← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§810.37-812.2

偶性质料的不可分离性与多数性的解释

亚历山大解释了颜色和滋味的质料不可与实体分离,论证了解释实体的多数性需要形式与潜能上的质料,并就偶性多数性的疑难提出了两种解读方式,即可视为单一连贯的论证,亦可划分为两个不同的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.8#2

οὔτε γὰρ ἡ ὕλη τῶν χρωμάτων (ἔστι δὲ ἡ ἐπιφάνεια τοῦ διαφανοῦς· αὕτη γὰρ ὁτὲ μὲν λευκὴ ὁτὲ δὲ μέλαινα ὑπὸ τοῦ κινοῦντος γίνεται, ὡς ἐν τῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν δείκνυται), οὔτε οὖν ἡ τῶν χρωμάτων ὕλη χωριστὴ τῶν οὐσιῶν1 ἐστιν οὔτε ἡ τῶν χυμῶν (ἔστι δὲ ἡ τοῦ ὕδατος ὑγρότης· αὕτη γὰρ μιγνυμένη μετὰ τοῦ ξηροῦ, ὡς καὶ τοῦτο ἐν τῷ Περὶ αἰσθήσεως δείκνυται, καὶ συμπεττομένη ὑπὸ τοῦ θερμοῦ τοὺς χυμοὺς ἀπογεννᾷ) οὔτε ἄλλη τις τῶν συμβεβηκότων ὕλη χωριστὴ τῶν οὐσιῶν. συγχωρήσας οὖν τῷ λέγοντι λόγῳ πολλὰς τὰς οὐσίας διὰ τὸ ἐκ τοῦ ἀνίσου γίνεσθαι, καὶ εἰπὼν ὅτι περὶ δὲ τῶν συμβεβηκότων ἀπορήσειεν ἄν τις πῶς πολλά, καὶ λύσας τὴν ἀπορίαν, λέγει ὅτι ἐπὶ δὲ τῶν τόδε τι ἔχει τινὰ λόγον,2 δυνάμει λέγων ὅτι ἐπὶ μὲν τῶν συμβεβηκότων οὐδεμία τοῦ λοιποῦ ἀπορία πῶς πολλά, ἐπὶ δὲ τῶν τόδε τι ἤτοι ἐπὶ τῶν οὐσιῶν ἔχει τινὰ λόγον καὶ ἀπορίαν πῶς πολλαὶ αἱ οὐσίαι· οὐ γὰρ ὑγιὴς ἡ τοῦ Πλάτωνος λύσις τὸ ἄνισον αἰτιωμένου. ἀπορίαν οὖν ἔχει πῶς πολλὰ τὸ τόδε τι καὶ ἡ οὐσία ἐστίν, εἰ μὴ θήσομεν εἶναι καὶ τὸ τόδε τι εἶδός τι καὶ φύσιν τινά, δηλονότι ὕλην τοιαύτην, ἤτοι δυνάμει οὖσαν τὸ εἶδος. ἄπορον οὖν οὕτως καὶ ἄλυτον πῶς πολλαὶ αἱ οὐσίαι, εἰ μή τις ὁμολογήσειεν ὡς ἔστι καὶ εἴδη καὶ ὕλη δυνάμει οὖσα τὰ εἴδη. εἰ δέ τις ὁμολογήσειεν ὡς ἔστι τὸ τόδε τι οἷον εἶδος καὶ φύσις τις τοιαύτη, ἤτοι ὕλη δυνάμει οὖσα τὰ εἴδη, οὐδεμία ἀπορία· ἡ γὰρ ὕλη δυνάμει οὖσα τὰ εἴδη ἀλλοιουμένη πως καὶ δεχομένη ταῦτα παρέχει ταῖς οὐσίαις τὸ εἶναι πολλαῖς. τὸ δὲ αὕτη δέ ἐστιν ἐκεῖθεν μᾶλλον ἡ ἀπορία οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν ‘ἡ ζητοῦσα ἀπορία διὰ τίνα αἰτίαν πολλαί εἰσιν ἐνεργείᾳ οὐσίαι ἐκεῖθεν γέγονε. πόθεν; ἐκ τοῦ μὴ λέγειν ὕλην καὶ εἶδος, ἀλλ’ ἓν καὶ ἄνισον’. ἢ οὖν οὕτως ὡς εἴρηται ἀκουστέον τοῦ ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν ἔχει τινὰ ἀπορίαν καὶ τὸ συνεχὲς τούτῳ, ἢ μεριστέον εἰς δύο ἀπορίας3 καὶ ῥητέον ‘ἐπὶ μὲν οὖν τῶν συμβεβηκότων ἔχει τινὰ ἀπορίαν πῶς πολλὰ ποιὰ καὶ πολλὰ ποσὰ εἶναι ἐνδέχεται λέγειν· ἀπορήσειε δ’ ἄν τις τοῦτο διὰ τί; διὰ τὸ μὴ ἔχειν ὕλην, ἥτις δυνάμει οὖσα τὰ συμβεβηκότα πολλὰ εἶναι ταῦτα ποιήσει. ἄλλην δὲ ἀπορίαν πάλιν ἀπορήσειέ τις περὶ αὐτῶν, καὶ ταύτην διὰ τί; διότι μὴ χωριστὰ ὄντα τῶν οὐσιῶν συμβαίνει τὸ ὑποκείμενον αὐτοῖς καὶ ἕν τι γίνεσθαι καὶ πολλά· εἰ γὰρ ἄλλο ἡ οὐσία καὶ ἄλλο τὸ ποσὸν καὶ ἄλλο τὸ ποιόν, ἔστι δὲ ὁ Σωκράτης καὶ οὐσία καὶ λευκὸς καὶ δίπηχυς, φέρε εἰπεῖν, ἔσται καὶ εἷς καὶ πολλά’. τούτων δὴ τῶν δύο ἀποριῶν τῆς μὲν προτέρας ἀπορίας λύσιν ἐπακτέον τὸ καίτοι δεῖ γέ τινα ὕλην εἶναι ἑκάστῳ γένει, τῆς δὲ δευτέρας τῆς λεγούσης ὅτι ὁ Σωκράτης καὶ εἷς ἐστι καὶ πολλά, τὴν λύσιν ἔχεις, ὦ φιλότης, ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως· ἐκεῖ γὰρ ὅτε τὸν Παρμενίδην καὶ τὸν Μέλισσον ἤλεγχεν, εἴρηκεν ὡς οὐδὲν κωλύει τὸ αὐτὸ καὶ ἓν τῷ μὲν ὑποκειμένῳ ἓν εἶναι, τῷ λόγῳ δὲ πολλά.

