← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§810.1-810.37

偶性的复多性与各类固有质料

针对亚里士多德《形而上学》1089b20关于不应仅探究单一范畴内之物的批评,亚历山大重构了一段关于偶性在不可脱离底层质料时如何为多的晦涩省略文本,并解释了通过各类事物特有的(但不脱离实体的)质料来解决偶性复多性的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.8#1

" Πολύ τε μᾶλλον, ὥσπερ ἐλέχθη, εἰ ἐζήτει πῶς πολλὰ τὰ ὄντα, μὴ τὰ ἐν τῇ αὐτῇ κατηγορίᾳ ζητεῖν.1" Πολὺ κάλλιον ἦν, φησί, ζητεῖν μὴ πῶς πολλὰ τὰ ὄντα τὰ ἐν τῇ αὐτῇ καὶ μιᾷ κατηγορίᾳ περιοριζόμενα, οἷον τὰ ἐν τῇ οὐσίᾳ, τὰ ἐν τῷ ποσῷ, ἀλλ’ ἁπλῶς ζητεῖν περὶ πάντων τῶν ὄντων, οὐσιῶν παθῶν, ἤτοι ποιῶν ποσῶν πρός τι, πῶς ἕκαστον τούτων πολλά ἐστι. τοῦτο εἰπὼν λέγει ἐπὶ μὲν οὖν τῶν ἄλλων κατηγοριῶν, ἤτοι τῶν συμβεβηκότων, ἔχει καὶ ἄλλην τινὰ ἐπιστασίαν καὶ ἀπορίαν πῶς πολλά εἰσιν. ἀσάφειαν δὲ πολλὴν ἐνεποίησεν ἐπεμβαλών τινα μεταξὺ καὶ ἐλλιπῶς ἀπηγγελκὼς τὰ ἐπεμβληθέντα. εἴη δ’ ἂν οἶμαι τὸ ἑξῆς τῆς λέξεως τοιοῦτον. ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν ἔχει καὶ ἄλλην ἐπιστασίαν καὶ ἀπορίαν, πῶς πολλὰ ποσὰ καὶ πολλὰ ποιὰ εἶναι δυνατὸν λέγειν, διὰ τὸ μὴ χωριστὰ εἶναι τῶν ὑποκειμένων. εἶτα συναπτέον τούτοις τὸ τῷ τὸ ὑποκείμενον2 πολλὰ γίνεσθαι καὶ εἶναι, καὶ προσυπακουστέον τοῦ τῷ λόγῳ γὰρ τῷ ἐκ τοῦ ἀνίσου καὶ τοῦ ἑνὸς συγκεχωρήσθω ἡμῖν νῦν ἀληθῆ λέγειν· ἵν’ ᾖ ἡ λέξις τοιαύτη ‘τῷ γὰρ λόγῳ τῷ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι τὸ ὑποκείμενον, ἤτοι τῷ λόγῳ τῷ πολλὰς καὶ γίνεσθαι καὶ εἶναι οὐσίας ἐκ τοῦ ἀνίσου καὶ τοῦ ἑνὸς λέγοντι συγκεχωρήσθω νῦν ἡμῖν ὡς ἀληθῆ λέγει.’ ἔστιν οὖν ἡ σύμπασα λέξις (ῥητέον γὰρ καὶ πάλιν αὐτήν, ὅτι λίαν μεμελάνωται) τοιαύτη· ἐπὶ μὲν τῶν ἄλλων κατηγοριῶν τῶν παρὰ τὴν οὐσίαν ἔχει καὶ ἄλλην τινὰ ἐπιστασίαν καὶ ἀπορίαν, πῶς πολλὰ ποσὰ καὶ πολλὰ ποιὰ εἶναι δυνατὸν λέγειν, διὰ τὸ μὴ χωριστὰ εἶναι τῶν ὑποκειμένων· τῷ γὰρ λόγῳ τῷ πολλὰς καὶ γίνεσθαι καὶ εἶναι οὐσίας ἐκ τοῦ ἑνὸς καὶ τοῦ ἀνίσου λέγοντι συγκεχωρήσθω νῦν ἡμῖν ὡς ἀληθῆ λέγει. ἀλλὰ τὸ μὲν τῆς λέξεως οἶμαι τοιοῦτον. εἴη δ’ ἂν καὶ τὸ λεγόμενον τοιοῦτον. τῷ μὲν λόγῳ τῷ γεννῶντι καὶ ποιοῦντι τὰς οὐσίας πολλὰς συγχωρήσειεν ἴσως ἄν τις, ἐπὶ δὲ τῶν συμβεβηκότων ἀπορήσειεν ἄν, πῶς οὐκ ὄντα τῶν ὑποκειμένων χωριστὰ μηδὲ ἔχοντα ὕλην, ἥτις δυνάμει οὖσα τὰ συμβεβηκότα κατὰ τὴν αὑτῆς μεταβολὴν τὰ συμβεβηκότα πολλὰ τοιαῦτα ποιήσει, ὅμως πολλά εἰσιν. εἰ μὲν γὰρ εἶχον ὕλην, δυνατὸν λέγειν ὅτι ἐκ τῆς ὕλης τῆς μὴ οὔσης μὲν δυναμένης δὲ γενέσθαι χρῶμα γέγονε χρῶμα, ὁμοίως καὶ ἐπὶ ποσοῦ καὶ ἐπὶ τῶν ἄλλων, νῦν δὲ τούτου μὴ ὄντος ἄπορον πῶς πολλά ἐστι τὰ συμβεβηκότα. ταύτην δὲ λύων οὕτως τὴν ἀπορίαν λέγει καίτοι δεῖ γε ὕλην τινὰ εἶναι ἑκάστῳ γένει, τουτέστιν ἀνάγκη δὲ λέγειν ὅτι καὶ τὰ συμβεβηκότα ὕλην ἔχει, ἐξ ἧς δυνάμει οὔσης τὰ συμβεβηκότα γίνεται καὶ πολλά ἐστι, πλήν, φησίν, οὐ χωριστὴν τῶν οὐσιῶν.3

