- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:807.12-808.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德在Bekker 1089a31对柏拉图的批评进行注解,指出柏拉图将“存在者何以为多”的探究局限于实体(数与量度)而忽略了其他范畴,并阐明跨所有范畴使事物为多的真正原因乃是各自的质料与形式(依比例而言相同的本原)。
" Φαίνεται δὲ ἡ ζήτησις πῶς πολλὰ τὸ ὄν τὸ κατὰ τὰς οὐσίας λεγόμενον." Τοῦ Παρμενίδου ἓν τὸ ὂν καὶ ἀγέννητον ἀποφαινομένου, τοῦ δὲ Πλάτωνος τοῦτο μὴ ἀποδεχομένου, ἀλλὰ πολλὰ τὰ ὄντα λέγοντος καὶ τὴν αἰτίαν εἰπεῖν ζητοῦντος τοῦ ὅπως πολλά ἐστι τὰ ὄντα καὶ οὐχ ἕν, ὡς ὁ Παρμενίδης βούλεται, λέγει ὁ Ἀριστοτέλης1 ὅτι οὐ καθόλου περὶ παντὸς ὄντος τοῦ τε ἐν οὐσίᾳ τοῦ τε ἐν ποσῷ τοῦ τε ἐν ποιῷ ὄντος καὶ τοῖς λοιποῖς θεωρουμένου τὴν ζήτησιν ὁ Πλάτων ἐποιεῖτο πῶς τούτων ἕκαστον πολλά ἐστιν, ἀλλὰ μόνον τοῦτο ἐζήτει ὅτι πῶς τὸ ὂν τὸ ὡς οὐσία λεγόμενον πολλά ἐστιν, καὶ τὴν αἰτίαν τοῦ πῶς ἐζήτει, διὰ τί πολλαὶ οὐσίαι εἰσί, περὶ δὲ τῶν ἄλλων κατηγοριῶν οὐδένα λόγον ἐποιεῖτο, συντόμως ἐπήγαγεν εἰπὼν ἀριθμοὶ γὰρ καὶ μήκη τὰ γεννώμενά ἐστιν, ὃ ταὐτόν ἐστι τῷ ἃ γὰρ ἐκ τῶν ἀρχῶν τοῦ μεγάλου καὶ μικροῦ καὶ τοῦ ἀρχικοῦ ἑνὸς κατ’ αὐτοὺς γίνεται, ἀριθμοὶ καὶ μήκη καὶ σώματά εἰσιν, ἅπερ πάντα τά τε μήκη καὶ οἱ ἀριθμοὶ αἱ κυριώτατα καὶ πρώτως καὶ μάλιστα οὐσίαι, ὡς αὐτός φησιν, εἰσίν. ὥστε εἴπερ τὸ πολλὰ εἶναι τὰ ὄντα κατεσκεύαζε διὰ τοῦ γένεσιν τοῖς οὖσιν εἰσάγειν, τὴν δὲ γένεσιν ἐκ τοῦ μικροῦ καὶ μεγάλου καὶ τοῦ ἑνὸς ἐποίει, πᾶν δὲ τὸ ἐκ μικροῦ καὶ μεγάλου, ὡς αὐτός φησιν, ἢ ἀριθμὸς ἢ μέγεθος, πᾶς δὲ ἀριθμὸς καὶ μέγεθος καὶ μῆκος οὐσία (τοῦτο γὰρ βούλεται καὶ λέγει), εἰ οὖν ταῦθ’ οὕτως ἔχοι, δῆλός ἐστιν, ὡς τοῦ πῶς πολλαὶ αἱ οὐσίαι τὴν ζήτησιν ἐποιεῖτο. εἰ γάρ, ὅσα γίνεται, ἐκεῖνα καὶ πολλά ἐστι, γίνονται δὲ μόνοι οἱ ἀριθμοὶ καὶ τὰ μεγέθη, μόνοι ἄρα οἱ ἀριθμοὶ καὶ τὰ μεγέθη ἤτοι αἱ οὐσίαι πολλά εἰσι, καὶ περὶ τούτων μόνων ὁ Πλάτων τὴν ζήτησιν ἐποιεῖτο. ἄτοπον δὲ τὸ ζητεῖν πῶς μὲν πολλὰ τὸ ὂν τὸ τί ἐστι, τουτέστι πῶς μὲν