- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:806.12-807.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
阐释亚里士多德在Bekker 1088b35以下的批判,驳斥将非存在视作多的原因以及借用几何学假设将其等同于“虚假”的做法,指出生成不是出于虚假,而是出于潜在的非存在。
ἀδύνατον οὖν ὡς ἀληθῶς τὸ λέγειν ὡς εἰ ἔστι τὸ μὴ ὄν, ἔσονται πολλὰ τὰ ὄντα, εἰ δὲ μή ἐστιν, ἓν ἔσται τὸ ὄν τίς γὰρ εὖ λέγων ποιητικὸν ἂν εἴποι αἴτιον τὸ μὴ ὂν τοῦ εἶναι πολλὰ τὰ ὄντα; καὶ πρῶτον μὲν τοῦτο. ἔπειτα ἐπειδὴ ὥσπερ τὸ ὂν πολλαχῶς λέγεται, οὕτω καὶ τὸ μὴ ὄν (λέγεται γὰρ καὶ ὁ μὴ ἄνθρωπος μὴ ὂν καὶ σημαίνει ἀπόφασιν ἀνθρώπου, καὶ τὸ μὴ εὐθὺ τὸ μὴ ἔχον ὡδὶ ἀλλ’ ὡδί, καὶ τὸ μὴ εἶναι τρίπηχυ τὸ μὴ εἶναι τοσονδί), ἐπεὶ οὖν, ὡς εἴρηται, καὶ τὸ ὂν καὶ τὸ μὴ ὂν πολλαχῶς λέγεται, ἐκ ποίου ὄντος καὶ μὴ ὄντος πολλὰ εἶναι ὁ Πλάτων λέγει τὰ ὄντα; ἐπειδὴ δὲ ὅπερ μὴ ὂν ἔλεγεν ὁ Πλάτων, τοῦτο καὶ ψεῦδος ἐκάλει, βούλεται μὲν ἐκ τοῦ ὄντος καὶ τοῦ ψεύδους πολλὰ τὰ ὄντα ποιεῖν. εἰ γὰρ τὰ ὄντα ἐκ τοῦ ὄντος καὶ μὴ ὄντος, τὸ δὲ μὴ ὂν ψεῦδος, τὰ ὄντα ἄρα ἐκ τοῦ ψεύδους καὶ τοῦ ὄντος. ἐν δὲ τῇ λέξει τῇ καὶ ταύτην τὴν φύσιν λέγει τὸ οὐκ ὂν1 τὸ λεγόμενον ἴσον ἐστὶ τῷ καὶ τὸ οὐκ ὂν ταύτην τὴν φύσιν λέγει, ἀντὶ τοῦ τὸ οὐκ ὂν ταύτὸν ἡγεῖται τῇ τοῦ ψεύδους φύσει. ἐπεὶ δὲ πάνυ τραχύτατον ἐδόκει τὸ λέγειν ὅτι ἐκ τοῦ ψεύδους γίνεται τὰ ὄντα, ὥσπερ ἀπολογούμενος λέγει ‘ὥσπερ γὰρ οἱ γεωμέτραι ψευδῆ λαμβάνοντες ἐν τῷ τὴν μὴ ποδιαίαν λέγειν ποδιαίαν οὐδέν τι ψεῦδος συνάγουσιν, ἀλλὰ πάντῃ ἀληθῆ, τί κωλύει καὶ ἡμᾶς ἐκ τοῦ ψεύδους συνάγειν πολλὰ τὰ ὄντα;’ πρὸς οὖν τοῦτο ἀπαντῶν λέγει ὅτι ἀδύνατον τοῦθ’ οὕτως ἔχειν. οὔτε γὰρ οἱ γεωμέτραι ψεῦδός τι ὑποτίθενται οὐ γὰρ ἐν τῇ γραφομένῃ γραμμῇ μὴ οὔσῃ δὲ ποδιαίᾳ τὴν ἀπόδειξιν ποιοῦνται, ἀλλ’ ἐν τῇ νοουμένῃ καὶ ὄντως οὔσῃ ποδιαίᾳ, ταύτην δὲ γράφουσι χάριν αἰσθήσεως. τὸ γὰρ οὐ γὰρ ἐν τῷ συλλογισμῷ ἡ πρότασις2 ἴσον ἐστὶ τῷ οὐ γὰρ ἡ προτεινομένη καὶ γραφομένη γραμμὴ ἐν τῷ συλλογισμῷ καὶ τῇ ἀποδείξει παραλαμβάνεται, ἀλλ’ ἡ νοουμένη. οὔτε δὴ οἱ γεωμέτραι ψεῦδος λαμβάνουσιν, οὔτε ἐκ τοῦ οὕτω μὴ ὄντος τοῦ τῷ ψεύδει ἰσοδυναμοῦντος τὰ ὄντα ἢ γίνεται ἢ εἰς τοῦτο φθείρεται. ἀλλ’ ἐπειδὴ τὸ κατὰ τὰς πτώσεις, ἤτοι ἓν ἕκαστον μὴ ὄν (λέγει δὲ τὸ καθόλου μὴ ὄν, κατὰ τὰς πτώσεις δὲ μὴ ὂν τὰ καθ’ ἕκαστα), ἐπεὶ οὖν τὸ τοιοῦτον μὴ ὂν ἰσαχῶς λέγεται ταῖς κατηγορίαις, ἔστι δὲ παρὰ τὰ ἰσαχῶς λεγόμενα ταῖς κατηγορίαις μὴ ὄντα καὶ τὸ ὡς ψεῦδος μὴ ὂν καὶ τὸ δυνάμει, ἐκ τοῦ δυνάμει, φησί, μὴ ὄντος ἐστὶν ἡ γένεσις·3 ἐκ τοῦ γὰρ ἐνεργείᾳ μὲν ὄντος σπέρματος, μὴ ὄντος δὲ ἀνθρώπου ὁ ἐνεργείᾳ ἄνθρωπος γίνεται, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, καὶ εἴτε ἕν ἐστι τὸ ὄν, ὡς ὁ Παρμενίδης βούλεται, εἴτε πολλά, ὡς ἡ ἀλήθεια, ἐκ τοῦ δυνάμει μὴ ὄντος τὰ γινόμενα ἀναγκαῖον γίνεσθαι ἀλλ’ οὐκ ἐκ τοῦ ψεύδους. ὅτι δὲ τὸ μὴ ὂν ἰσαχῶς ταῖς κατηγορίαις λέγεται δῆλον· καὶ γὰρ ἐν οὐσίᾳ τὸ μὴ ὂν θεωρεῖται (ἡ γὰρ οὐσία οὐκ ἔστι ποσόν) καὶ ἐν ποσῷ (τὸ γὰρ ποσὸν οὐκ ἔστιν οὐσία) καὶ ἐν ταῖς ἄλλαις ὁμοίως.
