← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§80.7-82.7

对多之上的一与毁灭后思惟论证的批判

关于亚里士多德所批判的“多之上的一”与“毁灭后的思惟”的论证,亚历山大阐明了前者如何导致非存在、否定项、异属项以及居先居后之物的单一理念等荒谬结论,而后者又如何推导出可毁灭个体以及虚构事物的理念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.77

" Καὶ κατὰ τὸ ἓν ἐπὶ πολλῶν καὶ τῶν ἀποφάσεων." Χρῶνται καὶ τοιούτῳ λόγῳ εἰς κατασκευὴν τῶν ἰδεῶν. εἰ ἕκαστος τῶν πολλῶν ἀνθρώπων ἄνθρωπός ἐστι καὶ τῶν ζῴων ζῷον καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ οὐκ ἔστιν ἐφ’ ἑκάστου αὐτῶν αὐτὸ αὑτοῦ τι κατηγορούμενον, ἀλλ’ ἔστι τι ὃ καὶ πάντων αὐτῶν κατηγορεῖται οὐδενὶ αὐτῶν ταὐτὸν ὄν, εἴη ἄν τι τούτων παρὰ τὰ καθ’ ἕκαστα ὄντα ὂν κεχωρισμένον αὐτῶν ἀίδιον· ἀεὶ γὰρ ὁμοίως κατηγορεῖται πάντων τῶν κατ’ ἀριθμὸν ἀλλασσομένων. ὃ δὲ ἕν ἐστιν ἐπὶ πολλοῖς κεχωρισμένον τε αὐτῶν καὶ ἀΐδιον, τοῦτ’ ἔστιν ἰδέα· εἰσὶν ἄρα ἰδέαι. τοῦτόν φησι τὸν λόγον κατασκευάζειν ἰδέας καὶ τῶν ἀποφάσεων καὶ τῶν μὴ ὄντων. καὶ γὰρ ἡ ἀπόφασις κατὰ πολλῶν κατηγορεῖται μία καὶ ἡ αὐτὴ καὶ κατὰ μὴ ὄντων, καὶ οὐδενὶ τῶν καθ’ ὧν ἀληθεύεταί ἐστιν ἡ αὐτή. τὸ γὰρ οὐκ ἄνθρωπος κατηγορεῖται μὲν καὶ καθ’ ἵππου καὶ κυνὸς καὶ πάντων τῶν παρὰ τὸν ἄνθρωπον, καὶ διὰ τοῦτό ἐστιν ἓν ἐπὶ πολλῶν καὶ οὐδενὶ τῶν καθ’ ὧν κατηγορεῖται ταὐτόν ἐστιν. ἔτι ἀεὶ μένει κατὰ τῶν ὁμοίων ὁμοίως ἀληθευόμενον· τὸ γὰρ οὐ μουσικὸν κατὰ πολλῶν ἀληθεύεται (πάντων γὰρ τῶν μὴ μουσικῶν), ὁμοίως καὶ τῶν οὐκ ἀνθρώπων τὸ οὐκ ἄνθρωπος· ὥστε εἰσὶ καὶ τῶν ἀποφάσεων ἰδέαι. ὅπερ ἐστὶν ἄτοπον· πῶς γὰρ ἂν εἴη τοῦ μὴ εἶναι ἰδέα; εἰ γὰρ τοῦτό τις παραδέξεται, τῶν γε ἀνομογενῶν καὶ πάντῃ διαφερόντων ἔσται μία ἰδέα, γραμμῆς, ἂν οὕτω τύχῃ, καὶ ἀνθρώπου· οὐχ ἵπποι γὰρ ταῦτα πάντα. ἔτι ἔσται καὶ τῶν ἀπείρων μία ἰδέα. ἀλλὰ καὶ τοῦ πρώτου καὶ τοῦ δευτέρου· οὐ ξύλον γὰρ ὅ τε ἄνθρωπος καὶ τὸ ζῷον, ὧν τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον, ὧν οὔτε γένη οὔτε ἰδέας ἐβούλοντο εἶναι.1 δῆλον δὲ ὅτι οὐδὲ οὗτος ὁ λόγος ἰδέας εἶναι συλλογίζεται, ἀλλὰ δεικνύναι βούλεται καὶ αὐτὸς ἄλλο εἶναι τὸ κοινῶς κατηγορούμενον τῶν καθ’ ἕκαστα ὧν κατηγορεῖται. ἔτι αὐτοὶ οἱ βουλόμενοι δεικνύναι ὅτι ἕν τι τὸ κοινῶς κατηγορούμενόν ἐστι πλειόνων καὶ τοῦτό ἐστιν ἰδέα, ἀπὸ τῶν ἀποφάσεων αὐτὸ κατασκευάζουσιν. εἰ γὰρ ὁ πλειόνων τι ἀποφάσκων πρὸς ἕν τι ἐπαναφέρων ἀποφήσει (ὁ γὰρ λέγων ἄνθρωπος οὐκ ἔστι λευκός, ἵππος οὐκ ἔστιν, οὐ καθ’ ἕκαστον αὐτῶν ἴδιόν τι ἀποφάσκει, ἀλλὰ πρὸς ἕν τι τὴν ἀναφορὰν ποιούμενος τὸ λευκὸν ἀποφάσκει τὸ αὐτὸ πάντων), καὶ ὁ καταφάσκων ἂν πλειόνων τὸ αὐτὸ οὐ καθ’ ἕκαστον ἄλλο, ἀλλὰ ἕν τι ἂν εἴη ὃ καταφάσκει,2 οἷον τὸν ἄνθρωπον κατὰ τὴν πρὸς ἕν τι καὶ ταὐτὸν ἀναφοράν· ὁμοίως γὰρ ὡς ἡ ἀπόφασις καὶ ἡ κατάφασις. ἔστιν ἄρα τι ὂν ἄλλο παρὰ τὸ ἐν τοῖς αἰσθητοῖς, ὃ αἴτιόν ἐστι τῆς ἀληθοῦς ἐπὶ πλειόνων τε καὶ τῆς κοινῆς καταφάσεως, καὶ τοῦτό ἐστιν ἡ ἰδέα. τοῦτον δὴ τὸν λόγον φησὶν οὐ μόνον τῶν καταφασκομένων ἀλλὰ καὶ τῶν ἀποφασκομένων ἰδέας ποιεῖν· ὁμοίως γὰρ ἐν ἀμφοτέροις τὸ ἕν.