πολλὰ τὸ ὂν τὸ ὡς οὐσία λεγόμενον (ἔθος γὰρ αὐτῷ τὴν οὐσίαν δηλοῦν διὰ τοῦ τί ἐστιν), ἄτοπον οὖν τὸ ζητεῖν πῶς μὲν οὐσίαι πολλαί εἰσι, πῶς δὲ ποσὰ πολλὰ ἢ ποιὰ μὴ ζητεῖν. οὐ γὰρ ἂν εἴποιεν οἱ περὶ Πλάτωνα ὅτι τὸ μέγα καὶ μικρὸν ἢ ἡ ἀόριστος δυάς ἐστιν αἰτία τοῦ εἶναι δύο λευκὰ ἢ πολλὰ χρώματα ἢ χυμοὺς πολλοὺς καὶ σχήματα. οὐδὲν γὰρ κατ’ αὐτοὺς ἐκ τῆς ἀορίστου δυάδος ἢ τοῦ μεγάλου καὶ μικροῦ γενέσθαι δύναται ἢ χυμὸς ἢ σχῆμα, ἀλλὰ πᾶν τὸ ἐκ τούτων ἀριθμὸς καὶ μέγεθος ἤτοι οὐσία ἐστίν. εἰ δὲ ἦσαν οἱ χυμοὶ καὶ τὰ σχήματα ἐκ τοῦ μεγάλου καὶ μικροῦ, ἀριθμοὶ καὶ οὐσίαι ἂν ἦσαν, ὅπερ, τὸ τοὺς χυμοὺς οὐσίας εἶναι, οὐδὲ οὗτοι βούλονται. εἰπὼν δὲ ὅτι ἀριθμοὶ ἂν ἦσαν, ἐπήγαγε καὶ μονάδες, δηλονότι διὰ τὸ τοὺς ἀριθμοὺς μηδὲν ἄλλο εἶναι ἢ πλῆθος μονάδων. εἰ γὰρ οἱ χυμοὶ ἀριθμοί, οἱ δὲ ἀριθμοὶ μονάδες, οἱ χυμοὶ ἄρα μονάδες. ὥστε εἴπερ ἐζήτει (τοῦτο γὰρ δηλοῖ τὸ ἐπῆλθεν)2 τὴν αἰτίαν τοῦ πῶς πολλοὶ χυμοὶ καὶ πολλὰ χρώματά εἰσιν, οὐκ ἂν τὸ μέγα καὶ τὸ μικρὸν ᾐτιάσατο τῆς τῶν οὐσιῶν γενέσεως, ἀλλ’ εἶδεν ἂν τὸ αἴτιον καὶ τὸ ἐν ἐκείνοις, τουτέστι πρὸς τῷ ἰδεῖν τὴν αἰτίαν δι’ ἣν εἰσι πολλοὶ χυμοὶ καὶ χρώματα καὶ σχήματα (τοῦτο γὰρ ἐμφαίνει διὰ τοῦ καί συνδέσμου τοῦ καὶ τὸ ἐν ἐκείνοις),3 πρὸς οὖν τῷ ἰδεῖν διὰ τί εἰσι πολλοὶ χυμοὶ εἶδεν ἂν καὶ τὸ ἐν ἐκείνοις, ἤτοι τὸ συνὸν ταῖς οὐσίαις καὶ ποιοῦν αὐτὰς πολλάς, τοῦτο δ’ ἐστὶν ἡ ἑκάστου ὕλη. εἰπὼν δὲ ὡς εἴπερ ἐζήτει διὰ τί εἰσι πολλοὶ χυμοὶ καὶ πολλὰ χρώματα, πρὸς τῷ γνῶναι τοῦτο ἔγνω ἂν καὶ τὴν κυριωτάτην αἰτίαν τοῦ πῶς εἰσι πολλαὶ οὐσίαι, καὶ οὐκ ἂν τὸ μέγα καὶ μικρὸν ᾐτιᾶτο, λέγει αὐτὸς τί ποτέ ἐστι τὸ αἴτιον τοῦ εἶναι πολλὰς οὐσίας καὶ πολλὰ ποσὰ καὶ ποιὰ καὶ πρός τι διὰ τοῦ τὸ γὰρ αὐτὸ καὶ τὸ ἀνάλογον αἴτιον, τουτέστιν ἡ ἑκάστου ὕλη καὶ τὸ εἶδος, ἅπερ τὰ αὐτὰ τῷ ἀνάλογόν εἰσιν, ὡς ἐν τῷ Λ δέδεικται. τὸ δὴ ἑκάστου εἶδος καὶ ἡ ὕλη αἴτια τοῦ εἶναι καὶ οὐσίας πολλὰς καὶ ποσὰ καὶ ποιὰ καὶ τὰ λοιπά.