因为既非颜色的质料(它就是透明者的表面——因为这表面在推动者的作用下有时变白,有时变黑,正如在《论感觉及其对象》中所证明的那样)——因此,既非颜色的质料可与实体分离,亦非滋味的质料可与实体分离(它就是水的湿性——因为这种湿性与干燥者相混合,正如这在《论感觉》中亦被证明的那样,并在热的作用下被一同熟化,从而产生滋味),亦非偶性的任何其他质料可与实体分离。因此,在向主张实体由于出于不相等者生成因而为多的说法作出让步之后,并且在说过了就偶性而言人们可能会疑难它们如何为多,并解决了这一疑难之后,他说“而在‘这个’上则包含着某种理由”,其潜在的意思是说:就偶性而言,今后对于它们如何为多已毫无疑难,但在“这个”上、亦即在实体上,对于实体如何为多则包含着某种理由和疑难;因为柏拉图将原因归于不相等者的解决办法是不健全的。因此,如果我们不假定“这个”既是某种形式又是某种自然——显然是这样一种质料,亦即在潜能上是形式的质料——那么“这个”与实体如何为多就包含着疑难。因此,若非有人承认既存在形式,又存在在潜能上是诸形式的质料,那么实体如何为多在这样一种情况下便是疑难且不可解的。但若有人承认“这个”好比是一种形式和某种如此的自然、亦即在潜能上是诸形式的质料,则毫无疑难;因为质料在潜能上是诸形式,它在某种程度上发生变质并接受这些形式,便赋予了实体以其为多。至于“然而这一疑难更多是出于那里的”这一用语,其附加的方式就仿佛他在说:“探究实体出于何种原因在现实上为多的这一疑难,是从那里产生的。从哪里?从不谈论质料与形式,而谈论一与不相等者而来。”因此,要么必须如前所述来理解“就其他范畴而言包含着某种疑难”及其接续的文句,要么必须将其划分为两个疑难而说:“就偶性而言,在如何可能说存在许多性质和许多数量上包含着某种疑难;但人们会因何而疑难于此?由于它们不具有这样一种质料——即质料在潜能上是偶性因而能使它们成为多。而人们又会关于它们产生另一个疑难,这又是因何而起?因为它们不与实体分离,结果导致它们的底层既生成为一又生成为多;因为如果实体是一回事,数量是另一回事,性质又是另一回事,并且姑且说苏格拉底既是实体,又是白的,又是两肘长的,那么他既将是一,也将是多。”在这两个疑难中,对于前一个疑难的解决,应当应用“然而对于每个类而言至少必须存在某种质料”;而对于主张苏格拉底既是一又是多的第二个疑难,朋友啊,你在《物理学》第一卷中便持有其解决;因为在那里,当他反驳巴门尼德和麦里梭时,他已经说过,毫无妨碍同一且单一的事物在底层上是一,但在定义上是多。

语法注3 条
  1. 14.8οὔτε οὖν ἡ τῶν χρωμάτων ὕλη χωριστή ἐστιν τῶν οὐσιῶν

    由于在句首的 οὔτε γὰρ ἡ ὕλη τῶν χρωμάτων 之后插入了较长的插入句(ἔστι δὲ... δείκνυται),因此通过 οὔτε οὖν 对主句的 οὔτε 结构进行了复取(resumptive)。整体排比结构为:οὔτε οὖν ἡ τῶν χρωμάτων... οὔτε ἡ τῶν χυμῶν... οὔτε ἄλλη τις... χωριστή ἐστιν。

  2. 14.8λέγει ὅτι ἐπὶ δὲ τῶν τόδε τι ἔχει τινὰ λόγον

    短语 ἐπὶ δὲ τῶν τόδε τι ἔχει τινὰ λόγον 引用自亚里士多德原文(Metaph. N 2, 1089b24–25)。亚历山大将其引入以说明:偶性上已无疑难,但在实体(‘这个’)上仍存有疑难。虽然 λόγος 在此既可理解为“理由/说明”,亦可指“疑难(ἀπορία)”,但正如其后的解释 δυνάμει λέγων ὅτι... ἔχει τινὰ λόγον καὶ ἀπορίαν 所示,亚历山大兼顾了这两种含义。

  3. 14.8ἢ οὖν οὕτως ὡς εἴρηται ἀκουστέον... ἢ μεριστέον εἰς δύο ἀπορίας

    由 ἢ ... ἤ 引导的二选一阐释结构。动词性形容词 ἀκουστέον 与 μεριστέον / ῥητέον 作非人称使用,将前文所述的解读(将论证视为单一连贯的过程)与另一种解读(将偶性的疑难拆分为关于“质料缺失”与“底层的一与多”这两个独立的疑难)相对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:810.37-812.2