← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§808.25-809.39

批判将不等与关系视作复多之因及论质料

注疏者阐释了亚里士多德对柏拉图主义者的批评:批评他们将关系概念(不相等者、大与小)当作实体复多的原因,却未探究关系范畴本身何以为多;并指出亚里士多德认为各范畴潜能上的存在与质料才是导致复多的真正原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.7#2

εἰπὼν δὲ ταῦτα ἐπιφέρει ὅτι ἡ παρέκβασις ἤτοι τὸ παρεκβῆναι καὶ καταλιπεῖν καὶ μὴ ζητῆσαι διὰ τίνα ποτὲ αἰτίαν εἰσὶ πολλοὶ χυμοὶ καὶ χρώματα, πεποίηκεν αὐτοὺς τὸ πρός τι (καὶ σαφηνίζων τί ἐστιν ὅπερ εἴρηκε πρός τι ἐπήγαγε καὶ τὸ ἄνισον) τοῦ εἶναι οὐσιῶν πλῆθος αἴτιον λέγειν, ἀλλὰ καὶ τὸ βούλεσθαι1 τὴν τῶν ὄντων γένεσιν ἐκ τῶν ἐναντίων εἶναι. βουλόμενοι γὰρ τὴν γένεσιν ἐκ τῶν ἐναντίων ποιεῖν, καὶ λέγοντες ὅτι τὸ εἰδικὸν αἴτιον τὸ ἓν καὶ τὸ ὄν ἐστιν, ἐζήτουν τί ποτέ ἐστι τὸ ἀντικείμενον ὡς τὰ ἐναντία τῷ ἑνὶ καὶ τῷ ὄντι, ἵνα ἐκ τούτων τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τῶν ἀντικειμένων τούτοις εἴη τὰ ὄντα. καὶ ζητοῦντες ἀπερισκέπτως εἰρήκασιν ὅτι τὸ ἀντικείμενον τῷ ἑνὶ καὶ τῷ ὄντι ὡς τὰ ἐναντία τὸ ἄνισόν ἐστιν, ὅπερ ἄνισον οὔτε ἐναντίον ἐστὶ τῷ ἑνὶ καὶ τῷ ὄντι οὔτε ἀπόφασις αὐτῶν· τοῦ γὰρ ἑνὸς ἀπόφασις τὸ οὐχ ἓν ἀλλ’ οὐ τὸ ἄνισον, ὁμοίως καὶ τοῦ ὄντος τὸ οὐκ ὄν· ὥστε εἰ πᾶν τὸ γενόμενον ἢ ἐκ τοῦ ἐναντίου αὐτῷ ἢ τοῦ μεταξὺ ἢ ἐκ τῆς οἰκείας ἀποφάσεως γίνεται, τὸ δὲ ἄνισον οὔτε ἐναντίον οὔτε ἀπόφασις τοῦ ἑνὸς καὶ τοῦ ὄντος, ψεῦδος τὸ λέγειν ὅτι διὰ τὸ ἐκ τοῦ ἑνὸς καὶ τοῦ ὄντος καὶ τοῦ ἀνίσου εἶναι τὰ ὄντα εἰσὶ πολλά. τὸ δὲ μία τε φύσις τῶν ὄντων εἴρηται ἀντὶ τοῦ ὥσπερ γὰρ τὸ τί ἤτοι ἡ οὐσία μία τε φύσις ἐστὶ καὶ κατηγορία τῶν ὄντων, ἄλλη δὲ τὸ ποσὸν καὶ ἄλλη τὸ ποιόν, οὕτω καὶ τὸ πρός τι. ἔδει οὖν ζητεῖν πῶς καὶ τὰ πρός τι πολλὰ καὶ οὐχ ἕν. εἰ γὰρ καὶ ὅτι μάλιστα συγχωρήσειέ τις ὅτι διὰ τὰ πρός τι ἤτοι τὸ ἄνισόν εἰσι πολλὰ τὰ ὄντα, ἀλλ’ οὐκ ἂν καὶ ἑαυτοῖς αἴτια εἴη τοῦ πολλὰ εἶναι. ἔδει οὖν ζητεῖν πῶς πολλὰ τὰ πρός τι. νῦν δὲ πῶς μὲν πολλαὶ μονάδες παρὰ τὸ πρῶτον ἕν (λέγων πρῶτον ἓν τὸ αὐτοέν) ζητεῖται τοῖς περὶ Πλάτωνα, πῶς δὲ πολλὰ ἄνισα παρὰ τὸ αὐτοάνισον καὶ ὅλως πῶς πολλὰ τὰ πρός τι οὐ ζητεῖται, καὶ ταῦτα χρωμένων καὶ ὁμολογούντων ὥς εἰσι πολλὰ τὰ πρός τι· τὸ γὰρ μέγα καὶ μικρόν, ἐξ ὧν τὰ μεγέθη ποιοῦσιν, ἄνισον, ἀλλὰ καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, ἐξ ὧν τοὺς ἀριθμούς, ἀλλὰ καὶ τὸ μακρὸν καὶ βραχύ, ἐξ ὧν τὸ μῆκος, ὁμοίως καὶ τὸ πλατὺ καὶ στενόν, ἐξ ὧν τὸ ἐπίπεδον, καὶ τὸ βαθὺ καὶ ταπεινόν, ἐξ ὧν τοὺς ὄγκους. ὅτι 〈δὲ〉 ἄνισά ἐστι καὶ πρός τι πλατὺ τὸ στενόν, τὸ βαθὺ τὸ ταπεινὸν καὶ τὰ λοιπὰ καὶ οὗτοι λέγουσι, καὶ οὐ μόνον ταῦτα ἀλλὰ καὶ ἄλλα πολλὰ εἴδη λέγουσι τοῦ πρός τι, ὧν τὴν αἰτίαν διὰ τί πολλά ἐστιν ἔδει αὐτοὺς ζητεῖν τε καὶ λέγειν. σὺ δέ, ὦ δαιμόνιε, τίνα φῂς αἰτίαν εἶναι2 τοῦ πολλὰ εἶναι τὰ πρός τι καὶ τὰ ἄλλα πάντα; ἤ, φησίν, ἀνάγκη ἐμὲ ὑποτίθεσθαί τε καὶ λέγειν ὅτι τὸ δυνάμει ὂν ἑκάστῳ, τουτέστι τὸ δυνάμει ποσὸν καὶ τὸ δυνάμει ποιὸν καὶ δυνάμει ὂν οὐσία καὶ ὅλως ἡ ἑκάστου ὕλη ἐστὶν αἰτία τοῦ πολλὰ εἶναι τὰ εἰρημένα. καὶ τοῦτο, φησί, καὶ ὁ Πλάτων ἐζήτησεν, εἰπὼν τί τὸ δυνάμει τόδε. καὶ σαφηνίζων τί σημαίνει τὸ τόδε, ἐπήγαγε τὸ καὶ οὐσία. ἐζήτησεν οὖν, φησί, καὶ ὁ Πλάτων τί ποτέ ἐστι τὸ δυνάμει ὂν οὐσία, μὴ ὂν δὲ καθ’ αὑτὸ τόδε τι, οἷον ἓν καὶ ὄν (οὐσίαν γὰρ καὶ κυρίως οὐσίαν τὸ ἓν καὶ τὸ ὂν ὁ Πλάτων ἐκάλει), καὶ ζητήσας, φησίν, ἀπεφήνατο ὅτι τὸ πρός τι. δέον δὲ εἰπεῖν ὅτι τὸ μέγα καὶ μικρὸν ἢ τὸ ἄνισον ἢ τὴν ἀόριστον δυάδα, εἶπεν ὅτι τὸ πρός τι, διὰ τὸ πάντα ταῦτα ὑπὸ τὸ πρός τι τετάχθαι. ἀπεφήνατο οὖν, φησίν, ὅτι τὸ πρός τι ἐστὶ τὸ δυνάμει ὂν οὐσία, ἤτοι τὸ ὂν καὶ τὸ ἕν, ὥσπερ εἰ εἶπεν ὅτι τὸ ποιόν· ὥσπερ γὰρ τὸ ποιὸν οὐκ ἔστι δυνάμει τὸ ὂν ἢ τὸ ἓν οὔτε ἀπόφασις τούτων, οὕτως οὐδὲ τὸ πρός τι οὔτε ἐναντίον ἐστὶ τῷ ἑνὶ καὶ τῷ ὄντι οὔτε ἀντίκειται αὐτοῖς ὡς ἀπόφασις, ἀλλ’ ἐστὶν ἓν τῶν γενικωτάτων γενῶν· ταῦτα γὰρ εἶπεν ὄντα.

