← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§802.6-803.19

关系非实体性及其不能作为元素的批判

依循亚里士多德的论述(1088a15及后),注解者论证了关系因自身不发生运动或变化而不是实体,且在潜能上也不是实体故不能作为质料或元素,进而驳斥了多与少是数的元素的主张。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.4#2

εἰπὼν δὲ πρὸ ὀλίγου ὅτι ἥκιστά ἐστι τὰ πρός τι φύσις τις καὶ οὐσία, κατασκευάζει τοῦτο διὰ τοῦ σημεῖον δὲ τοῦ ἥκιστα εἶναι οὐσίαν τινὰ καὶ ὂν τὰ πρός τι, συλλογιζόμενος δυνάμει ὧδε πᾶσα οὐσία καὶ πᾶν ὂν ὑπὸ σελήνην ὑπάρχον γίνεται καὶ φθείρεται καὶ ὅλως μεταβάλλει κατὰ τὴν ἐν ἑαυτῷ μεταβολήν. τὰ πρός τι οὔτε γίνεται οὔτε φθείρεται οὔτε ὅλως μεταβάλλει τὰ πρός τι ἄρα οὐκ εἰσι φύσεις τινὲς καθ’ αὑτὰς θεωρούμεναι, ἀλλὰ σχέσεις μόνον καὶ τὸ εἶναι ἐν τῷ πρός τί πως ἔχειν ἔχουσαι. καὶ ὅτι μὲν τὰ ὑπὸ σελήνην πάντα μεταβάλλει σαφῶς ἐκτίθεται ὅτι δὲ καὶ τὰ πρός τι οὐ κινεῖται ἐδήλωσεν εἰπὼν ἄνευ γὰρ τοῦ κινηθῆναι ὁτὲ μὲν μεῖζον ὁτὲ δὲ ἧττον ἢ ἴσον ἔσται θατέρου κινηθέντος. εἰ γάρ εἰσι φέρε εἰπεῖν δύο ξύλα διπηχυαῖα καὶ λαβών τις ἄλλο πηχυαῖον προσθῇ τῷ ἑνὶ τῶν διπηχυαίων, γέγονε τὸ ἓν τοῦ ἑτέρου μεῖζον μὴ κινηθὲν μηδ’ ὅλως τῶν ἑαυτοῦ κατά τι μεταβαλόν. ἢν δὲ πάλιν ἀφέλῃ τὸ προστεθέν, γέγονεν ἴσον μηδὲ οὕτως κινηθέν. ἀλλὰ καὶ ὅτι τὰ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ, εἰπὼν ἀνωτέρω καὶ αὐτό, νῦν κατασκευάζει λέγων ‘ἡ ἑκάστου ὕλη δυνάμει ἐστὶν ἐκεῖνο οὗ ἐστιν ὕλη (τὸ γὰρ καταμήνιον ὕλη ὂν σαρκὸς δυνάμει ἐστὶ σάρξ)’ τὰ δὲ πρός τι οὔτε δυνάμει εἰσὶν οὐσίαι οὔτε ἐνεργείᾳ· τὰ πρός τι ἄρα οὐκ εἰσὶν ὕλη τῆς οὐσίας.’ ὅλως δὲ ἄτοπον τὸ πρός τι λέγειν ὕλην τῆς οὐσίας καὶ στοιχεῖον· τὰ γὰρ στοιχεῖα τῆς οὐσίας πρότερα τῆς οὐσίας, τὰ δὲ πρός τι ὕστερα οὐ μόνον τῆς οὐσίας ἀλλὰ καὶ τοῦ ποσοῦ καὶ τοῦ ποιοῦ. ἔτι τὰ στοιχεῖα οὐ κατηγορεῖται ὧν ἐστι στοιχεῖα· οὐ γὰρ λέγεται ὁ ἄνθρωπος πῦρ ἢ ὕδωρ· τὸ δὲ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα κατηγορεῖται τοῦ ἀριθμοῦ, καὶ τὸ μακρὸν καὶ βραχὺ τῆς γραμμῆς, καὶ τὸ πλατὺ καὶ στενὸν τοῦ ἐπιπέδου, ὥστε οὐκ ἂν