“而且按照多之上的一,否定事物也将有形式。” 他们也使用如下的论证来确立理念。如果众多人类中的每一个是人,动物中的每一个是动物,其他事物亦同样如此,并且在它们每一个中并不是自身述谓自身,而是存在着某种述谓它们全部但与它们中任何一个都不相同的事物,那么在个别存在的事物之外,就应当存在着这些事物的某种从它们分离且永恒的事物;因为对于在数量上更替的所有事物,它总是同样地被述谓。而在众多事物之上的、从它们分离且永恒的单一事物,这就是理念;因此存在理念。他说,这一论证甚至为否定事物和非存在事物也确立了理念。因为否定也是作为单一且相同的事物被述谓于众多事物以及非存在事物,并且它与它被真实述谓的任何事物都不相同。因为“非人”既被述谓于马,也被述谓于狗,以及人之外的一切事物,正因如此它是在多之上的一,并且与它被述谓的任何事物都不相同。再者,它对于同类事物总是同样保持真实述谓;因为“非懂音乐”被真实述谓于许多事物(即所有非懂音乐的事物),同样“非人”也被述谓于非人事物;因此否定事物也存在理念。而这是荒谬的;因为怎么会有非存在的理念呢?如果有人接受这一点,那么对于不同属且在各方面均不相同的事物(例如线与人,假若如此的话),也将会有单一的理念;因为这一切都不是马。再者,对于无限的事物也将会有单一的理念。而且对于居先者与居后者也将如此;因为人和动物都不是木头,而其中一者居先,另一者居后,对于这些事物他们是不愿有属或理念存在的。然而显然的是,这一论证也没有推论出存在理念,而是它自身也只想表明被共同述谓之物不同于它所被述谓的那些个别事物。此外,那些想要表明被共同述谓于多数事物之物是单一之物且这就是理念的人自己,正是从否定出发确立这一点的。因为,如果从多数事物中否定某物的人是通过归结于单一事物来进行否定的(因为说“人不是白的”、“马不是”的人,并不是在它们每一个上否定某种特有的东西,而是通过对单一事物进行关联,而在所有事物上否定同一的“白的”),那么对多数事物肯定同一事物的人,也不会在每一个上肯定不同的东西,而是他所肯定的将是单一的事物,例如依据对单一且相同事物的关联而肯定人;因为肯定与否定是类似的。因此,在可感觉事物之中的事物之外存在着某种别的事物,它是对多数事物进行真实且共同肯定的原因,而这就是理念。因此他说,这一论证不仅制造了被肯定事物的理念,也制造了被否定事物的理念;因为在两者中“一”是类似的。