“并且远更为应当的是,正如已经说过的,如果他在探究存在者如何为多,就不应当探究同一范畴之中的东西。” 他说,远为优越的做法是,不要去探究限定在同一种且唯一种范畴之中的存在者如何为多(例如实体之中的东西,数量之中的东西),而是应当直接就一切存在者、实体与受动性质(亦即性质、数量、关系概念)进行探究,探究这其中的每一者如何为多。在说了这番话之后,他说:就其他范畴、亦即偶性而言,它们如何为多还包含着某种进一步的审查与疑难。但他[亚里士多德]由于在其中插入了若干内容,且对所插入的内容表述得有所缺漏,从而造成了极大的晦涩。我想,这段字句的连贯次序应当是这样的:“就实体之外的其他范畴而言,由于它们不可与底层质料分离,因而在如何可能说存在许多数量和许多性质这一问题上,还包含着进一步的审查与疑难。”随后必须将“由于底层质料生成为多并且是多”连接于这些字句,而且还必须补读出“因为对于出于不相等者与一的说法,现在姑且由我们准许其说的是真话”,以便字句成为:“因为对于底层质料既生成为多并且是多的说法——亦即对于主张实体出于不相等者与一而既生成为多并且是多的说法——现在姑且由我们准许其所说为真。”因此,整段字句(因为字句已被弄得极其晦暗,所以必须再次加以陈述)如下:“就实体之外的其他范畴而言,由于它们不可与底层质料分离,因而在如何可能说存在许多数量和许多性质这一问题上,包含着某种进一步的审查与疑难;因为对于主张实体出于一与不相等者而既生成为多并且是多的说法,现在姑且由我们准许其所说为真[但对于其他范畴则不然]。”我想字句的情况大致如此。而所表达的含义也应当是这样的:对于生成实体并使实体为多的说法,或许有人会予以准许;但在偶性上,人们却会产生疑难:由于它们既不与基体分离,也不具有这样一种质料——即质料在潜能上是这些偶性,并能依照其自身的变化使偶性成为如此众多的东西——它们究竟如何仍然是多的。因为如果它们拥有质料,便可以说颜色是出于本身虽非颜色但能生成为颜色的质料而生成的,对于数量及其他范畴同样如此;但如今由于没有这种[分离的]质料,偶性如何为多就成了疑难。而在如此解决这一疑难时,他说:“然而,对于每个类而言至少必须存在某种质料”,也就是说,必须说明偶性也拥有质料,偶性出于在潜能上存在的〔这质料〕而生成并且是多的,“只是,”他说,“[这种质料]不可与实体分离”。

语法注3 条
  1. 14.8μὴ τὰ ἐν τῇ αὐτῇ κατηγορίᾳ ζητεῖν

    引文(引理)中的不定式 ζητεῖν 并不直接从属于条件连词 εἰ,而是充当省略了主句(如 πολὺ κάλλιον ἦν 等非人称评价结构)的归结式、表示应当或规范。否定词使用 μή 而非 οὐ 正体现了该不定式所带有的情态与规范意味。

  2. 14.8τῷ λόγῳ τῷ πολλὰ καὶ γίνεσθαι καὶ εἶναι τὸ ὑποκείμενον

    与格短语 τῷ λόγῳ... 作为后续被动命令式 συγκεχωρήσθω(“让……被准许/承认”)的宾语(与格补足语)。注解者在此补充重构了亚里士多德原文极度简省的交错结构,以厘清其让步从句的语法骨架(“即使准许该说法……”)。

  3. 14.8πλήν, φησίν, οὐ χωριστὴν τῶν οὐσιῶν

    连词 πλήν 引出的阴性宾格形容词 οὐ χωριστήν 在性和格上与前文中的 ὕλην(受非人称结构 δεῖ... ὕλην τινὰ εἶναι 支配的宾格主语)保持一致,修饰省略了谓语动词的质料概念,意为“[但这种质料]不可与实体相分离”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:810.1-810.37