- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:805.7-806.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德关于学园派因对巴门尼德难题的幼稚应对而偏向其原理学说(假定“大与小”等)的论述,剖析了巴门尼德难解诗句的句法结构,并阐明了亚里士多德基于“存在的多重含义”所作出的反驳。
" Πολλὰ μὲν οὖν τὰ αἴτια τῆς ἐπὶ ταύτης τῆς αἰτίας ἐκτροπῆς." Τοῦ ἀρχὰς τῶν ὄντων αὐτοῖς ἐπελθεῖν τὸ μέγα καὶ μικρὸν ὑποθέσθαι1 ἢ τὴν ἀόριστον δυάδα ἢ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, πολλὰ μέν, φησί, καὶ ἄλλα ἐστὶ τὰ αἴτια, μάλιστα δὲ τὸ ἀπορῆσαι ἀρχαϊκῶς καὶ εὐήθως. τοῦ γὰρ Παρμενίδου ἓν βοῶντος τὸ ὂν καὶ λέγοντος ὡς εἰ μή ἐστι τὸ ὂν ἓν ἀλλὰ πολλά, ἀνάγκη εἶναι καὶ τὸ παρὰ τὸ ὄν, πᾶν δὲ τὸ παρὰ τὸ ὂν μὴ ὄν ἐστιν, ἀνάγκη ἄρα εἶναι καὶ τὸ μὴ ὄν, ἵνα ἐκ τοῦ ὄντος καὶ μὴ ὄντος πολλὰ εἴη τὰ ὄντα, — ταῦτα τοῦ Παρμενίδου λέγοντος ἐθορυβοῦντο καὶ ὁμόσε χωροῦντες τῇ ἀπορίᾳ ἔλεγον ὡς ἔστι καὶ ἄλλο τι, τοῦτο δέ ἐστι τὸ μὴ ὄν. ἔδοξεν οὖν, φησίν, αὐτοῖς ὡς εἰ μὴ εἴη καὶ ἄλλο τι ἤτοι τὸ μὴ ὄν, ἵνα ἐκ τοῦ ὄντος καὶ τοῦ μὴ ὄντος εἴη πλῆθος, συμβήσεται τὰ ὄντα, αὐτό φημι τὸ ὄν, ἓν εἶναι. ἡ μὲν οὖν διάνοια αὕτη· ἐν δὲ τῇ λέξει τῇ οὐ γὰρ μήποτε τοῦτο μηδαμῇ εἶναι μὴ ἐόντα, ἀλλ’ ἀνάγκη εἶναι τὸ μὴ ὄν,2 τοῦ Παρμενίδου οὔσῃ, αἱ δύο ἀποφάσεις ἀντὶ μιᾶς καταφάσεως κείμεναι καὶ τὸ ἀλλὰ ἀντὶ τοῦ ὥστε πλείστην ἀσάφειαν πεποιήκασι. δεῖ δὲ καὶ ὑπερβατῶς τὴν λέξιν ἀναγινώσκειν ‘οὐ γὰρ μήποτε μὴ τοῦτο ἐόντα μηδαμῇ εἶναι, ὥστε ἀνάγκη τὸ μὴ ὂν εἶναι δεῖξαι’. τὸ δὲ λεγόμενον εἴη ἂν τοιοῦτον· οὐ γὰρ μήποτε