εἶεν ταῦτα στοιχεῖα τοῦ ἀριθμοῦ καὶ τῆς γραμμῆς καὶ τοῦ ἐπιπέδου, εἴπερ τὰ στοιχεῖα οὐ κατηγορεῖται τῶν ὧν ἐστι στοιχεῖα. ἀλλὰ τί βούλεται ἐν τῇ λέξει τῇ τὸ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα προσκείμενον;1 ἢ ὅτι τὸ πολὺ καὶ ὀλίγον καὶ κατὰ τοῦ τρία καὶ τῶν λοιπῶν ἅμα κατηγόρουν. ἅμα γάρ, φησίν, ὁ τρία καὶ πολύς ἔστι καὶ ὀλίγος· πρὸς μὲν γὰρ τὸν τέσσαρα ὀλίγος, πρὸς δὲ τὸν δύο πολύς· κατὰ δὲ τῆς δυάδος μόνον τὸ ὀλίγον, οὐ μὴν καὶ τὸ πολύ· πρὸς ὃ καὶ ἐνιστάμενος λέγει εἰ δὲ δὴ καὶ ἔστι τι πλῆθος, λέγων τὶ πλῆθος τὴν δυάδα, καθ’ ἧς τὸ ἕτερον μόριον τῆς ἐναντιώσεως κατηγορεῖται, οἷον τὸ ὀλίγον, κατ’ αὐτούς, θάτερον δέ, οἷον τὸ πολύ, μή. εἶτα πρὸ τοῦ τὸν λόγον ἀποδοῦναι ἐπισυνάπτει τὴν αἰτίαν, καθ’ ἣν τὸ πολὺ τῆς δυάδος κατηγορεῖσθαι οὐκ ἐδίδουν, λέγων εἰ γὰρ πολύ, τὸ ἓν ἂν ὀλίγον εἴη. εἰ γάρ, φησί, τὸ πολὺ κατηγορήσομεν τῆς δυάδος, τὸ ἓν ἂν ὀλίγον εἴη· ὅπερ ἀδύνατον. εἰ δή, φησὶν ὁ Ἀριστοτέλης, ἔστι τι πλῆθος καὶ τοῦτό ἐστιν ἡ δυάς, ὅπερ ἁπλῶς ὀλίγον φασίν, εἴη ἂν καὶ ἁπλῶς πολύ· ἔστω δὲ τὸ ἁπλῶς πολὺ ἡ δεκάς, καὶ ἡττάσθωσαν αὐτῆς καθ’ ὑπόθεσιν καὶ τὰ μύρια καὶ πᾶς ἄλλος ἀριθμός.2 εἰ οὖν ταῦθ’ οὕτως, πῶς ἐστι δυνατὸν λέγειν ὅτι τὸ πολὺ καὶ ὀλίγον στοιχεῖόν ἐστι τῶν ἀριθμῶν; ὥσπερ γὰρ τὸ πῦρ καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ καὶ ἡ γῆ στοιχεῖα ὄντα τοῦ ἀνθρώπου ἐν παντὶ ἀνθρώπῳ εἰσὶ καὶ οὐδείς ἐστιν ἄνθρωπος ᾧ μὴ τὰ τέσσαρα ταῦτα πρόσεστιν, οὕτως εἰ ἦσαν τὸ πολὺ καὶ ὀλίγον στοιχεῖα τῶν ἀριθμῶν, ἐν παντὶ ἂν ἀριθμῷ εὑρίσκοντο. νῦν δὲ τὸ μὲν ὀλίγον κατ’ αὐτοὺς ἔνεστιν ἐν τῇ δυάδι, τὸ δὲ πολὺ οὔ, καὶ πάλιν τὸ μὲν πολὺ ἐν τῇ δεκάδι, τὸ δὲ ὀλίγον οὐδαμῶς. οὐκ ἄρα τὸ πολὺ καὶ ὀλίγον στοιχεῖόν εἰσι τῶν ἀριθμῶν· εἰ γὰρ ἦσαν, ἢ ἀμφοτέρων καὶ τῆς δυάδος καὶ τῆς δεκάδος κατηγορεῖτο ἂν καὶ τὸ πολὺ καὶ τὸ ὀλίγον, ἢ οὐδενός, καὶ οὐχὶ τὸ μὲν ὀλίγον τῆς δυάδος τὸ δὲ πολὺ τῆς δεκάδος· οὕτω γὰρ συνέβαινε καὶ τὸ πῦρ στοιχεῖον ὂν τοῦ Σωκράτους μὴ εἶναι καὶ τοῦ Πλάτωνος.

