← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§817.30-818.27

西蒙尼德的冗谈与从大和小生成数

注疏者总结了依柏拉图主义原理无法说明数学数之生成的论点,将亚里士多德提及的“西蒙尼德的冗长故事”解释为奴隶的托辞,并阐述了“大与小”只能生成偶数之偶数倍(二的幂次)的批判。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.12#3

εἰ μὲν γὰρ ἐξ ἄλλου, ἔσονται δύο ἀρχικὰ ἕν, ὅπερ οὐ βούλονται· εἰ δὲ ἐξ αὐτοῦ τοῦ αὐτοενός, πῶς δυνατὸν ἓν ἐν τῷ ἀριθμῷ εἶναι καὶ ἐν ταύτῃ τῇ δυάδι καὶ ἐν ἐκείνῃ; φανερὸν ἄρα ὅτι οὔτε ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος δυνατὸν γενέσθαι τὸν μαθηματικὸν ἀριθμόν, ἵνα μὴ ὁ αὐτὸς τῷ εἰδητικῷ φανῇ, οὔτε ἐξ ἄλλων· ἀριθμὸν γὰρ κατὰ Πλάτωνα ἀδύνατον ἑτέρως ὑποστῆναι ἢ ἐκ μονάδος καὶ τῆς ἀορίστου δυάδος. τούτου γάρ ἐστι δηλωτικὸν τὸ καὶ ἅμα τὸν ἀριθμὸν γενέσθαι ἄλλως ἢ ἐξ ἑνὸς καὶ δυάδος ἀορίστου ἀδύνατον. Ταῦτα εἰπὼν ἐπάγει ταῦτα δὴ πάντα ἄλογα καὶ μάχεται αὐτὰ ἑαυτοῖς καὶ τοῖς εὐλόγοις. τὸ δὲ καὶ ἔοικεν ἐν αὐτοῖς εἶναι ὁ Σιμωνίδου μακρὸς λόγος σαφὲς ἔσται προειποῦσι1 τίς ἐστιν ὁ Σιμωνίδου λόγος. ὁ Σιμωνίδης ἐν τοῖς λόγοις, οὓς Ἀτάκτους ἐπιγράφει, μιμεῖται καὶ λέγει οὓς εἰκός ἐστι λόγους λέγειν δούλους ἐπταικότας πρὸς δεσπότας ἐξετάζοντας αὐτοὺς τίνος ἕνεκα ταῦτα ἐπταίκασι; καὶ ποιεῖ αὐτοὺς ἀπολογουμένους λέγειν πάνυ μακρὰ καὶ πολλά, οὐδὲν δὲ ὑγιὲς ἢ πιθανόν, ἀλλὰ πᾶν τὸ ἐπιφερόμενον ἐναντίον τῷ προφρασθέντι· τοιοῦτον γὰρ ὡς εἰκὸς τὸ βάρβαρον καὶ παιδείας ἄμοιρον. τοῦτο δὴ λέγει πάσχειν καὶ τοὺς τοὺς ἀριθμοὺς τιθεμένους, λέγειν μὲν μακρὰ καὶ πολλὰ πρὸς τὴν τῶν ἀριθμῶν σύστασιν, πάντα δὲ ψευδῆ καὶ ἀπίθανα καὶ αὐτὰ ἑαυτοῖς ἐναντιούμενα καὶ ἀντιφθεγγόμενα. εἰπὼν δὲ τὸ ἔοικε τὰ ὑπ’ αὐτῶν λεγόμενα τῷ τοῦ Σιμωνίδου μακρῷ λόγῳ, ἑρμηνεύσων τίς ἐστιν ὁ μακρὸς λόγος ἐπάγει γίνεται γὰρ ὁ μακρὸς λόγος ὥσπερ ὁ τῶν δούλων καὶ τὰ ἑξῆς. καὶ δῆλον ὡς ψευδῆ τὰ ὑπ’ αὐτῶν λεγόμενα ἐκ τοῦ πάνυ μὲν πολλὰ λέγειν τε καὶ ἐπινοεῖσθαι, μὴ δύνασθαι δὲ αὐτὰ συστῆσαι. εἰ δ’ ἦν ἀληθῆ, διὰ βραχέων ἂν ταῦτα δεδείχασι. κατὰ γὰρ τὸν τραγῳδὸν “ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ.” εἶτα καὶ πάνυ χαριέντως αὐτοὺς ἐπισκώπτει λέγων καὶ αὐτὰ τὸ μέγα καὶ μικρόν, ἃ στοιχεῖα τῶν ἀριθμῶν τίθενται, βοῶσι, καὶ μικροῦ καὶ ἐπ’ Ἄρειον πάγον αὐτοὺς προκαλεῖται2 διὰ τὸ βιάζεσθαι ὑπ’ αὐτῶν ἀπογεννῆσαι τοὺς ἀριθμούς, τοῦτο ποιῆσαι μὴ δυνάμενα. ἐπειδὴ δὲ τὴν ἀόριστον δυάδα μέγα καὶ μικρὸν ἐκάλουν, ἡ δὲ ἀόριστος δυὰς κατ’ αὐτοὺς μόνον τὸν ἀρτιάκις ἄρτιον ὑφίστησι, λέγει ὅτι εἰ καὶ δοίημεν τοὺς ἀριθμοὺς ἐκ τοῦ μεγάλου εἶναι καὶ μικροῦ, μόνος ὁ ἀφ’ ἑνὸς διπλασιαζόμενος ἤτοι ὁ ἀρτιάκις ἄρτιος ἐξ αὐτῶν ἔσται, ἄλλος δὲ οὐδὲ εἷς· λεγέτωσαν οὖν πόθεν ἡ τῶν ἀρτιοπερίσσων καὶ τῶν λοιπῶν γένεσις.