μὴ τοῦτο, τουτέστιν οὐδαμῶς οὖν οὐδαμῶς συμβήσεται τοῦτο. ποῖον δὴ τοῦτο; τὸ τὰ ἐόντα (καὶ προσυπακουστέον τοῦ τὸ πολλὰ εἶναι) μηδαμῇ εἶναι, ἤτοι μὴ ὄντος τοῦ μηδαμῇ μὴ ὄντος· ὥστε ἀνάγκη ἐστὶ δεῖξαι ὡς ἔστι τὸ μὴ ὄν. οὐδαμῶς οὖν, φησὶν ὁ Παρμενίδης, οὐδαμῶς συμβαίνει πολλὰ εἶναι τὰ ὄντα, μὴ ὄντος τοῦ μηδαμῇ μηδενός· ὥστε δεικτέον ὅτι τὸ μηδαμῇ μὴ ὄν. ἀλλ’ ἀδύνατον εἶναι τὸ μηδαμῇ ὄν· ἀδύνατον ἄρα καὶ τὸ πλῆθος λέγειν. θεὶς οὖν τὸν ἀπαιτοῦντα Παρμενίδειον λόγον, ὡς εἰ πολλά ἔστι τὰ ὄντα, ἀνάγκη δεῖξαι ὡς ἔστι καὶ τὸ μὴ ὄν, ὅν, φησί, καὶ μὴ δυνάμενοι λύειν ὡμολόγουν εἶναι τὸ μὴ ὄν, ὅπερ μὴ ὂν οἱ μὲν μέγα καὶ μικρὸν ἐκάλουν, οἱ δὲ ὑπερέχον καὶ ὑπερεχόμενον, — θεὶς οὖν τὸν τοιοῦτον λόγον καὶ ἐνδειξάμενος τὴν ἐπὶ τὸ τοιαύτας ἀρχὰς τῶν ὄντων αὐτοὺς λέγειν ἐκτροπήν, αὐτὸς πρὸς τὸν Παρμενίδην ἀντιλέγει,3 ἐκείνων τοῦτο ποιῆσαι μὴ δυνηθέντων, λέγων καίτοι πρῶτον μέν, ἐπειδὴ τὸ ὂν πολλαχῶς λέγεται (τὸ μὲν γὰρ οὐσία τὸ δὲ ποσὸν καὶ αἱ λοιπαὶ κατηγορίαι), ποῖον τούτων ὁ Παρμενίδης λέγει ὂν ἓν εἶναι, εἰ μὴ θήσομεν εἶναι καὶ τὸ μὴ ὄν; πότερον πάσας τὰς οὐσίας λέγει ἓν εἶναι, εἰ μή ἐστι τὸ μὴ ὄν; ἢ τὰς οὐσίας καὶ τὰ πάθη καὶ τὰ ἄλλα πάντα ἓν εἶναι λέγει, εἰ μή ἐστι τὸ μὴ ὄν; λέγει δὲ τόδε τι τὴν οὐσίαν, τοιόνδε δὲ τὸ ποιόν, τοσόνδε δὲ τὸ ποσόν. ἀλλ’ ἄτοπον, φησί, τὸ λέγειν ὡς εἰ γένηται μία τις φύσις (λέγων μίαν φύσιν τὸ μὴ ὄν), ἔσται τοῦ ὄντος τὸ μὲν οὐσία τὸ δὲ ποιὸν τὸ δὲ ποσόν, τουτέστιν ἔσται πολλὰ τὰ ὄντα.
