠκεανοῦ καὶ τῆς Νυκτὸς καὶ τοῦ Οὐρανοῦ, ἤτοι τοῦ κόσμου. ἀλλ’ οὗτοι μέν, φησίν, οἱ ποιηταὶ διὰ τὸ μεταβάλλειν καὶ ἄλλοτε ἄλλους ποιεῖν τοὺς ἄρχοντας τῶν ὄντων (πρῶτον μὲν γὰρ “βασίλευσε περίκλυτος Ἠρικαπαῖος,” φησὶν ἡ ποίησις, μεθ’ ὃν Νὺξ “σκῆπτρον ἔχουσ’ ἐν χερσὶν ἀριπρεπὲς Ἠρικαπαίου,” μεθ’ ἣν Οὐρανός, “ὃς πρῶτος βασίλευσε θεῶν μετὰ μητέρα Νύκτα”), οὗτοι δὴ διὰ τὸ τοὺς ἄρχοντας μεταβάλλειν τὸ ἀγαθὸν καὶ ἄριστον ὕστερον ποιοῦσιν. οἱ δὲ μεμιγμένοι αὐτῶν (λέγει δὲ τοὺς μὴ πάντα μυθικῶς καὶ ἀναποδείκτως, ὥσπερ οἱ ποιηταί, λέγοντας, ἀλλ’ ἔστιν ὅτε καὶ ἐφ’ ἃ ἀποδείξεσι χρωμένους), οὗτοι δὴ οὖν οἱ μεμιγμένοι, ὥσπερ Φερεκύδης ὁ Πυθαγόρου καθηγεμών, τὸ ἀγαθὸν καὶ τὸ ἄριστον λέγουσιν εἶναι τὴν τῶν πάντων αἰτίαν καὶ ἀρχήν, ὁμοίως καὶ οἱ Μάγοι, καὶ οὐχ ὕστερον αὐτὸ ποιοῦσιν ὡς οἱ προειρημένοι. οὕτω καὶ Ἐμπεδοκλῆς ὁ Πυθαγόρειος καὶ Ἀναξαγόρας τὸ ἀγαθὸν καὶ ἄριστον πρεσβύτατον τῶν ἄλλων ἁπάντων ἀποφαίνονται, ὁ μὲν Ἐμπεδοκλῆς τὴν φιλίαν ἀγαθὸν καὶ ἀρχὴν εἰπών (ταύτην γὰρ ὁ Ἀριστοτέλης εἶπε στοιχεῖον, καταχρησάμενος τῇ λέξει), ὁ δὲ Ἀναξαγόρας τὸν νοῦν. ἀλλὰ τούτων, ὡς εἴρηται, ὁ μὲν τὴν φιλίαν φησὶν ἀγαθὸν ὁ δὲ τὸν νοῦν. τῶν δὲ τὰς ἀκινήτους οὐσίας λεγόντων, λέγων ἀκινήτους οὐσίας τοὺς εἰδητικοὺς ἀριθμούς, τούτων οἱ μέν, ὥσπερ ὁ Πλάτων καὶ Βροτῖνος ὁ Πυθαγόρειος, φασὶν ὅτι τὸ ἀγαθὸν αὐτὸ τὸ ἕν ἐστι καὶ οὐσίωται ἐν τῷ ἓν εἶναι, ὡς πολλάκις εἴρηται. εἰπὼν δὲ τὸ οἱ μὲν οὐκ ἀπέδωκε τὸ οἱ δέ.3
“古代的诗人们也与此类似,他们声称统治和治理的并不是最先的存在者。” 在说明了当今的神学家中有人公开宣称善和最善落后于存在者的自然本性之后,他接着指出,古代的诗人们关于善和最善的说法也与这些人相仿。他是在暗指奥菲斯;因为奥菲斯也声称善和最善落后于其他事物。因为既然统治并掌管万物自然本性的是善和最善,而宙斯施行统治与掌管,那么宙斯就是善和最善。并且按照奥菲斯,最先生成的是混沌,接着是大洋神,第三是黑夜,第四是乌拉诺斯,然后才是不朽诸神之王宙斯,显然他也认为宙斯(换言之即善和最善)既落后于混沌,也落后于大洋神、黑夜和乌拉诺斯(即宇宙)。但他指出,这些诗人们由于变易统治者、在不同时期让不同的人成为存在者的统治者(因为诗中说首先“远播盛名的厄里克派奥斯称王”,在他之后黑夜“手中执着厄里克派奥斯显赫的权杖”,在她之后乌拉诺斯“在母后黑夜之后最先称王于诸神”),正是由于更替统治者,才使善和最善成为后生者。然而他们之中混交的哲人(他是指那些并不像诗人们那样把一切都神话式且无论证地讲述,而是在有时且在某些问题上也运用论证的人),这些混交的哲人,正如毕达哥拉斯的导师费雷居德斯,声称善和最善是万物的原因与始原,麦琪们同样也是如此,他们并不像前述之人那样把善当作后生物。毕达哥拉斯派的恩培多克勒和阿那克萨戈拉同样断定善和最善在所有其他事物中是最古老的,恩培多克勒称友爱为善和始原(亚里士多德转借这一词语称其为元素),而阿那克萨戈拉则称心灵为善和始原。但在这些人中,正如所说,一人称友爱为善,另一人称心灵为善。而在主张不动实体的人(所谓不动实体即理念数)之中,有的人,如柏拉图和毕达哥拉斯派的布洛提诺斯,声称正如屡次提及的那样,善就是一本身,且其实体性在于成为一。但他说了“有的人”,却没有补出“另一些人”。
- 14.14καὶ εὐπορήσαντι ἐπιτίμησιν
与格分词 εὐπορήσαντι 是相对于隐含谓语(如 ἔστι)的关涉与格(“对……而言有非难”)。注解者将其诠释为具有条件或让步意味的从属分句:“即使有人能够成功给出解答(εὐπορήσῃ)并陈述见解,他也立刻会遭受非难”。
- 14.14οὐδὲ εἷς ἦν φόβος, ἵνα διά γε τοῦτο ὕστερον αὐτὸ τῶν ὄντων ποιήσωσιν
名词 φόβος 后面由 ἵνα 引导从句,用于说明恐惧的具体内容(“使之位于存在者之后的恐惧”),在功能上相当于同位从句或结果从句,属于后古典希腊语中取代经典 μή 从句的常见结构。
- 14.15εἰπὼν δὲ τὸ οἱ μὲν οὐκ ἀπέδωκε τὸ οἱ δέ
此处指出了亚里士多德原文中的句法脱节(anacoluthon):在用 οἱ μέν(“有的人”)引领分句之后,在后文中并未提供与之对应的 οἱ δέ(“另一些人”),致使结构缺乏照应(ἀνανταπόδοτον)。