因此,声称如果非存在存在,存在者就会是多,而如果它不存在,存在就会是一,这诚然是不可能的;因为任何正常立论的人怎么会把非存在说成是存在者为多的作因呢?这是第一点。其次,既然如同存在是在多种意义上被述说一样,非存在也是在多种意义上被述说的(因为“非人”也被称为非存在,意指对人的否定,“非直”指不是这样而是那样,“非三肘”指不是这么大),那么,如前所述,既然存在与非存在都在多种意义上被述说,柏拉图究竟是说存在者是由何种存在与何种非存在而成为多的呢?既然柏拉图称之为非存在的东西,他也称之为虚假,他就想要从存在与虚假中使存在者成为多。因为如果存在者出于存在与非存在,而非存在是虚假,那么存在者就出于虚假与存在。而在“且这一本性他称为非存在”这句话中,所说的内容等同于“且他称非存在为这一本性”,也就是“他认为非存在与虚假的本性是同一的”。但既然声称存在者出于虚假而生成似乎显得极度刺耳,他就仿佛辩护般地说道:“因为正如几何学家们把非一尺长的线称为一尺长而假定虚妄之物时,推导出的绝不是虚妄之物,而是完全真实的事物,又有什么妨碍我们从虚假中推导出存在者为多呢?”因此,他[亚里士多德]对此回应说,这绝不可能如此。因为几何学家们并没有假定任何虚妄之物;因为他们并不是在那条画出来却不是一尺长的线上进行证明,而是在那条被思考出来的、真正是一尺长的线上进行证明,他们画出前者仅仅是为了感觉的缘故。因为“因为命题不在推论中”这句话等同于“因为在推论和证明中被采用的并非那条被提出且画出来的线,而是那条被思考出来的线”。因此,几何学家们既没有采用虚妄之物,存在者也不是从这种与虚假等值的非存在中生成,或毁灭于其中。相反,既然按照屈折形式的非存在,即每一个个别的非存在(他把普遍者称为非存在,而把各个具体事物称为按照屈折形式的非存在),既然此类非存在与范畴具有同样多的述说方式,而在与范畴具有同样多述说方式的非存在之外,还有作为虚假的非存在以及潜在的非存在,那么他[亚里士多德]说,生成是出于潜在的非存在;因为现实中是种子、现实中却不是人的事物生成为现实中的人,在其他事物上亦是如此,而且无论存在如巴门尼德所愿是一,还是如真理所示是多,生成的事物都必然是从潜在的非存在中生成,而不是从虚假中生成。而非存在与诸范畴具有同样多的述说方式是显而易见的;因为在实体中也能看到非存在(因为实体不是数量),在数量中也能看到(因为数量不是实体),在其他范畴中亦是如此。
- 14.6ἐν δὲ τῇ λέξει τῇ καὶ ταύτην τὴν φύσιν λέγει τὸ οὐκ ὂν
亚历山大指出了所引亚里士多德文本(1089a20)中的词序倒装。在句法上,原文语序“καὶ ταύτην τὴν φύσιν λέγει τὸ οὐκ ὄν”被解释为在意义上等同于“καὶ τὸ οὐκ ὂν ταύτην τὴν φύσιν λέγει”(他称非存在为这一本性,即等同于虚假的本性)。
- 14.6τὸ γὰρ οὐ γὰρ ἐν τῷ συλλογισμῷ ἡ πρότασις
对亚里士多德极度省略的文句“οὐ γὰρ ἐν τῷ συλλογισμῷ ἡ πρότασις”(1089a25)的句法解释。亚历山大补充了省略的谓语动词(如 ἐστίν 或 παραλαμβάνεται),并把“ἡ πρότασις”(前提/提出之物)阐释为等同于“ἡ προτεινομένη καὶ γραφομένη γραμμή”(被提出并画出的线)。
- 14.6ἀλλ’ ἐπειδὴ τὸ κατὰ τὰς πτώσεις, ἤτοι ἓν ἕκαστον μὴ ὄν... ἐκ τοῦ δυνάμει, φησί, μὴ ὄντος ἐστὶν ἡ γένεσις
该长句的句法骨架为“ἐπεὶ οὖν τὸ τοιοῦτον μὴ ὂν ἰσαχῶς λέγεται... ἔστι δὲ παρὰ τὰ... μὴ ὄντα καὶ τὸ ὡς ψεῦδος... καὶ τὸ δυνάμει, ἐκ τοῦ δυνάμει... ἐστὶν ἡ γένεσις”。开头的“ἀλλ’ ἐπειδὴ τὸ κατὰ τὰς πτώσεις...”在插入性的释义后由“ἐπεὶ οὖν...”(重述性 οὖν)重新接续,由原因从句和并列分句(ἔστι δὲ...)导向主句结论“ἐκ τοῦ δυνάμει...”。