因为如果来自另一个一,就会存在两个始原性的一,这绝非他们所希望的;但如果来自那一自身,在数目上为一者,如何可能既在这一个二之中又在那个二之中呢?因此显而易见,数学数既不可能来自一和未定之二(以免显现为与形式数同一),也不可能来自其他事物;因为按照柏拉图的学说,数不可能以除单子和未定之二以外的方式构成。因为“同时,数除了由一和未定之二生成之外不可能以其他方式生成”这句话正表明了这一点。说了这些之后,他接着写道:“这些说法确实全都荒谬,并且它们自身之间以及与合乎情理之事相冲突。”另一方面,“在他们之中似乎存在着西蒙尼德的冗长故事”这一表述,对于预先说明西蒙尼德的故事是什么的人来说将是清楚的。西蒙尼德在他题为《无序者》的对话中,摹拟并讲述了犯错的奴隶在主人审问他们为何犯下这些过错时很可能会说出的话。他描写他们在辩白时说了极其冗长繁复的话,却没有一句健全或可信之辞,所提出的每一句话都与先前所说的话相反;因为野蛮且缺乏教养之人,自然就是如此。他说,主张数的人所遭遇的正是这回事:他们为了建立数而长篇大论,但全都是虚假而难以置信的,并且自相反对、自相矛盾。他在指出他们所说的话与西蒙尼德的冗长故事相似之后,为了解释冗长故事究竟是什么,接着说:“因为冗长的故事产生,正如奴隶们的故事那样”等等。并且他们所说的话是虚假的,这一点从他们虽极力多言巧撰却无法使之成立的事实中就显而易见。然而若是真理,他们本可以用极简短的言辞加以展示;因为正如悲剧诗人所云:“真理的言辞本是单纯的。”随后,他还以极其诙谐的方式嘲弄他们,说他们确立为数的元素的“大与小”自身也发出了喊声,并且差一点就要把他们传唤至阿雷奥帕戈斯法庭,因为它们受到他们的强迫去繁衍数,却无力做到这一点。由于他们将未定之二称为“大与小”,而在他们看来未定之二仅使偶数之偶数倍成立,因此他说,即便我们承认数来自大与小,也唯有从一起成倍递增的数,即偶数之偶数倍会从它们产生,而别无其他任何数;那么,就让他们说明偶数之奇数倍以及其余各数的生成究竟来自何处吧。

语法注2 条
  1. 14.12προειποῦσι

    与格分词,作述语 σαφὲς ἔσται 的关涉与格或评判者与格,意为“对于(预先)说明西蒙尼德的故事是什么的人来说,这将是清楚的”。

  2. 14.12καὶ μικροῦ καὶ ἐπ’ Ἄρειον πάγον αὐτοὺς προκαλεῖται

    μικροῦ 为属格副词性短语(等于 μικροῦ δεῖν 的省略),意为“几乎”、“差一点”。动词 προκαλεῖται(传唤)的主语是中性复数 αὐτὰ τὸ μέγα καὶ μικρόν,此处中性复数主语采用了第三人称单数动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:817.30-818.27