← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§813.34-815.18

毕达哥拉斯学派的数论与几何界限的不可分离性

亚里士多德对比了毕达哥拉斯派与主张分离的数学对象者的观点,并根据数的属性属于感觉物体的事实驳斥了数学对象的分离说。接着在1090b5处,他否定了将几何界限(点、线、面)视为独立实体或理念的观点,论证它们仅在思想中是分离的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.10#2

οἱ δὲ Πυθαγόρειοι διὰ τὸ ὁρᾶν πολλὰ πάθη τῶν ἀριθμῶν ὑπάρχοντα ἐν τοῖς αἰσθητοῖς (εἰσὶ γὰρ καὶ περιττὰ σώματα καὶ ἄρτια, ἐπίτριτά τε καὶ ἡμιόλια, καὶ ἄλλα πάμπολλα πάθη τῶν ἀριθμῶν ἐν τούτοις θεωρεῖται), διὰ οὖν τὸ ὁρᾶν ταῦτα, εἶναι μὲν τὰ αἰσθητά (ταῦτα γὰρ εἶπε νῦν ὄντα) ἀριθμοὺς ἐποίησαν,1 οὐ χωριστοὺς δέ, ἤτοι οὐκ ἐχώρισαν τοὺς ἀριθμοὺς ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ μάλιστα ταῦτα ἐξ ἀριθμῶν πεποιήκασιν, ὡς καὶ πρότερον εἴρηται. ἐρωτώμενοι δὲ καὶ διὰ τί τὰ ὄντα ἐξ ἀριθμῶν, ἔλεγον ὅτι διὰ τὸ τὰ πάθη τῶν ἀριθμῶν, οἷον τὸ ἐπίτριτον τὸ ἡμιόλιον τὰ ὅμοια, ὑπάρχειν τῇ ἁρμονίᾳ, λέγων ἁρμονίαν τὰς ὑποκειμένας τῇ ἁρμονίᾳ χορδάς. οἱ γὰρ τοιοίδε λόγοι, οὓς πρὸς ἀλλήλας ἔχουσιν αἱ χορδαί, τὸ τοιόνδε μέλος ἀποτελοῦσι. διὰ οὖν τὸ τὰ τοιαῦτα πάθη ὑπάρχειν ἐν τῇ ἁρμονίᾳ καὶ ἐν οὐρανῷ καὶ ἐν ἄλλοις πολλοῖς, εἰσὶ καὶ αἱ χορδαὶ καὶ ὁ οὐρανὸς καὶ τὰ ἄλλα πάντα ἐξ ἀριθμῶν. εἰ γὰρ μὴ ἦσαν ἐξ ἀριθμῶν, πῶς τὰ πάθη αὐτῶν ἐν αὐτοῖς ἂν εἴησαν; οὗτοι μὲν οὖν, οἵ τε περὶ Πλάτωνα καὶ Πυθαγόραν, οὕτω τε τοὺς ἀριθμοὺς ἐποίουν καὶ τοιαῦτα περὶ αὐτῶν ἐφθέγγοντο. τοῖς δὲ τὸν μαθηματικὸν ἀριθμὸν τιθεμένοις οὐδὲν τοιοῦτον, ὁποῖον ὁ Πλάτων καὶ οἱ Πυθαγόρειοι ἔλεγον, ἐνδέχεται λέγειν, διὰ τὸ μηδενὸς τῶν αἰσθητῶν σωμάτων λέγειν τοὺς ἀριθμούς, μόνον δὲ τοῦτο ἔλεγον, ὡς εἰ μὴ ἔστιν ὁ μαθηματικὸς ἀριθμὸς καὶ καθ’ αὑτόν, οὐκ ἂν εἴη ἡ ἀριθμητικὴ ἐπιστήμη. ἡμεῖς δέ, φησί, καθὰ καὶ πρότερον