- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:818.28-820.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚里士多德在《形而上学》1091a12批判主张永恒理念生成的学说;亚历山大据此阐明柏拉图派将永恒理念设定为生成的自相矛盾,指出毕达哥拉斯派探讨的是自然生成故应在此排除,并反驳了色诺克拉底将理念生成仅视为教学假设的辩解,证明其必然导致不等性先于理念。
" Ἄτοπον δὲ καὶ τὸ γένεσιν ποιεῖν ἀιδίων ὄντων." Τῶν τὰς ἰδέας τιθεμένων ἅμα τε ἀιδίους αὐτὰς λεγόντων καὶ γεννώντων ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος,1 ἄτοπον, φησί, μᾶλλον δὲ ἀδύνατον γένεσιν ποιεῖν τῶν ἀιδίων. ἀίδιον γάρ ἐστιν ὃ ἀδύνατον εἰπεῖν ὡς ἦν ποτε ὅτε οὐκ ἦν καὶ ἔσται ὁμοίως ὅτε οὐκ ἔσται, τὸ δὲ γεγονὸς ἦν ὅτε οὐκ ἦν. εἰ δὲ τοῦτο ἀληθές, ψεῦδος καὶ ἀδύνατον τὸ ἀιδίους τε ἅμα τὰς ἰδέας λέγειν καὶ ποιεῖν αὐτῶν γένεσιν· τοῦτο γὰρ ταὐτόν ἐστι τῷ ἅμα ἀγενήτους καὶ γενητὰς αὐτὰς λέγειν, ἀγενήτους μὲν ὡς ἀιδίους, γενητὰς δὲ ὡς ἐκ στοιχείων οὔσας τοῦ ἑνὸς καὶ τῆς δυάδος. ταῦτ’ εἰπὼν λέγει ὅτι περὶ μὲν τῶν Πυθαγορείων οὐ δεῖ διστάζειν εἴτε γενητά φασι τὰ ὄντα εἴτε μή· φανερῶς γὰρ λέγουσιν ὅτι τοῦ ἑνὸς συσταθέντος εἴτε ἐξ ἐπιπέδων εἴτε ἐκ χρωμάτων εἴτε ἐκ σπέρματος εἴτε ἐξ ἄλλου τινός (ἀποροῦσι γὰρ καὶ οὗτοι λέγειν ἐκ τίνος συνέστη τὸ ἕν, καὶ διὰ τοῦτο ὁτὲ μὲν ἐκ χρώματος καὶ ἐπιπέδου γενέσθαι φασὶ τὸ ἕν, ὁτὲ δὲ ἐξ ἄλλου τινός), φανερῶς δὴ λέγουσιν, ὅτι τοῦ ἑνὸς συσταθέντος ἐκ τῶν τοῦ ἀπείρου τοῦ ὡς ὑλικοῦ αἰτίου αὐτοῖς ὑποκειμένου μερῶν τὸ ἔγγιστα καὶ πλησιάζον τῷ ἑνὶ εἵλκετο καὶ ἐπεραίνετο καὶ εἰδοποιεῖτο ὑπὸ τοῦ ἑνός· τὸ ἓν γὰρ εἶπε πέρας. ἀρχὴν γὰρ εἰδικὴν λέγοντες τὸ ἕν, ὑλικὴν δὲ τὸν ἀριθμόν, ὃν ἄπειρον ἐκάλουν διὰ τὴν ἴσως ἐπ’ ἄπειρον αὐτοῦ αὔξησιν, ἔφασκον ὅτι τῶν τοῦ ἀριθμοῦ ἤτοι ἀπείρου μερῶν τὸ ἐγγίσαν καὶ πρῶτον πλησιάσαν τῷ ἑνί, ἐκεῖνο καὶ πρῶτον εἱλκύσθη ὑπ’ αὐτοῦ καὶ εἰδοποιήθη, εἶτα τὸ δευτέρως πλησιάσαν, καὶ τρίτον τὸ τρίτως, καὶ ἐφεξῆς. εἰπὼν οὖν ὅτι σαφῶς οἱ Πυθαγόρειοι γένεσιν ποιοῦσι τῶν ὄντων, λέγει ὅτι ἐπειδὴ οὗτοι ἐκ τοῦ ἑνὸς καὶ ἀπείρου κοσμοποιοῦσι καὶ φυσικῶν καὶ αἰσθητῶν πραγμάτων γένεσιν ἐκ τοῦ ἀπείρου καὶ τοῦ ἑνὸς κατασκευάζουσιν, ἡ δὲ παροῦσα σκέψις οὐ περὶ φυσικῶν ἡμῖν ἐστιν ἀλλὰ περὶ τῶν ἀκινήτων καὶ νοητῶν, ἀφετέον αὐτοὺς νῦν. δίκαιον γὰρ φυσικῶς καὶ περὶ φυσικῶν λέγοντας ἐν ταῖς φυσικαῖς πραγματείαις τὰ ὑπ’ αὐτῶν λεγόμενα ἐξετάζειν· τούτου γάρ ἐστι δηλωτικὸν τὸ δίκαιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως.2 ἔστι δὲ τὸ τῆς λέξεως ἐλλιπές· εἴη δ’ ἂν τὸ πλῆρες ‘δίκαιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως, ἀλλ’ οὐ τοὺς περὶ τῶν θείων καὶ ἀκινήτων διαλεγομένους· τοῖς γὰρ περὶ τῶν ἀκινήτων τι λέγουσι τὴν τῶν τοιούτων ἀριθμῶν ἤτοι τῶν εἰδητικῶν καὶ ἀκινήτων προσήκει γένεσιν ἐπισκέπτεσθαι, εἰ ἀληθής ἐστιν. Εἰπὼν οὖν ὅτι τῶν εἰδητικῶν ἀριθμῶν τὴν γένεσιν ἐπισκεπτέον λέγει ὅτι τοῦ μὲν περιττοῦ γένεσιν οὔ φασιν οὐδὲ γεγονέναι λέγουσιν αὐτὸν ἀλλὰ μόνον τὸν ἄρτιον. γεννῶσι δέ τινες αὐτῶν τὸν ἄρτιον ἐξ ἀνίσων, τοῦ μεγάλου καὶ μικροῦ δηλονότι, ἐξισασθέντων ὑπὸ τοῦ ἑνός, ὡς καὶ ἐν τῷ Μ εἴρηται. ὥστε προυπῆρχέ τε καὶ προτέρα τῶν ἰδεῶν ἦν ἡ ἀνισότης. εἰ γὰρ ἐξ ἀνισότητος γεγόνασι, πᾶν δὲ τὸ ἔκ τινος ὕστερον τοῦ ἀφ’ οὗ ἐστι, δῆλον ὡς πρεσβυτέρα τῶν ἰδεῶν ἡ ἀνισότης. ἀδύνατον γὰρ λέγειν ὡς ἀεὶ ἰσασμένα ἦσαν. εἰ γὰρ ἦσαν ἀεὶ ἰσασμένα, οὐκ ἂν ἦσαν ἄνισοι πρότερον, τουτέστιν οὐκ ἂν ὑπὸ τοῦ ἑνὸς ἰσάσθησαν. ὥστε ἐκ τοῦ ἀνίσου γεγονυίας πρῶτον μὲν συμβαίνει3 τὴν στέρησιν ἤτοι τὴν ἀνισότητα προτέραν εἶναι τῶν εἰδῶν καὶ ἕξεων, εἶτα μὴ εἶναι ἀϊδίους. ἐπεὶ δὲ ὁ Ξενοκράτης ὑπεραπολογούμενος τοῦ Πλάτωνος, ὡς καὶ ἐν τῷ Α τῆς Περὶ οὐρανοῦ εἴρηται, ἔλεγεν ὅτι διδασκαλίας χάριν καὶ τοῦ γνῶναι, πῶς, εἰ γεγόνασιν αἱ ἰδέαι, δυνατὸν ἦν αὐτὰς γενέσθαι, ὑπετίθετό τε καὶ ἔλεγεν ὡς ἐκ τοῦ μεγάλου καὶ μικροῦ ὑπὸ τοῦ ἑνὸς ἰσασθέντων ἐγένοντο ἄν, εἰ δυνατὸν αὐτὰς ἦν γενέσθαι· ἐπειδὴ οὖν ταῦθ’ ὁ Ξενοκράτης ἔλεγεν, ὁ δὲ Ἀριστοτέλης ἔδειξεν ὅτι ἀνάγκη προϋπάρχειν τὴν ἀνισότητα, ἐπάγει ὥστε φανερὸν ὅτι οὐ τοῦ θεωρῆσαι οὐδὲ διδασκαλίας χάριν τὴν τῶν εἰδητικῶν ἀριθμῶν γένεσιν ποιοῦσιν, ἀλλ’ ὡς πεπιστευκότες ὅτι γεγόνασι ταῦτα περὶ αὐτῶν ἀποφαίνονται.
