- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:812.3-812.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了亚里士多德在1089b32处提出的关于“实体与数量是否同一”的二难困境,论证了在柏拉图的学说中,无论作何选择,都无法解释实体的多数性,或者会导致实体沦为偶性的荒谬结论。
" Ἀλλὰ μὴν καὶ εἰ μὴ ταὐτόν ἐστι τὸ τόδε καὶ ποσόν, οὐ λέγεται πῶς καὶ διὰ τί πολλὰ τὰ ὄντα." Τὸ τόδε, ὡς πολλάκις εἴρηται, ἀντὶ οὐσίας τῷ Ἀριστοτέλει λαμβάνεται. τοῦ Πλάτωνος δὲ τὰς ἰδέας, ἃς καὶ οὐσίας καλεῖ, καὶ μᾶλλον οὐσίας, ἀριθμοὺς λέγοντος, τῶν δὲ ἀριθμῶν ποσῶν ὄντων, καὶ διὰ τούτου συναγομένου τοῦ τὰς οὐσίας εἶναι ποσά1 (εἰ γὰρ αἱ ἰδέαι ἤτοι αἱ οὐσίαι ἀριθμοί, οἱ δὲ ἀριθμοὶ ποσά, δῆλον τὸ συμπέρασμα), ἐρωτᾷ ὁ δαιμόνιος Ἀριστοτέλης, πότερον διαφέρει ἡ οὐσία τοῦ ποσοῦ ἢ ἡ αὐτή ἐστι τῷ ποσῷ. εἰ μὲν οὖν μή ἐστιν ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ ἀλλ’ ἑτέρα καὶ διάφορος, οὐ λέγεται οὐδὲ ἐζήτηται αὐτοῖς πῶς πολλαὶ αἱ οὐσίαι (ταύτας γὰρ εἶπεν ὄντα), ἀλλὰ τοῦτο ἐζήτηται πῶς πολλὰ ποσά. εἰ γὰρ ζητοῦσι πῶς πολλὰ ὑπέστη ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος τὸ πλῆθος τὸ ἐν τοῖς ἀριθμοῖς, οἱ δὲ ἀριθμοὶ ποσά, τὸ δὲ ποσὸν ἕτερον τῆς οὐσίας, οὐδὲν ἄλλο ζητοῦσιν ἢ πῶς ὑπέστη ποσὰ πολλά, πῶς δὲ πολλαὶ οὐσίαι οὐδαμῶς. εἰ δέ ἐστιν ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ καὶ ἀδιάφορος, ζητεῖται μὲν καὶ λέγεται πῶς πολλαὶ αἱ οὐσίαι, ὑπομένει δὲ πολλὰς ὁ τοῦτο λέγων ἐναντιώσεις. πρῶτον μὲν γὰρ ἔσται ἡ οὐσία συμβεβηκός· εἰ γὰρ ἡ οὐσία ἡ αὐτὴ τῷ ποσῷ, τὸ δὲ ποσὸν συμβεβηκός, ἡ οὐσία ἄρα συμβεβηκός. ἔπειτα ὡς μὲν οὐσία ἔσται ὑποκείμενον, ὡς δὲ ποσὸν καὶ συμβεβηκὸς ἐν ὑποκειμένῳ. καὶ ὅλως ἐναντιοῦται τοῖς ἐναργέσιν. εἰπὼν δὲ πᾶς ἀριθμὸς ποσόν, καὶ ἡ μονὰς ἐφιστάνει καλῶς λέγων,2 εἰ μὴ ἄρα ἡ μονὰς οὐ ποσόν, διότι μέτρον ἀριθμοῦ καὶ διότι κατὰ ποσὸν ἀδιαίρετος, ἀλλ’ ὅ γε ἀριθμὸς ἐξ ἀνάγκης ποσόν ἐστιν.
“然而此外,即使‘这个’与数量不是同一个东西,也没有说明存在者如何以及为何为多。” 正如屡次说过的,“这个”在亚里士多德看来是用来代替实体的。既然柏拉图说理念(他也称其为实体,并且更是实体)是数,而数是数量,由此推得实体是数量(因为如果理念亦即实体是数,而数是数量,结论就是显而易见的),神妙的亚里士多德便发问:实体究竟是不同于数量,还是与数量相同?因此,如果实体与数量不同,而是另一回事且有差异,那么他们既没有说明,也没有探究实体如何为多(因为他把这些实体称为“存在者”),而是探究了这一点:数量如何为多。因为如果他们探究数中的多数性如何从一和不定二元生成为多,而数是数量,数量又与实体不同,那么他们探究的无非是许多数量如何生成,而绝不是许多实体如何生成。但如果实体与数量相同且毫无分别,实体如何为多固然得到了探究和说明,但这样说的人却要承受许多矛盾。因为首先,实体将是偶性;因为如果实体与数量相同,而数量是偶性,那么实体也就是偶性。其次,作为实体它将是基体,但作为数量和偶性它又将在基体之中。并且这总的说来是与明摆着的事实相冲突的。而在说了“一切数都是数量,单元亦然”之后,他又恰切地提醒说,即便单元由于是数的度量且在数量上不可分因而并非数量,至少数也必然是数量。
- 14.9τοῦ Πλάτωνος δὲ τὰς ἰδέας, ἃς καὶ οὐσίας καλεῖ, καὶ μᾶλλον οὐσίας, ἀριθμοὺς λέγοντος, τῶν δὲ ἀριθμῶν ποσῶν ὄντων, καὶ διὰ τούτου συναγομένου τοῦ τὰς οὐσίας εἶναι ποσά
这是一个在主句主语和动词(ἐρωτᾷ ὁ δαιμόνιος Ἀριστοτέλης)之前由三个表示原因的独立属格从句(τοῦ Πλάτωνος... λέγοντος、τῶν δὲ ἀριθμῶν ποσῶν ὄντων 及 καὶ διὰ τούτου συναγομένου τοῦ...)连接而成的句式,通过属格连缀交代了三段论的前提与结论。
- 14.9εἰπὼν δὲ πᾶς ἀριθμὸς ποσόν, καὶ ἡ μονὰς ἐφιστάνει καλῶς λέγων
分词 εἰπὼν 直接以亚里士多德的原文短语(πᾶς ἀριθμὸς ποσόν, καὶ ἡ μονάς)作为宾语,修饰主句省略的主语(亚里士多德),后接主要动词 ἐφιστάνει(提醒、留意)和伴随分词短语 καλῶς λέγων。