εἴπομεν, φαμὲν ὅτι καὶ χωριστῶν μὴ ὄντων τῶν ἀριθμῶν ἔσται ἀριθμητικὴ ἐπιστήμη. ἄλλως τε δέ, εἰ ἦν κεχωρισμένα τὰ μαθηματικά, οὐκ ἂν τὰ τούτων πάθη ἐν τοῖς αἰσθητοῖς εἴησαν· ἀδύνατον γὰρ τοῦ πράγματος μὴ ὄντος εἶναι τὰ πάθη αὐτοῦ. ὥστε εἰ τὰ μαθηματικὰ πάθη ἐν τοῖς αἰσθητοῖς ἐστι, καὶ αὐτὰ δηλονότι, ἀλλὰ δυνάμει καὶ ἐξ ἀφαιρέσεως τὸ εἶναι ἔχοντα. εἰπὼν δὲ ὅτι εἰ ἦσαν χωριστὰ τὰ μαθηματικά, οὐκ ἂν τὰ πάθη αὐτῶν ἐν τοῖς σώμασιν ἦν, λέγει ὅτι οἱ Πυθαγόρειοι ἐν τοῖς σώμασιν αὐτὰ εἶναι λέγοντες, ἔνοχοι μὲν οὔκ εἰσι τῇ λεγούσῃ ἀπορίᾳ πῶς τὰ πάθη αὐτῶν ἐν τοῖς σώμασίν εἰσι· καθὸ δὲ ποιοῦσι τὰ φυσικὰ ἐξ ἀριθμῶν μὴ ἐχόντων βάρος μηδὲ κουφότητα, τῶν φυσικῶν σωμάτων, εἰ καὶ μὴ πάντων, ἐχόντων βάρος καὶ κουφότητα, ἐοίκασι περὶ ἄλλου οὐρανοῦ καὶ κόσμου λέγειν καὶ σωμάτων ἄλλων ἀλλ’ οὐ περὶ τῶν αἰσθητῶν. τῶν δὲ χωριζόντων τὸν ἀριθμὸν διὰ τὸ τὰ ἀξιώματα καὶ ὅλως τὰς καθόλου προτάσεις μηδὲ εἶναι ἐπὶ τοῖς αἰσθητοῖς, τούτων δὴ τοῦτο σαίνει τὴν ψυχὴν2 καὶ εἶναι χωριστοὺς ἀριθμοὺς καὶ χωριστὰ μαθηματικὰ λέγειν ἀναπείθει. οὐδεμία δὲ ἀνάγκη· διὰ τὸ ἀληθῆ εἶναι τὰ λεγόμενα περὶ τῶν ἀξιωμάτων καὶ τῶν καθόλου προτάσεων, λέγεσθαι καὶ περὶ αὐτῶν ὡς οὐκ ἐν τοῖς αἰσθητοῖς εἰσιν, ἀλλ’ ἐν ψιλῇ ἐπινοίᾳ τὸ εἶναι ἔχει. οὐδεμία οὖν ἀνάγκη διὰ ταῦτα χωριστοὺς ποιεῖν ἀριθμούς. εἰ οὖν, φησί, διὰ τὸ τὰ καθόλου μὴ εἶναι ἐν τοῖς αἰσθητοῖς, χωρίζουσι τοὺς ἀριθμοὺς καὶ τὰ μεγέθη, ὁ ἡμέτερος λόγος ὁ τούτοις ἐναντιούμενος τἀναντία ἐρεῖ· καὶ ἐπάγει λέγων διὰ τί οὐδαμῶς ἐν τοῖς αἰσθητοῖς ὑπαρχόντων τῶν ἀριθμῶν τὰ πάθη αὐτῶν ἐν αὐτοῖς ἐστιν; εἰ γὰρ διὰ τὸ τὰ καθόλου μὴ ὑπάρχειν ἐν τοῖς αἰσθητοῖς χωρίζειν δεῖ τοὺς ἀριθμούς, εἰ τὰ πάθη τῶν ἀριθμῶν ἐν τούτοις ἐστίν, οὐ χωριστέον.

