- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:804.15-805.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大梳理了亚里士多德关于具有质料之物不可能永恒的三段论结构,并注疏了亚里士多德对主张以“不定之二”替代“不等”作为原则之学说的批判导引。
ὥσπερ γὰρ τὸ ἐν μιᾷ ἡμέρᾳ καὶ1 γεγονὸς καὶ φθαρὲν ζῷον (εἴρηται γὰρ ἐν τοῖς Περὶ ζῴων ὅτι εἰσί τινα ζῷα ὧν ἡ ζωὴ μία ἡμέρα ἐστίν), ὥσπερ οὖν τὸ τοιοῦτον ζῷον τοῦ μακροβιωτάτου κατὰ τὸ δύνασθαι μὴ εἶναι οὐδὲν διαφέρει, ἀλλ’ εἰ ἄρα, κατὰ μόνην τὴν ζωήν, ὅτι τοῦ μέν ἐστιν ἡ ζωὴ μακραίων τοῦ δὲ βραχεῖα, οὕτως καὶ τὸ τοσοῦτον χρόνον δυνάμενον εἶναι, οὗ χρόνου πέρας εὑρεῖν τις οὐ δύναται, δύναμιν ἔχει τοῦ μὴ εἶναι. εἰ δὲ τοῦτο, καὶ αἱ ἰδέαι, κἂν ἀεὶ ὦσιν, ἀλλὰ δύναμιν ἔχουσι τοῦ μὴ εἶναι· ἢ οὖν φθαρήσονται, ἐπεὶ τὴν τοῦ φθαρῆναι δύναμιν ἔχουσιν, ἢ εἰς ἄπειρον ἕξουσι τὸ δυνάμει. ἀλλὰ μὴν δέδεικται ἐν τῇ Περὶ οὐρανοῦ ὅτι οὐδεμία δύναμις ἄπειρον χρόνον εἶναι δύναται, ἀλλ’ ἐκβαίνει ποτὲ εἰς ἐνέργειαν (ταύτην γὰρ τὴν πραγματείαν ᾐνίξατο διὰ τοῦ καθάπερ ἐν ἄλλοις συνέβη πραγματευθῆναι)· φθαρήσονται ἄρα αἱ ἰδέαι. ἔστιν οὖν ἡ συναγωγὴ τοῦ λόγου τοιαύτη· οἱ εἰδητικοὶ ἀριθμοὶ σύνθετοί εἰσι, τὰ σύνθετα ὕλην ἔχει, τὰ ὕλην ἔχοντα δύνανται μὴ εἶναι, τὰ δυνάμενα μὴ εἶναι οὐκ ἀΐδια· οἱ ἀριθμοὶ ἄρα οὐκ ἀΐδιοι. ὥστε, φησίν, εἰ καθόλου ἀληθὲς τὸ νῦν λεγόμενον ὅτι οὐδεμία οὐσία ἀΐδιός ἐστιν, εἰ μὴ εἴη ἐνέργειά τις πάντῃ ἀμοιροῦσα τοῦ δυνάμει καὶ ὕλης, οἱ δὲ εἰδητικοὶ ἀριθμοὶ ὕλην ἔχουσιν, οὐκ ἂν εἴη εἰδητικὴ οὐσία ἀΐδιος· αὐτὸς δὲ ἀντὶ τούτου ἐπήγαγε τὸ ἀντιστρέφον πρὸς αὐτὸ2 εἰπὼν οὐδεμιᾶς ἂν εἴη ἀϊδίου οὐσίας στοιχεῖα. εἰ γὰρ ὧν ἐστι στοιχεῖα ταῦτα οὐκ ἀΐδια,3 ἃ ἂν ἄρα εἴη ἀΐδια, τούτων οὐκ ἂν εἴη στοιχεῖα ἐξ ὧν ἔσται ἐνυπαρχόντων αὐτοῖς. Ταῦτα εἰπὼν λέγει εἰσὶ δέ τινες οἳ πρῶτον μὲν στοιχεῖόν φασι τὸ ἕν, μετὰ δὲ τοῦτο τάττουσι τὴν ἀόριστον δυάδα, τὸ δὲ ἄνισον δυσχεραίνουσι καὶ ἀποδοκιμάζουσι διὰ τὸ δεδιέναι τὰ συμβαίνοντα δυσχερῆ καὶ ἀδύνατα τοῖς τὸ ἄνισον τιθεμένοις· οἵ τινες (οἱ τὴν ἀόριστον δυάδα δεύτερον μετὰ τὸ ἓν στοιχεῖον λέγοντες) μόνα τὰ συμβαίνοντα δυσχερῆ καὶ ἀδύνατα τοῖς τὸ ἄνισον τιθεμένοις διαδιδράσκουσιν, ὅσα δὲ ἰδίως ἕπεται τῇ δόξῃ ταύτῃ τῇ τὴν ἀόριστον δυάδα λεγούσῃ, τούτοις ἅπασιν ἔνοχοί εἰσι, κἄντε τὸν εἰδητικὸν ἀριθμὸν ἐκ τῆς τοιαύτης δυάδος γεννῶσι κἄντε τὸν μαθηματικόν.