§1.78

"Κατὰ δὲ τὸ νοεῖν τι φθαρέντος τῶν φθαρτῶν· φάντασμα γάρ τι τούτων ἐστίν." Ὁ λόγος ὁ ἀπὸ τοῦ νοεῖν κατασκευάζων τὸ εἶναι ἰδέας τοιοῦτός ἐστιν. εἰ ἐπειδὰν νοῶμεν ἄνθρωπον ἢ πεζὸν ἢ ζῷον, τῶν ὄντων τέ τι νοοῦμεν καὶ οὐδὲν τῶν καθ’ ἕκαστον (καὶ γὰρ φθαρέντων τούτων μένει ἡ αὐτὴ ἔννοια), δῆλον ὡς ἔστι παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά, ὃ καὶ ὄντων ἐκείνων καὶ μὴ ὄντων3 νοοῦμεν· οὐ γὰρ δὴ μὴ ὄν τι νοοῦμεν τότε. τοῦτο δὲ εἶδός τε καὶ ἰδέα ἐστίν. φησὶ δὴ τοῦτον τὸν λόγον καὶ τῶν φθειρομένων τε καὶ ἐφθαρμένων καὶ ὅλως τῶν καθ’ ἕκαστά τε καὶ φθαρτῶν ἰδέας κατασκευάζειν, οἷον Σωκράτους, Πλάτωνος· καὶ γὰρ τούτους νοοῦμεν καὶ φαντασίαν αὐτῶν φυλάσσομεν καὶ μηκέτι ὄντων σῴζομεν· φάντασμα γάρ τι καὶ τῶν μηκέτι ὄντων. ἀλλὰ καὶ τὰ μηδ’ ὅλως ὄντα νοοῦμεν, ὡς Ἱπποκένταυρον, Χίμαιραν· ὥστε οὐδὲ ὁ τοιοῦτος λόγος ἰδέας εἶναι συλλογίζεται.

“而按照当可毁灭事物中的某个毁灭之后对某物的思惟;因为存在着这些事物的某种表象。” 从思惟出发确立理念存在的论证是如下的。如果在我们思惟人、二足动物或动物时,我们思惟的是存在事物中的某种东西,而非个别事物中的任何一个(因为即使这些事物毁灭了,相同的概念依然存留),那么显然,在个别事物和可感觉事物之外存在着某种东西,无论那些[个别]事物存在还是不存在,我们都在思惟它;因为我们在那时绝非在思惟非存在。而这就是形式和理念。因此他说,这一论证也为正在毁灭和已经毁灭的事物,以及一般的个别事物和可毁灭事物确立了理念,例如苏格拉底和柏拉图;因为我们思惟这些事物并保留它们的表象,并在它们已不复存在时仍加以保存;因为对于已不复存在的事物也存在着某种表象。但是我们也思惟根本不存在的事物,例如半人马和喀迈拉;因此,这样的论证同样没有推论出存在理念。

语法注3 条
  1. 1.77ὧν οὔτε γένη οὔτε ἰδέας ἐβούλοντο εἶναι

    关系代词 ὧν 的先行词是紧接在前的 τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον(居先者与居后者,即具有先后次序的事物)。属格 ὧν 在句中作为与 γένη 和 ἰδέας 相关的属格或所属属格(“关于这些事物[他们不愿有]属或理念”)。

  2. 1.77καὶ ὁ καταφάσκων ἂν πλειόνων τὸ αὐτὸ ... ἕν τι ἂν εἴη ὃ καταφάσκει

    这是对应于前述条件从句 εἰ γὰρ ὁ πλειόνων τι ἀποφάσκων... ἀποφήσει 的归结分句。语序包含倒装,句子的核心骨架为 καὶ ὁ καταφάσκων... ἕν τι ἂν εἴη ὃ καταφάσκει。前置的 ἄν 是对此后与 εἴη 连用的 ἄν 的先取性重复,构成潜在情态表达。

  3. 1.78καὶ ὄντων ἐκείνων καὶ μὴ ὄντων

    属格独立结构。代词 ἐκείνων 指代前述的 τὰ καθ’ ἕκαστα καὶ αἰσθητά(个别的且可感觉的事物),修饰 νοοῦμεν,表示时间或情况(“无论那些事物存在还是不存在时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:80.7-82.7