“而探究显然是:按照实体述说的存在如何为多。” 当巴门尼德表明存在是一且非生成之时,柏拉图并不接受这一点,而是主张存在者为多,并试图说明存在者如何为多而不是如巴门尼德所愿为一的原因,亚里士多德则指出,柏拉图并非就实体中的存在、数量中的存在、性质以及其他范畴中所考察的全部存在普遍地进行探究,探究这其中的每一类如何为多,而只是探究这一点,即作为实体述说的存在如何为多,并且探究其如何的原因,即为何实体是多的,而对其他范畴则未置一词;他简短地补充道:“因为生成的是数和长度”,这等同于“因为按照他们的说法,从大与小以及最初的一这些本原中生成的,是数、长度和物体,而这一切——长度和数——如他本人所说,正是最本原、最首要、最真实的实体”。因此,如果他试图通过将生成引入存在者来确立存在者为多,并且使生成出于小与大以及一,而正如他本人所说,出于小与大的一切要么是数要么是量度,且一切数、量度、长度都是实体(因为这正是他所主张和表述的)——如果情况确是如此,显然,他是在对实体如何为多进行探究。因为,如果凡是生成的东西也都是多的,而生成的仅仅是数和量度,那么就只有数和量度即实体是多的,且柏拉图仅仅是在就这些事物进行探究。然而,探究“是什么”的存在即作为实体述说的存在如何为多(因为他习惯于用“是什么”来表示实体),探究实体如何为多,却不去探究数量如何为多或性质如何为多,这是荒谬的。因为柏拉图一派的人绝不会说,大与小或不定二元是存在两个白色物、或许多颜色、或许多滋味和形状的原因。因为按照他们的说法,滋味或形状绝不可能出于不定二元或大与小而生成,相反,出于这些本原的一切都是数和量度,亦即实体。但如果滋味和形状出于大与小,它们就会是数和实体——而滋味是实体这一点,就连他们自己也是不认可的。在说了它们会是数之后,他又补充道“也是单位”,这显然是因为数不是别的,正是单位的复多。因为如果滋味是数,而数是单位,那么滋味就是单位。因此,如果他曾探究过(因为“他涉及/想到了”指的就是这个)许多滋味和许多颜色如何存在的原因,他就不会把实体的生成归咎于大与小,而是会看清那个原因以及在那些事物之中的东西——也就是说,除了看清许多滋味、颜色和形状之所以存在的原因之外(因为他通过“以及在那些事物之中的东西”里的连词“以及”表明了这一点),那么,除了看清为何存在许多滋味之外,他还会看清在那些事物之中的东西,即与实体共存并使其成为多的东西,而这正是各自的质料。在说明了如果他曾探究为何存在许多滋味和许多颜色,除了认识到这一点之外,他也就会认识到实体如何为多的最根本原因,而不会归咎于大与小之后,他[亚里士多德]本人便通过“因为相同且成比例的东西是原因”来说明,存在许多实体、许多数量、性质和关系的原因究竟是什么,这也就是各自的质料与形式,正如在Lambda卷中所证明的那样,它们依比例而言是相同的。因此,各自的形式与质料正是存在许多实体、数量、性质以及其余范畴的原因。
- 14.7Τοῦ Παρμενίδου ἓν τὸ ὂν καὶ ἀγέννητον ἀποφαινομένου, τοῦ δὲ Πλάτωνος τοῦτο μὴ ἀποδεχομένου ... λέγει ὁ Ἀριστοτέλης
开头的两个独立属格短语(Τοῦ Παρμενίδου... 与 τοῦ δὲ Πλάτωνος...)交代辩论背景,主句的主语和主要动词是 λέγει ὁ Ἀριστοτέλης。主谓之后由 ὅτι 引出的从句总结了亚里士多德对柏拉图仅考察实体的批评,随后又通过 ἐπήγαγεν 补充了一处简短的原文引语(ἀριθμοὶ γὰρ 等)。
- 14.7τοῦτο γὰρ δηλοῖ τὸ ἐπῆλθεν
主语是带冠词的动词短语 τὸ ἐπῆλθεν(引用亚里士多德在1089b3中的用词),τοῦτο 是 δηλοῖ 的宾语。亚历山大以此作为插入性释义,指明亚里士多德文中的 ἐπῆλθεν(“想到/涉及”)意同 ἐζήτει(“探究”)。
- 14.7πρὸς τῷ ἰδεῖν ... εἶδεν ἂν καὶ τὸ ἐν ἐκείνοις
介词 πρός 支配带冠词的不定词与格 τῷ ἰδεῖν,表示“除了看清……之外”的递进含义。主句是由 ἄν 加上直陈式过去时(εἶδεν ἄν)构成的与过去事实相反的虚拟语气归结分句,意为“他也就会看清在那些事物之中的东西[即质料]”。