“设定永恒存在之物的生成也是荒谬的。” 对于那些主张理念的人,他们既称理念是永恒的,同时又由一和二生成它们,他说,设定永恒之物的生成是荒谬的,更确切地说是绝不可能的。因为所谓永恒之物,乃是绝不可能说它曾有某个时刻不存在,同样也绝不可能说它将有某个时刻不再存在之物;而已生成之物,则是曾有某个时刻并不存在之物。如果这是真的,那么同时声称理念是永恒的又设定它们的生成,就是虚假且不可能的;因为这等同于同时宣称它们既是非生成的又是生成的——作为永恒之物是非生成的,而作为由元素即一和二构成之物则是生成的。说了这些之后,他说,关于毕达哥拉斯派,无须犹豫他们是否主张存在者是生成的;因为他们明白地宣称,当一构成时,无论是由平面、颜色、种子,还是由其他某种事物构成(因为他们在说明一究竟是由什么构成时也陷于困惑,正因如此,他们时而说一由颜色和平面而生,时而又说由其他某种事物而生),他们确实明白地宣称,当一构成时,在对他们而言作为质料因居于底层的无限的部分中,距离一最近并最邻近的部分就被一吸引、限定并赋予形相;因为他把一称为极限。因为他们声称一是形式始原,而数是质料始原(或许由于数向无限的递增,他们把数称为无限),他们主张在数的即无限的部分中,贴近并最先接近于一的那个部分,首先被它吸引并赋予形相,接着是第二接近的部分,第三是第三接近的部分,依此类推。因此,在说明了毕达哥拉斯派明确设定了存在者的生成之后,他说,既然他们是由一和无限来构作宇宙,并且由无限和一建立了自然事物及感觉事物的生成,而我们当前的考察不是关于自然事物,而是关于不动和可知事物的,所以现在应当把他们撇在一边。因为由以自然学方式并且关于自然事物立论之人,在自然学论著中审验他们所说的话才是合理的;因为“由探讨自然的人审验他们乃是合理的”这句话正表明了这一点。但是这一语句是有所省略的;其完整的表述应当是:“由探讨自然的人审验他们乃是合理的,而非由探讨神圣和不动事物的人;因为对于陈述不动事物的人而言,考察此类数即理念数和不动数的生成是否为真,才是合适的。” 因此,在说明必须考察理念数的生成之后,他说,关于奇数,他们并不主张生成,也不说它生成过,而只主张偶数的生成。而他们之中的某些人,正如在《形而上学》M卷中所说的那样,由不等者(显然即大与小)被一等同化而生成偶数。因此,不等性预先存在并且优先于理念。因为如果理念来自不等性,而凡是由某物而来者皆在产生它的根据之后,显然不等性比理念更久远。因为绝不可能说它们过去始终是均等的;如果它们过去始终均等,此前就不可能是不等的,也就是说就不可能被一等同化。因此,由于是由不等者生成的,首先必然导致缺乏即不等性优先于形相和品性,其次导致理念并非永恒。然而,正如在《论天》A卷中所说,色诺克拉底为柏拉图辩护,声称这只是为了教学以及为了认识倘若理念生成了、它们是如何可能生成的,他才做出假设并声称,若它们可能生成,它们就会是由大与小被一等同化而生成的;因此,既然色诺克拉底作此辩护,而亚里士多德证明了不等性必然预先存在,亚里士多德遂接着说:“因此显而易见,他们设定理念数的生成既非为了理论审视,亦非为了教学,而是作为深信它们已经生成的人来对它们作出这些论断的。”
- 14.13Τῶν τὰς ἰδέας τιθεμένων ἅμα τε ἀιδίους αὐτὰς λεγόντων καὶ γεννώντων ἐκ τοῦ ἑνὸς καὶ τῆς δυάδος
句首的属格分词短语用作关联属格(或松散的独立属格),用于引出正在讨论的学派前提,照应主句中的“ἄτοπον, φησί, μᾶλλον δὲ ἀδύνατον γένεσιν ποιεῖν τῶν ἀιδίων”(“对于那些主张理念……的人而言,他说,设定永恒之物的生成是荒谬的”)。
- 14.13δίκαιον γὰρ αὐτοὺς ἐξετάζειν τοὺς περὶ φύσεως
引用自亚里士多德本文的语句结构。正如亚历山大在紧接着的文句中所补释('ἔστι δὲ τὸ τῆς λέξεως ἐλλιπές'),宾格词组 'τοὺς περὶ φύσεως' 是不定式 'ἐξετάζειν' 的逻辑主语(“探讨自然的人[去审验]”),而 'αὐτούς' 则是其逻辑宾语(指代毕达哥拉斯派)。
- 14.13ὥστε ἐκ τοῦ ἀνίσου γεγονυίας πρῶτον μὲν συμβαίνει
阴性属格单数完成时分词 'γεγονυίας' 构成省略了主语名词(如前文指代的 'τῆς δυάδος' 或理念相关的阴性名词)的独立属格结构,作表原因或前设的状语:“既然[它]是由不等者生成的……”。
