← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§815.19-816.39

批判数学实体与自然的插话性

亚历山大就亚里士多德(1090b13)批评了那些将数学对象立为实体的人。他指出,如果数量即使不存在量度和物体依然成立,自然便会沦为插话式的(不连续的),并借用拙劣悲剧的类比驳斥了这一观点,进而揭示了理念论者将数学对象与理念相混淆的错误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.12#1

" Ἔτι δὲ ἐπιζητήσειεν ἄν τις μὴ λίαν εὐχερὴς ὤν." Τὸ μὲν εὐχερὴς εἴληπται ἀντὶ τοῦ ἀργὸς τὴν διάνοιαν καὶ δυσκίνητος.1 τὸ δὲ ἀπορούμενον πρὸς τοὺς τὴν μαθηματικὴν μόνην οὐσίαν πρεσβεύοντας τοιοῦτόν ἐστιν. ὄντων τῶν ἀριθμῶν παρ’ αὐτοῖς καὶ μεγεθῶν καὶ ψυχῆς καὶ σωμάτων, ζητήσειεν ἄν τις τί συμβάλλεται ἀλλήλοις· τοῦτο δὲ ταὐτόν ἐστι τῷ πῶς οὐ γίνεται τὰ δεύτερα ἐκ τῶν προτέρων, οἷον τὰ μεγέθη ἐκ τῶν ἀριθμῶν, ἀλλὰ καὶ ἀριθμῶν μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίνεται, κἂν ταῦτά τις ἀνέλῃ, ψυχὴ ἔστι καὶ σώματα. οὐκ ἔοικε δὲ τὰ φυσικὰ καὶ ὅλως ἡ φύσις ἐπεισοδιώδης εἶναι ἐκ τῶν φαινομένων. ἐπεισοδιώδη δὲ λέγεται τὰ μὴ συνεχῆ μηδὲ συντελοῦντα θάτερα θατέροις εἰς τὸ εἶναι. εἰ δὲ μὴ ὄντων ἀριθμῶν καὶ εἶναί τε καὶ γίνεσθαι τὰ μεγέθη ἤτοι τὰ ἐπίπεδα δύνανται, ἐπεισοδιώδεις ἂν εἶεν οἱ ἀριθμοὶ καὶ οὐδὲν ἂν συμβάλλοιντο τοῖς ἐπιπέδοις εἰς τὸ εἶναι· εἰ δὲ τοῦτο, οὐκ ἂν εἶεν τὰ φυσικὰ ὡς ἐκ προτέρων αἰτίων τῶν ἀριθμῶν, δευτέρων δὲ καὶ προσεχεστέρων τῶν μεγεθῶν καὶ ἐπιπέδων. εἰ γὰρ οἱ ἀριθμοὶ ἀνάλογον ἦσαν τῇ ἀνειδέῳ ὕλῃ, τὰ ἐπίπεδα ἀνάλογον πάλιν πυρὶ ἀέρι ὕδατι καὶ γῇ, ὥσπερ ἐπὶ τούτων εἴ τις ἀνέλῃ τὴν ὕλην καὶ τὸ εἶδος εὐθὺς ἀναιρεῖ καὶ τὸ πῦρ ἢ καὶ τὸν ἀέρα καὶ τὰ λοιπά, οὕτω καὶ ἐπ’ ἐκείνων ἀναγκαῖον ἦν συμβαίνειν, καὶ ἀναιρουμένων τῶν ἀριθμῶν ἀναιρεῖσθαι καὶ τὰ ἐπίπεδα· νῦν δὲ καὶ τούτων μὴ ὄντων τὰ μεγέθη καὶ ἔστι καὶ γίνεται. εἰ οὖν τὰ φυσικὰ οὐ φαίνεται ἐπεισοδιώδη, ἤτοι οὐ φαίνεται μὴ τὸ πρότερον τὸ ὕστερον συναναιροῦν,2 οἱ δὲ ἀριθμοὶ τὰ ἐπίπεδα οὐ συναναιροῦσι, φανερὸν ὅτι τὰ φυσικὰ οὐκ ἐξ ἀριθμῶν καὶ ἐπιπέδων ἐστίν. οὐκ ἔοικεν οὖν, φησίν, οὐδὲ φαίνεται ὅτι ἡ φύσις καὶ τὰ φύσει συνεστῶτα ἐπεισοδιώδη ἐστὶ καὶ ἠλλοτριωμένα καὶ μηδεμίαν συνέχειαν ἔχοντα θάτερον πρὸς θάτερον, ὥσπερ οἱ ἀριθμοὶ πρὸς τὰ ἐπίπεδα. τίνα γὰρ ἂν συνέχειαν ἔχοιεν, ὁπότε καὶ χωρὶς αὐτῶν εἶναί τε καὶ γίνεσθαι τὰ ἐπίπεδα δύνανται; τὸ δὲ ὥσπερ μοχθηρὰ τραγῳδία πρόσκειται διὰ τὸ πολλοὺς τῶν μὴ ἀρίστων τραγῳδῶν μεταξὺ τῆς τραγῳδίας παρεμβάλλειν πρόσωπά τε καὶ ὑποκριτὰς καὶ ἔπη ὁμοίως καὶ μηδεμίαν συνέχειαν μηδὲ οἰκειότητα ἔχοντα πρὸς τὰ προαχθέντα τε καὶ προλεχθέντα. εἰ γάρ τις τὸν Αἴαντα παρεισάξας ἐν τῷ μεταξὺ καιρῷ, καθ’ ὃν ἀπέσφαττεν ἑαυτόν, εἰσήγαγε τὴν Ἑκάβην θρηνοῦσαν τὴν Τροίαν, τίνα ἂν τοῦτο συνέχειαν εἶχεν ἢ οἰκειότητα πρὸς τὰ πρότερα καὶ ὕστερα, ὥσπερ ὅτε ὁ Μενέλαος εἰσάγεται μὴ ἐῶν τὸν Τεῦκρον θάψαι τὸ τοῦ Αἴαντος πτῶμα;3 ὅπερ οὖν ἐν τῇ μοχθηρᾷ τραγῳδίᾳ γίνεται, τοῦτο ἂν καὶ ἐπὶ τοῖς φύσει συνέπιπτεν, εἰ ἦν τὰ ἐξ ἀριθμῶν καὶ ἐπιπέδων. ἀλλὰ τοῖς μὲν τοὺς ἀριθμοὺς μόνους τιθεμένοις ἐπάγεται τὸ ἀναιρουμένων τῶν πρώτων μὴ ἀναιρεῖσθαι τὰ δεύτερα καὶ ὅλως ἐπεισοδιώδη τὴν φύσιν εἶναι. οἱ δὲ τοὺς εἰδητικοὺς ἀριθμοὺς τιθέμενοι τοῦτο μὲν ἐκφεύγουσι διὰ τὸ ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος ποιεῖν τὸν εἰδητικὸν ἀριθμόν, ἐκ δὲ τούτου καὶ τῆς ὕλης, ἑτέρας οὔσης παρὰ τὴν ἀόριστον δυάδα (ἄλλη γὰρ κατ’ αὐτοὺς δυὰς ἡ γεννητικὴ τῶν ἀριθμῶν καὶ ἄλλη ἡ τῶν μεγεθῶν), ἐκ δὲ τούτου καὶ τῆς ὕλης ποιεῖν τὰ μεγέθη καὶ τὰ ἐπίπεδα, ἐκφεύγουσι τὸ ποιεῖν ἐπεισοδιώδη τὴν φύσιν· ὅμως, φησί, ταῦτα τὰ μεγέθη τὰ προσεχῶς ἐκ τῆς ὕλης καὶ τῶν ἀριθμῶν γινόμενα πότερον ἰδέαι εἰσὶν ἢ οὔ, καὶ ἆρα συμβάλλονταί τι εἰς τὸ εἶναι τοῖς οὖσι; καί φησιν ὅτι ὥσπερ οὐδὲ τὰ μαθηματικά, οὕτως οὐδὲ ταῦτα. εἰ δέ τις βούλεται λέγειν ὅτι διὰ τὰ δεικνύμενα θεωρήματα ἔστιν ὁ αὐτοκύκλος καὶ ἡ αὐτοπυραμὶς καὶ ὁ αὐτοκύβος, ψεύσεται· οὐδὲ γὰρ θεώρημα ἢ ὅλως ἀπόδειξις τῶν τοιούτων ἐστίν, ἀλλὰ πᾶν θεώρημα καὶ πᾶσα ἀπόδειξις τῶν μαθηματικῶν μεγεθῶν καὶ δυνάμει ὄντων ἐστίν· ὥστε εἴ τις βούλοιτο λέγειν ὅτι αἱ ἀποδείξεις τοῦ αὐτοκύκλου καὶ αὐτοτριγώνου καὶ τῶν ὁμοίων εἰσίν, οὗτος ἀναιρεῖ τὰ μαθηματικὰ μεγέθη καὶ ἰδίας δόξας τιθέναι βούλεται. οὐκ ἔστιν οὖν χαλεπὸν ὁποιασοῦν δόξας τιθέμενον μακρηγορεῖν τε καὶ συνείρειν πολλά, ὅπερ οὗτοι πεπόνθασιν· ἰδέας γὰρ δοξάσαντες προσγλίχονται ταῖς ἰδέαις τὰ μαθηματικά, τουτέστι σὺν ἡδονῇ προστιθέασι τὰ μαθηματικὰ ταῖς ἰδέαις καὶ ἰδέας αὐτὰ ποιοῦσιν, αὐτοκύκλον λέγοντες καὶ αὐτοτρίγωνον· διὸ καὶ διαμαρτάνουσιν.

