← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§817.1-817.30

数学数构成原理的疑难

注解者探讨了针对柏拉图形数与数学数划分中关于数学数生成原理的疑难(见《形而上学》1090b13起)。他表明,无论如何指派“大与小”(未定之二)与“一”,都必然导致数学数与形数同一、构成原理不合理地激增、或始原之“一”被割裂的困境。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.12#2

Οἱ δὲ πρῶτοι, φησίν (αἰνίττεται δὲ τὸν Πλάτωνα), δύο ποιήσαντες τοὺς ἀριθμούς, τόν τε εἰδητικὸν καὶ τὸν μαθηματικόν, καὶ μεταξὺ τοῦ εἰδητικοῦ καὶ τοῦ αἰσθητοῦ τάξαντες τὸν μαθηματικόν, οὔτε εἰρήκασιν οὔτε ἔχοιεν ἂν εἰπεῖν πῶς καὶ ἐκ τίνος ἔσται ὁ μαθηματικὸς ἀριθμός. εἰ μὲν γὰρ ἐκ τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ ἑνὸς λέγει αὐτὸν εἶναι, ὁ αὐτὸς ἔσται τῷ εἰδητικῷ. ἐκ δέ τοῦ ἄλλου μικροῦ καὶ μεγάλου καὶ τῶν ἀριθμῶν τὰ μεγέθη ποιεῖ· ὃ γὰρ πρὸ ὀλίγου εἶπεν ὕλην, ὅτε ἔλεγε “ποιοῦσι γὰρ τὰ μεγέθη ἐκ τῆς ὕλης καὶ τοῦ ἀριθμοῦ” (τὰ μὲν γὰρ μήκη ἐκ τῆς αὐτοδυάδος καὶ τῆς ὕλης, ὁμοίως καὶ τὰ ἐπίπεδα ἐκ τῆς αὐτοτριάδος καὶ τῆς ὕλης), ὃ οὖν ἐκεῖσε ἔλεγεν ὕλην, ἄλλο μικρὸν καὶ μέγα ἐκάλεσεν.1 εἰ οὖν μήτε ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ταὐτὸν δὲ εἰπεῖν τῆς ἀορίστου δυάδος, δυνατὸν εἶναι τὸν μαθηματικὸν ἀριθμόν (ὁ αὐτὸς γὰρ ἂν ἦν τῷ εἰδητικῷ), μήτε ἔκ του ἄλλου μικροῦ καὶ μεγάλου, ἃ δὴ καὶ αὐτὰ ἀόριστον ἐκάλουν δυάδα (ἐξ αὐτῶν γὰρ τὰ μεγέθη ποιεῖ), λείπεται ἄλλο μέγα καὶ μικρὸν λέγειν. εἰ δὲ τοῦτο, πλείω ἔσται τὰ στοιχεῖα, αὐτά φημι τὰ μεγάλα καὶ μικρά. ἀλλὰ μὴν ἀνάγκη ὅσα ὑλικά, τοσαῦτα εἶναι καὶ τὰ εἰδικά·2 ὅπερ οὐ βούλονται. εἰ δέ ἐστιν ἓν τὸ ἀρχικὸν καὶ εἰδικὸν ἕν, κοινὸν ἔσται καὶ μερισθήσεται ἐπί τε τοῦ μεγάλου καὶ μικροῦ, ἐξ οὗ ποιοῦσι τοὺς ἀριθμούς, καὶ ἐπὶ τοῦ ἄλλου μεγάλου καὶ μικροῦ, ἐξ οὗ τὰ μεγέθη, καὶ ἐπὶ τοῦ λοιποῦ καὶ τρίτου, ἐξ οὗ ἔσονται οἱ μαθηματικοὶ ἀριθμοί. καὶ πῶς οἷόν τε τὸ ἓν τῷ ἀριθμῷ ἐν πλείοσιν εὑρίσκεσθαι; ζητήσειε δ’ ἄν τις πῶς οἷόν τε τὸ αὐτοὲν τρία εἶναι, εἴπερ τὸν μὲν εἰδητικὸν ἀριθμὸν ἐκ τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ αὐτοενὸς ποιοῦσι, τὰ δὲ μεγέθη ἐκ μεγάλου καὶ μικροῦ καὶ ἀριθμοῦ. ἢ ῥητέον ὅτι τρία μὲν οὐκ ἔσται αὐτοέν, ἀλλ’ ἢ δύο ἢ ἓν διῃρημένον εἰς δύο· εἰ γὰρ κατὰ Πλάτωνα πᾶς ἀριθμὸς ἐκ μονάδος καὶ ἀορίστου ὑφίσταται δυάδος, εἰ μὲν καὶ ὁ μαθηματικὸς ἀριθμὸς ἐξ αὐτῆς τῆς μονάδος καὶ τῆς ἀορίστου δυάδος ἐστίν, ἐξ ὧν ὁ εἰδητικὸς ἀριθμός, ὁ αὐτὸς ἔσται τῷ εἰδητικῷ· εἰ δὲ ἐξ ἄλλης δυάδος, πότερον καὶ ἐξ ἄλλου ἑνὸς ἑτέρου ὄντος παρὰ τὸ ἀρχικὸν ἓν ἢ ἐξ αὐτοῦ τοῦ ἀρχικοῦ ἑνός;3