在说了这些之后,他[亚里士多德]补充道:偏离——即偏离、放弃并且不去探究滋味和颜色究竟由于什么原因而为多——以及意图使存在者的生成出于相反者,使得他们[柏拉图主义者]把关系概念(并且为了阐明他所说的关系概念是什么,他补充了“以及不相等者”)说成是实体复多的原因。因为他们意图使生成出于相反者,并主张形式因是一和存在,于是他们便探究究竟什么是作为相反者与一和存在相对立的东西,以便存在者能出于这些东西——一与存在——以及与它们相对立的东西。而在探究中,他们不假思索地说,作为相反者与一和存在相对立的是不相等者;但这不相等者既不是一与存在的相反者,也不是它们的否定。因为一的否定是“非一”而不是不相等者,同样存在的否定也是“非存在”。因此,如果一切生成之物要么出于其相反者,要么出于中间者,要么出于其固有的否定而生成,而不相等者既不是一与存在的相反者,也不是它们的否定,那么,说存在者由于出于一、存在以及不相等者而为多,就是错误的。而“以及存在者的一种自然本性”这句话是用来替代这样的说法:因为正如“是什么”即实体是存在者的一种自然本性与范畴,数量是另一种,性质又是另一种,关系概念同样也是如此[是另一种自然本性与范畴]。因此,本应当探究关系概念如何也是多而不是一。因为即便有人极力承认存在者是由于关系概念即不相等者而为多,但它们对于自身而言却不可能也是成为多的原因。因此,本应当探究关系概念如何为多。但如今,在最初的一(所谓最初的一,他说的是自存的一)之外单位如何为多,是由柏拉图一派所探究的,而在自存的不等之外许多不相等者如何存在,以及一般而言关系概念如何为多,却没有被探究,尽管他们在使用并承认关系概念是多的。因为他们从中产生量度的大与小是不相等者,而且他们从中产生数的多与少、从中产生长度的长与短、同样从中产生平面的广与狭、从中产生立体(体积)的深与浅也是如此。而且他们自己也说,广[与]狭、深[与]浅以及其余诸项是不相等者和关系概念,并且他们不仅说了这些,还说了关系概念的许多其他种,他们本应当探究并说明这些种为何为多的原因。“但是你这位绝妙的人,你说关系概念以及其他一切事物为多的原因是什么呢?”“或者,”他[亚里士多德]说,“我必须假定并说明:在潜能上是各该事物的存在——即潜能上的数量、潜能上的性质和潜能上的实体,一般而言即各自的质料——正是上述诸事物为多的原因。”他说,柏拉图也曾探究过这一点,曾说“潜能上的这个是什么”;并且为了阐明“这个”意味着什么,他补充了“以及实体”。他说,因此柏拉图也曾探究过,究竟什么是潜能上的实体,而在自身上却不是某个这个(比如一和存在,因为柏拉图把一和存在称为实体,且称为严格意义上的实体)。他说,在探究之后,柏拉图断言它是关系概念。本应当说它是大与小、或不相等者、或不定二元,他却说了是关系概念,这是因为这一切都被归在关系概念之下。他说,因此他断言关系概念是潜能上的实体,亦即存在与一,这正如他说它是性质一样。因为正如性质既不是潜能上的存在或一,也不是它们的否定,关系概念同样既不是一与存在的相反者,也不是作为否定与它们相对立,而是最普遍的诸类之一;因为他把这些[最高类]称为存在者。

语法注2 条
  1. 14.7ἡ παρέκβασις ἤτοι τὸ παρεκβῆναι καὶ καταλιπεῖν καὶ μὴ ζητῆσαι διὰ τίνα ποτὲ αἰτίαν εἰσὶ πολλοὶ χυμοὶ καὶ χρώματα, πεποίηκεν αὐτοὺς τὸ πρός τι ... αἴτιον λέγειν, ἀλλὰ καὶ τὸ βούλεσθαι

    主要动词 πεποίηκεν 的主语是由 ἀλλὰ καί 连接的阴性名词短语 ἡ παρέκβασις 与中性冠词不定式短语 τὸ βούλεσθαι,动词在数上与靠近的前一主语保持单数一致。此外,πεποίηκεν 用作使役动词,αὐτούς 为不定式 λέγειν 的逻辑主语,λέγειν 带双宾格结构:直接宾语 τὸ πρός τι 与宾语补足语 αἴτιον。

  2. 14.7σὺ δέ, ὦ δαιμόνιε, τίνα φῂς αἰτίαν εἶναι

    这是引入假想反驳者提问的拟人修辞(apostrophe)。接下来的 ἤ, φησίν, ἀνάγκη ἐμὲ ὑποτίθεσθαί... 则被注疏者解释为亚里士多德本人对该问题的回答及正面观点的阐述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:808.25-809.39