因为正如在一天之内既生成又毁灭的动物一样(确实在《动物志》中曾说过,有些动物的寿命仅有一日),正如这样一种动物在能够不存在这一点上与最长寿的动物毫无差异,即便有差异,也仅在于寿命本身,即一方的寿命长久而另一方的寿命短暂,同样,即便能够在某段人们无法寻得终点的长久时间内存在的事物,也具有不存在的潜能。如果真是如此,那么理念即便总是存在,也具有不存在的潜能;因此,它们要么由于具有毁灭的潜能而毁灭,要么无限期地保有潜能状态。然而在《论天》中已经证明,没有任何潜能能够存在无限的时间,而必定在某个时候进入现实(因为他通过“正如恰好在其他地方所探讨过的那样”暗指了这部著作);因此诸理念必将毁灭。故而该论证的归纳如下:理念数是复合的,复合的事物具有质料,具有质料的事物能够不存在,能够不存在的事物不是永恒的;因此数不是永恒的。所以,他说,如果现在所说的“除非是某种完全不分有潜能和质料的现实,否则没有任何实体是永恒的”普遍为真,而理念数又具有质料,那么就不会有任何理念实体是永恒的;然而他自己在此处代之以引出了与之换位的命题,说“不会有任何永恒实体的元素”。因为如果那些有元素的事物不是永恒的,那么即便有某些事物是永恒的,也不会有作为其内蕴组成部分的元素。说了这些之后,他说:“有些人主张‘一’是第一元素,在此之后排列‘不定之二’,但由于害怕主张‘不等’者所遭遇的困难与不可能之事,便厌弃并排斥‘不等’”;这些人(即那些把‘不定之二’称作继‘一’之后的第二元素的人)仅仅避开了主张‘不等’者所遭遇的困难与不可能之事,但凡是主张‘不定之二’的这一观点所特有的后承,他们全都难辞其咎,无论他们是从这样一种‘二’生成理念数还是生成数学之数。
- 14.5ὥσπερ γὰρ τὸ ἐν μιᾷ ἡμέρᾳ ... ὥσπερ οὖν τὸ τοιοῦτον ζῷον ... οὕτως καὶ
由于原初的 ὥσπερ 从句被插入语(εἴρηται γὰρ...)打断,借助连词 οὖν 以 ὥσπερ οὖν 重新提起该比喻从句的核心结构,进而引出由 οὕτως καί 引导的主句。
- 14.5τὸ ἀντιστρέφον πρὸς αὐτό
此处指逻辑上的对偶(或换位)关系。亚历山大指出,亚里士多德用其逻辑换位命题(“不存在任何永恒实体的元素”)替代了前文直接推出的结论(“由元素组成的具有质料之物不是永恒的”)。
- 14.5ὧν ἐστι στοιχεῖα ταῦτα οὐκ ἀΐδια
在此从句中,ὧν 作为 στοιχεῖα 的定语属格(“那些有元素的事物”),与后置的指示代词 ταῦτα 构成倒置与前引结构。