“因此,偏向于这一原因的原因是多方面的。” 他说,促使他们想到把“大与小”,或“不定之二”,或“超越者与被超越者”假定为存在者之原理的原因固然还有许多别的,但最主要的是以古朴而幼稚的方式陷入了疑难。因为当巴门尼德高呼存在为一,并声称如果存在不是一而是多,就必然也有存在以外的事物存在,而凡是存在以外的事物都是非存在,因此非存在也必然存在,以便由存在与非存在构成众多的存在者时——当巴门尼德说这些话时,他们惶恐不安,并正面应对这一疑难,声称确实还有别的事物存在,而这就是非存在。他说,因此在他们看来,如果不另有别的事物即非存在,以便由存在与非存在产生多数,就会导致存在者(我说的是存在本身)是一的后果。这便是其思想;但在巴门尼德的这句文句中,“因为决不会有此事,即非存在者在任何方式下存在,反而必然是非存在存在”,用两个否定代替一个肯定,以及用“反而”代替“因此”,造成了极大的晦涩。而且必须通过倒装来读这段话:“因为决不会没有此事,即存在者在任何方式下存在,因此必须证明非存在存在。”而所说的大意当是如此:“因为决不会没有此事”,也就是说,“绝不会、绝不会产生此事”。究竟是哪样的“此事”呢?“即存在者(并且必须补充听出[作为多而存在])在任何方式下存在”,也就是只要绝不存在的非存在者不存在[就决不会作为多而存在];“因此必然要证明非存在存在”。因此巴门尼德说,只要绝非任何事物的东西不存在,存在者是多就绝不会、绝不会成立;“因此必须证明绝不存在的非存在者[存在]”。但绝不存在者存在是不可能的;因此谈论多数也是不可能的。既然提出了巴门尼德的这一要求“如果存在者是多,就必须证明非存在也存在”的论证——他说,他们无力解开这一论证,便承认了非存在的存在,而这一非存在有人称之为“大与小”,有人称之为“超越者与被超越者”——,既然提出了这样一个论证并指出了他们偏向于主张存在者的此类原理的偏离,他自己便针对巴门尼德提出反驳,因为那些人未能做到这一点,他说:“然而首先,既然存在是在多种意义上被述说的(因为一者是实体,另一者是数量,其余则是其他范畴),如果我们不假定非存在也存在,巴门尼德究竟是说这些之中的哪一种存在是一呢?如果没有非存在,他是说一切实体是一吗?还是说如果没有非存在,实体、性状以及其他所有事物是一呢?”他把实体称为“某个这个”,把性质称为“如此”,把数量称为“这么多”。他说:“但是,如果声称一旦生成了某种单一的本性(他把非存在称为单一的本性),存在者的一部分就会是实体,一部分是性质,一部分是数量,也就是说存在者将成为多,这是荒谬的。”
- 14.6Τοῦ ἀρχὰς τῶν ὄντων αὐτοῖς ἐπελθεῖν τὸ μέγα καὶ μικρὸν ὑποθέσθαι
句首带冠词的属格 τοῦ 统领不定式 ἐπελθεῖν 及其下属的不定式 ὑποθέσθαι,充当原因或说明性属格,从属于主句 πολλὰ μέν ... ἐστὶ τὰ αἴτια(“……的原因有许多”)。αὐτοῖς 是与 ἐπελθεῖν 连用的利害与格,τὸ μέγα καὶ μικρὸν 是 ὑποθέσθαι 的宾格宾语,ἀρχὰς 则是宾格补足语(表语)。
- 14.6οὐ γὰρ μήποτε τοῦτο μηδαμῇ εἶναι μὴ ἐόντα, ἀλλ’ ἀνάγκη εἶναι τὸ μὴ ὄν
针对引用巴门尼德残篇(DK 28 B 7.1)的句法分析。亚历山大指出,此处用两个否定(οὐ ... μήποτε 与 μηδαμῇ ... μὴ ἐόντα)代替肯定,以及用 ἀλλά 代替表结果的 ὥστε,造成了严重歧义;因此他提出必须通过倒装构文(ὑπερβατῶς)重新梳理主谓逻辑与从属关系。
- 14.6θεὶς οὖν τὸν ἀπαιτοῦντα Παρμενίδειον λόγον ... θεὶς οὖν τὸν τοιοῦτον λόγον καὶ ἐνδειξάμενος ... αὐτὸς πρὸς τὸν Παρμενίδην ἀντιλέγει
经过长插入句(ὅν ... ἐκάλουν)之后的再开构文(resumptive construction)。全句骨架为 θεὶς ... θεὶς ... αὐτὸς πρὸς τὸν Παρμενίδην ἀντιλέγει(“在提出了……论证之后,他自己针对巴门尼德展开反驳”),主语 αὐτός(亚里士多德)被强调以与前述无力反驳的哲学家形成对比。