他在不久前指出关系最算不上某种本性与实体之后,通过“关系最算不上某种实体和存在的证据是”确立了这一点,在潜能上推论如下:“月下存在的一切实体与一切存在都在生成和消灭,并且完全按照其自身之内的变化而变化;关系既不生成也不消灭,也完全不变化;因此关系并不是就自身而言被考察的某种本性,而仅仅是关联,它们的存在就在于对某物具有某种状态。”月下的一切事物都在变化,这已被清楚地阐明;但他通过说“因为在自身未被运动的情况下,当另一方被运动时,它有时会变得更大,有时会变得更小或相等”,表明了关系也是不被运动的。因为比方说,假如有两根两肘长的木料,有人取了另一根一肘长的木料加在其中一根两肘长的木料上,那么这一根木料就在未被运动、也完全没有在其自身的任何方面发生变化的情况下,变得比另一根更大了;而如果他又拿走所增加的部分,它就在同样未被运动的情况下变成了相等。不仅如此,至于关系是量的受动这一点,他在上文同样指出这一点之后,现在又通过以下说法确立道:“每一事物的质料在潜能上就是它作为质料的那一事物(因为月经血作为肌肉的质料,在潜能上就是肌肉);但关系无论在潜能上还是在现实上都不是实体;因此关系不是实体的质料。”而且把关系称为实体的质料和元素是完全荒谬的;因为实体的元素先于实体,而关系不仅后于实体,也后于量和质。此外,元素不能就它们作为元素的那些事物被述说;因为人并不被称为火或水;但多与少,无论是分别地还是同时地,都就数被述说,长与短就线被述说,宽与窄就平面被述说,所以如果元素确实不能就它们作为元素的那些事物被述说,这些就不会是数、线和平面的元素。但是在“多与少,无论是分别地还是同时地”这句文句中,所附加上去的内容究竟意指什么呢?或者是,他们把多与少同时也就三以及其余的数述说。他说,因为三同时既是多的又是少的;因为相对于四它是少的,而相对于二它是多的;但对于二元,只有少被述说,而决不是多也被述说;针对这一点,他提出异议说“而如果确实有某种多数”,所谓某种多数依他们看也就是二元,相反对立的一方(如少)就它被述说,而另一方(如多)则不然。随后,在给出论证之前,他补充了他们不承认多能就二元被述说的原因,他说“因为如果是多的,一就会是少的”。他说,因为如果我们把多就二元述说,一就会是少的;而这是不可能的。“那么,如果”,亚里士多德说,“有某种多数,并且这就是他们所谓绝对少的二元,那么也会有绝对多的事物”;且设绝对多的事物是十,并依假设让一万和所有其他数都逊于它。如果这些事情是这样,又怎么可能说多与少是数的元素呢?因为正如火、气、水、土作为人的元素存在于每个人之中,没有任何人是不具有这四者的,同样如果多与少是数的元素,它们就会见于每一个数之中。但现在依他们看,少存在于二元之中而多不在,反过来多存在于十之中而少决不在。因此多与少不是数的元素;因为如果是,那么无论对于二元还是十,多与少两者都会被述说,或者两者都不被述说,而决不是少就二元被述说而多就十被述说;因为照这样,就会导致火作为苏格拉底的元素却不是柏拉图的元素了。

语法注2 条
  1. 14.4ἀλλὰ τί βούλεται ἐν τῇ λέξει τῇ τὸ πολὺ καὶ ὀλίγον καὶ χωρὶς καὶ ἅμα προσκείμενον;

    中性分词 προσκείμενον(被附加上去的内容/附加)在此作为 τί βούλεται(……意指什么/有何意图)的主语。这是注疏文献中探讨亚里士多德原文文句(ἐν τῇ λέξει...)中增补某表述之意图的程式化提问句式。

  2. 14.4καὶ ἡττάσθωσαν αὐτῆς καθ’ ὑπόθεσιν καὶ τὰ μύρια καὶ πᾶς ἄλλος ἀριθμός.

    ἡττάσθωσαν 是动词 ἡττάομαι(不及、劣于、少于)的第三人称复数现在时命令式,支配表示比较/基准的属格 αὐτῆς(比起它[十])。在对手的假设(十是绝对的多即最大者)下,此处引入其荒谬推论:“依假设甚至一万及其他所有数都当被假定为劣于(即少于)它”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:802.6-803.19