- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:803.20-804.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《形而上学》1088b14展开注解,探讨永恒事物何以不可能由元素构成。他重构了三段论,指出由元素组成的必定是具有质料的复合体,而具有质料的事物保留着走向非存在的潜能,因此不可能存在永恒的数。
" Ἁπλῶς δὲ δεῖ σκοπεῖν ἆρα δύναται τὰ ἀίδια ἐκ στοιχείων συγκείσθαι." Δείξας ἐν τῷ Α τῆς Περὶ οὐρανοῦ πραγματείας ὅτι τὸ δυνάμει πῦρ ὅταν ἐκβαίῃ εἰς ἐνέργειαν καὶ γένηται πῦρ, οὐκ ἀπώλεσε τὴν δύναμιν ἣν εἶχε πρὸ τοῦ πῦρ γενέσθαι, ἀλλὰ καὶ μετὰ τὸ γεγενῆσθαι πῦρ πάλιν φυλάττει αὐτὴν. καὶ δύναται μεταβαλεῖν εἰς ἐκεῖνο ἐξ οὗ εἰς πῦρ μεταβέβληκεν, ἐνταῦθα ζητεῖ εἰ δυνατὸν τοὺς ἀριθμοὺς ἐκ στοιχείων γεγονότας, δυνάμει ὄντων ἀριθμῶν, ἀιδίους εἶναι. καί φησιν ἆρα δυνατὸν τὰ ἀίδια ἐκ στοιχείων συγκεῖσθαι, τουτέστιν ἆρα δυνατὸν τὰ ἐκ στοιχείων συγκείμενα ἀίδια εἶναι; καὶ ἐρωτήσας ἐπαγαγεῖν τὸ ἀδύνατον αὐτὸς τοῦτο παραλιπὼν1 τὴν αἰτίαν τοῦ ἀδύνατον εἶναι τὰ στοιχεῖα συγκείμενα ἀίδια εἶναι ἐπήγαγε διὰ τοῦ ὕλην γὰρ ἕξει, καὶ τὴν ἀνάγκην τοῦ τὰ ἐκ στοιχείων ὕλην ἔχειν πάλιν ἐδήλωσε διὰ τοῦ σύνθετον γὰρ πᾶν τὸ ἐκ στοιχείων. καὶ ὅτι μὲν τὰ ἐκ στοιχείων σύνθετα δῆλον· ὅτι δὲ καὶ τὰ ὕλην ἔχοντα οὐκ ἀίδια μετ’ ὀλίγον δείξει. ἀλλὰ μὴν καὶ ὅτι τὰ ἐκ στοιχείων ὕλην ἔχει δῆλον· εἰ γὰρ τὸ ἐκ στοιχείων σύνθετον, πᾶν δὲ σύνθετον ἐξ ὕλης καὶ εἴδους, φανερὸν ὅτι τὸ ἐκ στοιχείων ὕλην ἔχει. συλλογιστέον οὖν ὧδέ πῃ. οἱ ἀριθμοὶ ἐκ στοιχείων· τὰ ἐκ στοιχείων σύνθετα· τὰ σύνθετα ὕλην ἔχει· οἱ ἀριθμοὶ ἄρα ὕλην ἔχουσι. τὰ δὲ ἔχοντα ὕλην οὐκ ἀΐδια· οἱ ἀριθμοὶ ἄρα οὐκ ἀΐδια. καὶ δείκνυσιν ὅτι τὰ ὕλην ἔχοντα οὐκ ἀΐδια διὰ τοῦ εἰ τοίνυν ἀνάγκη ἐξ οὗ ἐστιν, εἰ καὶ ἀεὶ ἔστι κἂν εἰ ἐγίνετο. ὃ δὲ λέγει τοιοῦτόν ἐστι. πᾶν τὸ ἔκ τινος γεγονός, εἴτε γέγονε καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι τὸ ἐξ οὗ ἐγένετο εἴτε μὴ γέγονεν ἀλλὰ ἀεὶ ἦν, ἀνάγκη ἐκ τούτου ἐξ οὗ ἐστι γίνεσθαι. πᾶν δὲ τὸ ἔκ τινος γενόμενον ἐκ δυνάμει ὄντος τοιούτου γέγονεν· ὁ γὰρ ἀὴρ ἐκ τοῦ δυνάμει ὄντος ἀέρος γέγονεν, ὅλως οὐδέν ἐστιν ὃ ἐκ τοῦ ἀδυνάτου γίνεται. ὥστε καὶ οἱ ἀριθμοί, εἰ ἐκ τοῦ μεγάλου καὶ μικροῦ γεγόνασιν, εἴτε γέγονέ ποτε τὸ μέγα καὶ μικρὸν εἴτε καὶ ἀεὶ ἦσαν, δυνάμει ὄντων ἀριθμῶν τοῦ μεγάλου καὶ μικροῦ γεγόνασιν οἱ ἀριθμοὶ ἐξ αὐτῶν· τὸ δὲ δυνάμενον εἶναι ἀριθμὸς δύναται,2 κἂν ὅτι μάλιστα δώσομεν ἀεὶ εἶναι τοὺς ἀριθμούς, ὅμως δύνανται μὴ εἶναι, διὰ τὸ τὴν ὕλην, ἐξ ἧς γεγόνασι, τὴν δύναμιν ἔχειν ἣν καὶ πρὸ τοῦ μεταβαλεῖν εἰς τοὺς ἀριθμοὺς εἶχεν.
“单纯而言必须考察的是,永恒的事物是否可能由元素组成。” 在《论天》著作第一卷中表明了潜能上的火当进入现实而成为火时,并未失去它在成为火之前所具有的潜能,而是在成为火之后依然保持着它,并且能够转变回它从中转变成火的那一事物之后,他在本处探讨,既然数是由元素生成的,且〔元素〕在潜能上是数,那么它们是否可能是永恒的。并且他说,永恒的事物是否可能由元素组成,也就是说,由元素组成的事物是否可能是永恒的?他在提出问题后,本应得出结论说这是不可能的,但他自己略去了这一点,而是通过“因为它将具有质料”引出了由元素组成的事物不可能永恒的原因,并且又通过“因为凡由元素组成的事物皆是复合的”表明了由元素组成的必然具有质料。由元素组成的事物是复合的,这固然明显;而具有质料的事物不是永恒的,他不久就会表明。但由元素组成的事物具有质料也是显而易见的;因为如果由元素组成的属于复合事物,而一切复合事物皆由质料和形式构成,那么显而易见由元素组成的具有质料。因此应当大致作如下推论:“数由元素构成;由元素构成的事物是复合的;复合的事物具有质料;因此数具有质料。然而具有质料的事物不是永恒的;因此数不是永恒的。”而他通过“那么,如果它必然出于它所由以构成的事物,即使它总是存在,即使它是生成的”表明了具有质料的事物不是永恒的。而他所说的意思是这样的:凡出于某物而生成的事物,无论它所由以生成的事物曾经生成并具有存在的开端,还是未曾生成而总是存在,它都必然出于它所由以构成的这一事物而生成。而凡出于某物生成的事物,都是出于潜能上是这类事物的东西生成的;因为气是出于潜能上是气的东西生成的,绝没有任何事物是出于不可能的事物生成的。因此数也是如此,如果它们出于大和小而生成,那么无论大和小曾经生成还是总是存在,由于大和小在潜能上是数,数都是出于它们而生成的;而能够是数的事物,即便我们极力承认数总是存在,却仍然可能不存在,因为它们所由以生成的质料具有它在转变成数之前所具有的潜能。
- 14.5καὶ ἐρωτήσας ἐπαγαγεῖν τὸ ἀδύνατον αὐτὸς τοῦτο παραλιπὼν
在句法上,不定式 ἐπαγαγεῖν 紧接在分词 ἐρωτήσας 之后,表达依语境应当作出的预期动作(“提出问题之后本应当得出[不可能这一结论]”),随后通过分词短语 αὐτὸς τοῦτο παραλιπών 与主要动词 ἐπήγαγε 形成对比,指出亚里士多德省略了“这是不可能的”这一显式结论,直接引出了其原因(“因为它将具有质料”)。
- 14.5τὸ δὲ δυνάμενον εἶναι ἀριθμὸς δύναται
此处出现句法脱节(破格现象)。单数中性分词短语 τὸ δυνάμενον εἶναι ἀριθμός 作为主语与动词 δύναται 呼应,但在插入让步从句 κἂν ὅτι μάλιστα δώσομεν... 之后,主句的动词转变为复数 ὅμως δύνανται μὴ εἶναι(“然而它们仍可能不存在”),其语法数转而与其意指的对象(数本身,复数)相一致。