另一方面,毕达哥拉斯派由于看到数的许多属性存在于感觉事物中(因为既有奇数和偶数的物体,也有配四比三和配三比二的物体,并且数的极多其他属性都在这些事物中被观察到),正是由于看到了这些,他们把感觉事物(因为他现在所说的“存在者”就是指这些)当作数,但不是分离的数;也就是说,他们没有把数从感觉事物中分离出来,而是正如先前所说的那样,主要是把这些事物由数构成。当被问及为何存在者是由数构成时,他们说是因为数的属性,如配四比三、配三比二以及诸如此类者,属于和谐;在此他把充当和谐之底层的弦称为“和谐”。因为弦相互之间所具有的这样一种比例,便构成了这样一种曲调。因此,由于这类属性存在于和谐中、在天界中以及在许多其他事物中,所以弦、天界以及所有其他事物也都是由数构成的。因为如果它们不是由数构成,数的属性又怎会在它们之中呢?这些思想家,无论是柏拉图学派还是毕达哥拉斯学派,就是这样处理数并关于数发表这番言论的。但对于那些设定数学数的人来说,绝不可能说出柏拉图和毕达哥拉斯派所说的任何类似之物,因为他们并不说数属于任何感觉物体,而只是说:如果数学数不自身存在,算术科学就不会存在。然而他说,正如我们先前所说的,我们认为即使数不是分离的,算术科学也仍将存在。此外,如果数学事物是分离的,它们的属性就不会在感觉事物之中;因为事物若不存在,其属性也是不可能存在的。因此,如果数学属性存在于感觉事物中,显然它们自身也在其中,只不过是潜在地并且凭借抽象而具有其存在。在说了如果数学事物是分离的、它们的属性就不会在物体中之后,他说毕达哥拉斯派由于主张数在物体中,因而不受“它们的属性何以在物体中”这一疑难的责难;但就他们用既无重量又无轻量的数来构成自然事物而言,既然自然物体(即使不是全部)都具有重量和轻量,他们似乎是在谈论另一个天界与宇宙以及另一些物体,而不是在谈论感觉事物。至于那些因为公理以及整个全称命题根本不适用于感觉事物而把数分离出来的人,这确实迎合了他们的心灵,劝导他们去主张存在分离的数和分离的数学对象。但这毫无必然性:因为关于公理和全称命题所说的话虽然是真实的,但关于它们也同样被说道,它们并不在感觉事物之中,而是在纯粹的思想中具有其存在。因此,绝无必然性因这些而把数立为分离的。他说,如果因为普遍者不在感觉事物中,他们就分离数和量度,那么反对他们的我们的论证就会说出相反的话;他接着说:既然数绝不存在于感觉事物之中,为何它们的属性却在它们之中呢?因为如果由于普遍者不属于感觉事物就必须分离数,那么由于数的属性存在于这些事物中,数就不应当被分离。