“此外,任何不甚轻率的人都会探究……” “轻率(εὐχερής)”一词在此被用以指“在思想上迟钝且滞碍的人”。针对那些唯独尊崇数学实体的人所提出的疑难如下:在他们那里存在数、量度、灵魂和物体,人们会探究它们相互之间有何助益;这等同于探究为何后者不是由前者产生,例如量度并非由数产生,而是即使数不存在,量度也既存在又生成,并且即使有人取消了这些,灵魂与物体也仍旧存在。然而从现象来看,自然事物乃至整个自然界似乎并非是插话式的。所谓“插话式”,是指非连续的、且彼此对于存在毫无助益的事物。但是,如果在数不存在的情况下量度即面既能够存在也能够生成,那么数就会是插话式的,对于面的存在毫无助益;如果这样,自然事物就不会是将数作为先在原因、将量度与面作为第二位的更直接原因而存在的了。因为,如果数相当于无定形质料,面又相当于火、气、水、土,正如在这些元素中,若有人取消质料和形式,便随即取消了火或气及其余元素一样,在那些对象上也必然发生同样的情况,即随着数的取消,面也当被取消;但事实上,即使这些不存在,量度也既存在又生成。因此,如果自然事物看起来不是插话式的——也就是说,看起来并非先在之物的取消不连带取消后继之物——而数却并不连带取消面,那么显而易见,自然事物并非由数和面构成。因此他说,自然以及由自然构成的诸事物,似乎并不像数相对于面那样,是插话式的、彼此疏离的且彼此之间毫无连续性的。因为既然即使没有它们面也能够存在并生成,它们又能有什么连续性呢?加上“就像一出拙劣的悲剧”这句话,是因为许多不优秀的悲剧诗人会在悲剧中间插入与先前上演和说出的内容毫无连续性与亲缘性的人物、演员乃至诗句。因为如果有人引进了埃阿斯,却在他自刎的间歇时刻引进赫卡柏哀悼特洛伊,这与前后的内容又能有什么连续性或亲缘性呢?它哪能像墨涅拉俄斯被引入以阻止透克洛斯掩埋埃阿斯尸体那样呢?因此,在拙劣悲剧中发生的事情,如果自然事物是由数和面构成的,也同样会发生在这些自然事物上。然而,对于唯独设定数的人来说,便会导致在第一者被取消时第二者并不被取消、以及自然整体上成为插话式的后果。至于那些设定形式数的人,他们之所以能避开这一点,是因为他们由“一”和“未定之二”生成形式数,再由形式数与质料——这质料有别于未定之二(因为在他们看来,生成数的“二”是一回事,生成量度的“二”是另一回事)——由形式数和质料生成量度和面,他们由此免于使自然成为插话式的。然而他说,这些直接由质料和数生成的量度,究竟是理念还是不是?它们对于存在者的存在是否有所贡献呢?他说,正如数学事物并无贡献一样,这些量度也同样没有贡献。如果有人想说,由于被证明的诸定理的存在,便存在“圆自身”、“棱锥自身”和“立方体自身”,他便是在说谎;因为关于此类事物,既不存在定理,总体上也不存在证明,每一个定理和每一个证明都是关于潜在存在的数学量度的。因此,若有人想说证明是关于“圆自身”、“三角形自身”以及类似之物的,他就是在取消数学量度,而想要确立自己的主观看法。因此,无论确立怎样的看法,长篇大论并串联诸多说法并不困难,这正是他们所遭遇的;因为他们既然主张了理念,就执着于将数学对象依附于理念上,也就是说,欣然把数学事物加在理念上并使之成为理念,谈论“圆自身”和“三角形自身”,因而他们也失之偏颇。

语法注3 条
  1. 14.12ἀργὸς τὴν διάνοιαν καὶ δυσκίνητος

    τὴν διάνοιαν 是关系宾格(限制宾格),修饰形容词 ἀργός(迟钝的)和 δυσκίνητος(滞碍的、难移动的),意为“在思想方面”。这里注解了亚里士多德原文中的 εὐχερής(轻率的、易于就范的),意指那些不加深究、思想迟缓盲从而显得轻率的人。

  2. 14.12οὐ φαίνεται μὴ τὸ πρότερον τὸ ὕστερον συναναιροῦν

    含有双重否定的句式。φαίνεται 带有补充主格分词(συναναιροῦν),意为“先在之物不连带取消后继之物(μὴ ... συναναιροῦν)这一点看起来并不成立(οὐ φαίνεται)”。这是对自然事物中“先在者若被取消,后继者必随之被取消”这一内在连续性原则的反面表述。

  3. 14.12ὥσπερ ὅτε ὁ Μενέλαος εἰσάγεται μὴ ἐῶν τὸν Τεῦκρον θάψαι τὸ τοῦ Αἴαντος πτῶμα

    ὥσπερ ὅτε(正如……之时)引入了一个具有真正戏剧连续性的正例(墨涅拉俄斯登场阻止埋葬),与前文所构想的荒唐插话(在埃阿斯自杀之际突兀插入赫卡柏的哀悼)形成对比。分词 μὴ ἐῶν 带有不定词,意为“不允许、阻止”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:815.19-816.39