另一方面他说,最初的那些人(他暗指柏拉图),将数区分为形式数和数学数二者,并将数学数置于形式数与可感事物之间,他们既未说明、也无法说明数学数如何以及由何生成。因为,如果他[柏拉图]说它是由于“大与小”以及“一”生成的,它就将与形式数同一。另一方面,他又由另一种“小与大”和诸数生成量度;因为他不久前称为质料的东西——当时他说“因为他们由质料和数生成量度”(长是由“二自身”和质料生成,面同样是由“三自身”和质料生成)——在那里他称为质料的东西,他称为了另一种“小与大”。因此,如果数学数既不可能来自“大与小”——换言之即“未定之二”(因为它若如此就与形式数同一)——也不可能来自他们确实也将其自身称为“未定之二”的另一种“小与大”(因为他正由它们生成量度),那么剩下的做法便只有主张另一种“大与小”。但若如此,构成元素——我指的是“大与小”本身——就会更多。然而,质料性原理有多少,形式性原理也必然有同样多的数量;这绝非他们所希望的。但如果始原性且形式性的“一”是一个,它就会成为共同的,并被分属于他们借以生成数的“大与小”、借以生成量度的另一种“大与小”、以及数学数由之构成的剩下的第三种[大与小]之上。但是,在数目上为一者,如何可能存在于多个事物之中呢?人们也可以追问,如果他们确实由“大与小”和“一自身”生成形式数,而由“大与小”和数生成量度,“一自身”如何可能是三个?或者必须说,“一自身”不会是三个,而是要么是两个,要么是分裂为二的一个;因为如果按照柏拉图的学说,一切数都由单子和未定之二构成,那么倘若数学数也来自形式数所来自的同一单子和未定之二,它就将与形式数同一;但若来自另一个“二”,它是来自始原之“一”之外的另一个“一”,还是来自那始原之“一”自身呢?

语法注3 条
  1. 14.12ὃ γὰρ πρὸ ὀλίγου εἶπεν ὕλην, ὅτε ἔλεγε “ποιοῦσι γὰρ τὰ μεγέθη ἐκ τῆς ὕλης καὶ τοῦ ἀριθμοῦ” ... ὃ οὖν ἐκεῖσε ἔλεγεν ὕλην, ἄλλο μικρὸν καὶ μέγα ἐκάλεσεν.

    该句骨架为双重宾格结构:ὃ ... ἔλεγεν ὕλην, ἄλλο μικρὸν καὶ μέγα ἐκάλεσεν(“在彼处他称为质料者,他称为了另一种小与大”)。被引语打断的关系从句(ὃ ... εἶπεν ὕλην)以 ὃ οὖν ἐκεῖσε ἔλεγεν ὕλην 进行了重述(复指),随后接入主句谓语动词 ἐκάλεσεν。

  2. 14.12ἀλλὰ μὴν ἀνάγκη ὅσα ὑλικά, τοσαῦτα εἶναι καὶ τὰ εἰδικά

    由相关代词 ὅσα ... τοσαῦτα 构成的比例对应句。在 ὅσα ὑλικά 从句中省略了系词 ἐστί,不定式短语 τοσαῦτα εἶναι καὶ τὰ εἰδικά(“形式性原理也当有同样多数量”)充当非人称短语 ἀνάγκη 的真正主语。

  3. 14.12πότερον καὶ ἐξ ἄλλου ἑνὸς ἑτέρου ὄντος παρὰ τὸ ἀρχικὸν ἓν ἢ ἐξ αὐτοῦ τοῦ ἀρχικοῦ ἑνός;

    双重直接疑问句(πότερον ... ἤ)的末尾。谓语动词(如 ἔσται 或 ὑποστήσεται)依上下文承前省略,介词短语 ἐξ ἄλλου ἑνὸς 与 ἐξ αὐτοῦ τοῦ ἀρχικοῦ ἑνός 形成直接对立。分词短语 ἑτέρου ὄντος 用作修饰 ἄλλου ἑνός 的同位或定语扩展。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:817.1-817.30