§14.11

"Εἰσὶ δέ τινες, οἳ τὰ πέρατα καὶ ἔσχατα τὴν στιγμὴν γραμμῆς ταύτην δὲ ἐπιπέδου." Εἰσί τινες, φησίν, οἳ τὰ πέρατα τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου καὶ τοῦ σώματος οἴονται τοιαύτας φύσεις εἶναι, τουτέστιν οὐσίας καὶ εἴδη χωριστὰ καὶ καθ’ αὑτά. καὶ αἰτιᾶται αὐτοὺς λέγων ὅτι πέρατα μὲν τὰ σημεῖα τῆς γραμμῆς καὶ αὕτη τοῦ ἐπιπέδου καὶ τοῦτο τοῦ σώματός εἰσιν, οὐσίαι δὲ οὔτε εἰσὶν οὔτε πολλῷ πλέον χωρισταὶ οὐσίαι. εἰ γὰρ τῆς γραμμῆς πέρας οὐσία καὶ ἰδέα, ἔσται καὶ τὸ τῆς βαδίσεως καὶ ὅλως κινήσεως πέρας τόδε τι καὶ οὐσία καὶ ἰδέα. ἀλλ’ ἄτοπον, ὁπότε μηδὲ τὴν κίνησιν οὐσίαν δυνάμεθα λέγειν. ὅμως, φησίν, εἰ καὶ δοίημεν οὐσίας εἶναι τὰς στιγμὰς καὶ γραμμὰς καὶ ἐπίπεδα, τῶνδε τῶν αἰσθητῶν καὶ ἐν τούτοις ἔσονται, ἀλλ’ οὐ καθ’ αὑτά· ἐπὶ τούτων γὰρ ὁ λόγος εἴρηκε, τουτέστιν ἐπὶ τούτων γὰρ τῶν ἐπιπέδων καὶ γραμμῶν ὁ λόγος εἴρηκέ τε καὶ ἔδειξε. διὰ τί οὖν χωριστά ἐστιν; ἤτοι οὐκ ἔστι χωριστά· ἢ τὸ ‘διὰ τί οὖν χωριστά ἐστιν;’ ἀντὶ τοῦ πῶς χωριστά ἐστιν, ἔδειξεν ὁ λόγος·3 ἔδειξε δὲ ὅτι τῇ ἐπινοίᾳ.

“有些人则把界限和极限——点作为线的,而线作为面的[极限]……” 他说,有些人认为线、面和物体的界限就是这样的本性,即分离且自身存在的实体和形式。他指责他们说:点固然是线的界限,线是面的界限,面是物体的界限,但它们不是实体,更绝不是分离的实体。因为如果线的界限是实体和理念,那么行走的界限、乃至整个运动的界限也就会是某个具体之物、实体和理念了。但这是荒谬的,因为我们甚至都不能把运动称为实体。然而他说,即使我们承认点、线、面是实体,它们也属于这些感觉事物且存在于它们之中,而非自身独立存在;因为论证谈论的就是这些,也就是说,论证谈论并证明的就是这些面和线。那么,它们为什么是分离的呢?要么它们根本不是分离的;要么“那么它们为什么是分离的?”是用来代替“论证已经指明了它们如何是分离的”,即它指明了它们在思想中是分离的。

语法注3 条
  1. 14.10εἶναι μὲν τὰ αἰσθητά (ταῦτα γὰρ εἶπε νῦν ὄντα) ἀριθμοὺς ἐποίἦσαν

    动词 ἐποίησαν(原文中误作 ἐποίἦσαν)支配不定式 εἶναι 和宾格补足语 ἀριθμούς,构成“使/认为感觉事物成为数”的结构。括号中的 ταῦτα γὰρ εἶπε νῦν ὄντα 是注疏者的补充说明,指出亚里士多德所说的 τὰ ὄντα 即指感觉事物。

  2. 14.10τῶν δὲ χωριζόντων τὸν ἀριθμὸν διὰ τὸ τὰ ἀξιώματα ... τούτων δὴ τοῦτο σαίνει τὴν ψυχήν

    句首的属格分词短语 τῶν δὲ χωριζόντων ... 在主句中由指示代词属格 τούτων 复指,充当动词 σαίνει 的宾语 τὴν ψυχήν 的领属定语(“至于那些分离数的人,正是这一点取悦/诱惑了他们的心灵”)。

  3. 14.11ἀντὶ τοῦ πῶς χωριστά ἐστιν, ἔδειξεν ὁ λόγος

    介词短语 ἀντὶ τοῦ 引导对前文直接引语疑问句 διὰ τί οὖν χωριστά ἐστιν; 的转义解释,表明“那么它们为何是分离的?”这一说法被用来代指“论证指明了它们是如何分离的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:813.34-815.18