- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:800.26-802.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《形而上学》卷十四第1章(1088a15)对柏拉图派将不等与大小设为实体本原之说的批判。他阐明了将属于关系的大小设为本原必然导致把受动视为质料的不可能推论,以及将最靠后的范畴置于实体之前的自相矛盾,并剖析了亚里士多德原文中与格句式的语法结构。
" Οἱ δὲ τὸ ἄνισον ὡς ἕν τι, τὴν δὲ δυάδα ἀόριστον ποιοῦντες, ἕως τοῦ νῦν δὲ τὸ ἕτερον μόνον κατηγορεῖται." Τὸ ἀρχικὸν ἕν, ὥσπερ εἴρηται, ποτὲ μὲν ἓν λέγοντες ποτὲ δὲ ἴσον, ὁμοίως δὲ καὶ τὴν ἀόριστον δυάδα ἐκ μικροῦ ποιοῦντες καὶ μεγάλου, καὶ εἰς ἕν τι τὸ ἄνισον αὐτὴν συναιροῦντες, πόρρω λίαν καὶ τῶν δοκούντων αὐτοῖς καὶ τῶν δυνατῶν λέγουσιν,1 ἤτοι λίαν καὶ ἑαυτοῖς ἐναντιοῦνται καὶ ἀδύνατα λέγουσιν, ἀδύνατα μὲν ὅτι τὰ πάθη τοῦ ἀριθμοῦ καὶ τὰ συμβεβηκότα αὐτῷ, ὁμοίως καὶ τὰ τοῦ μεγέθους, ὑποκείμενα καὶ ὑλικὰ αἴτια αὐτῶν λέγουσιν· οὐδὲν δὲ πάθος καὶ συμβεβηκὸς ὕλη ἐστὶ τοῦ οὗ ἐστι πάθος. ὥσπερ δὲ τὸ περιττὸν καὶ ἄρτιον καὶ τὸ πολὺ καὶ ὀλίγον πάθη εἰσὶ τοῦ ἀριθμοῦ καὶ οὐχ ὕλη, οὕτω καὶ τοῦ μεγέθους πάθη τὸ μέγα καὶ μικρὸν καὶ λεῖον καὶ τραχὺ καὶ εὐθὺ καὶ καμπύλον. ταῦτα μὲν οὖν τὰ ἀδύνατα· τὰ γὰρ πάθη ἐν ὑποκειμένῳ καὶ οὐχ ὑποκείμενον καὶ ὗλαι. ἐναντία δὲ ἑαυτοῖς λέγουσι διὰ τὸ τὰ πρός τι καὶ ὕστερα πασῶν τῶν κατηγοριῶν (παραφυάσι γὰρ ἐοίκασιν, ὡς πολλάκις εἴρηται) πρότερα ποιεῖν ἐξ ὧν λέγουσι τῶν οὐσιῶν, ὅπερ οὐδὲ οὗτοι βούλονται, λέγω δὴ τὸ πρότερα εἶναι τὰ πρός τι τῶν οὐσιῶν. πῶς δὲ συμβαίνει πρότερα εἶναι δῆλον ἐντεῦθεν. εἰ γὰρ τὸ μέγα καὶ τὸ μικρὸν ἀρχαί εἰσι τῶν εἰδητικῶν ἀριθμῶν, ταὐτὸν δὲ εἰπεῖν τῶν κυριωτάτων κατ’ αὐτοὺς οὐσιῶν, αἱ δὲ ἀρχαὶ πρότεραι τῶν ὧν εἰσιν ἀρχαί, τὸ μέγα ἄρα καὶ μικρὸν πρότερα τῶν εἰδητικῶν ἀριθμῶν. πάλιν ἐπεὶ τὸ μέγα καὶ μικρὸν ταὐτόν ἐστι τῷ ἀνίσῳ, ὡς οὗτοι βούλονται, τὸ δὲ ἄνισον τῶν πρός τι, τὸ μέγα ἄρα καὶ τὸ μικρὸν τῶν πρός τι. συλλογιστέον οὖν ‘οἱ εἰδητικοὶ ἀριθμοὶ ὕστεροι τοῦ μεγάλου καὶ μικροῦ, ὡς δέδεικται· τὸ μέγα καὶ τὸ μικρὸν τῶν πρός τι· καὶ τοῦτο γὰρ δέδεικται· οἱ εἰδητικοὶ ἄρα ἀριθμοὶ ἤτοι αἱ οὐσίαι ὕστεραι τῶν πρός τι, ὅπερ ἀδύνατον.’ πρὸς οὖν τῇ εἰρημένῃ ἁμαρτίᾳ, φησίν, ἀνάγκη καὶ τὰς ἀρχὰς τὸ μέγα καὶ μικρόν, εἴπερ εἰσὶ ταὐτὰ τῷ ἀνίσῳ, πρός τι εἶναι· καὶ οὐ μόνον τὸ μέγα καὶ μικρὸν ἔσται τῶν πρός τι, ἀλλὰ καὶ ὅσα τοιαῦτα, οἷόν ἐστι τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, τὸ ταὐτὸν καὶ τὸ ἕτερον καὶ τὰ ὅμοια. ἀλλὰ ἀδύνατον τὰ πρός τι ἀρχὰς διὰ τοῦτο καὶ πρότερον τῶν οὐσιῶν εἶναι· ἥκιστα γὰρ τῶν ἄλλων πασῶν κατηγοριῶν φύσις τις καὶ οὐσία τὰ πρός τι. παραφυάδι γὰρ τῶν κατηγοριῶν ἔοικε τὰ πρός τι καὶ πάθος μᾶλλον τὸ διπλάσιον τὸ ἥμισυ τὸ ἐπίτριτον καὶ τὰ ὅμοια τοῦ ποσοῦ, ἀλλ’ οὐχ ὕλη ἢ εἶδος ἢ διαφορὰ τῶν οὐσιῶν ἢ ἄλλο τι. ὅτι δὲ οὐ φύσεις τινὲς τὰ πρός τι οὐδὲ οὐσίαι καὶ κυρίως ὄντα δῆλον. τὸ μὲν γὰρ λευκὸν ἔστι τε φύσις τις καὶ λέγεται, διότι, κἂν εἴη τὸ μέλαν ἐν ὑπάρξει κἂν μὴ εἴη, εἶναι δύναται· ὁμοίως καὶ τὸ θερμόν, εἴτε ἔστι που ψυχρὸν εἴτε μὴ ἔστι, δύναται εἶναι. δεξιὸν δὲ μὴ ὄντος ἀριστεροῦ, ἢ δοῦλος μὴ ὄντος δεσπότου εἶναι οὐ δύναται. ὥστε οὐκ ἔσται τις φύσις καθ’ αὑτὴν ἀλλὰ σχέσις τοιάδε τῶν οὐσιῶν. πάθος μὲν οὖν, ὥσπερ εἴρηται, τὰ πρός τι τοῦ ποσοῦ εἰσιν, ἀλλ’ οὐχ ὕλη τῶν οὐσιῶν. τὸ δὲ καὶ τῷ ὅλως κοινῷ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι2 σαφὲς ἂν ἦν, εἰ ἦν ‘καὶ τὸ ὅλως κοινὸν πρός τι καὶ τὰ μέρη αὐτοῦ καὶ τὰ εἴδη.’ τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι. πάθος γάρ τι τοῦ ποσοῦ τὸ πρός τι ὑπάρχει καὶ τὸ καθόλου καὶ τὰ μέρη αὐτοῦ. οὐ γὰρ τὰ εἴδη τοῦ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ, τὸ δὲ καθόλου πρός τι οὔ, ἀλλὰ καὶ τὸ καθόλου καὶ τὰ εἴδη, τὸ μὲν καθόλου πρός τι τοῦ καθόλου ποσοῦ πάθος, τὰ δὲ εἴδη τῶν εἰδῶν. εἰ δὲ δεῖ καὶ κατὰ δοτικὴν πτῶσιν αὐτοῦ ἀκούειν, προσυπακουστέον τοῦ συμβαίνει, καὶ ἀναγνωστέον ὑπερβατῶς οὕτως ‘καὶ ὅλως συμβαίνει τῷ κοινῷ καὶ καθόλου πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι πάθεσιν εἶναι τοῦ ποσοῦ’. εἰπὼν δὲ ὅτι τὰ πρός τι πάθη εἰσὶ τοῦ ποσοῦ παρεμυθήσατο τοῦτο διὰ τοῦ οὐδὲν γάρ ἐστιν οὔτε μικρὸν οὔτε μέγα οὔτε ὀλίγον οὔτε ὅλως πρός τι ὃ οὐχ ἕτερόν τι ὄν, τουτἔστιν ὃ οὐ ποσὸν ὂν πολὺ ἢ ὀλίγον ἐστίν ἀδύνατον γὰρ πολὺ ἢ ὀλίγον εἶναι μὴ ποσὸν ὄν.
“而那些把不等作为某种单一者,把二元作为不定者的人……[至]……但现在只有另一方被述说。” 正如已经说过的,那些有时将本原的一称为一,有时称为相等,同样又将不定二元由小与大造成,并将其缩减为单一的不等的人,他们的说法既极度远离他们自己的观点,也极度远离可能的事情;也就是说,他们既极其自相矛盾,又在谈论不可能的事。说不可能的事,是因为他们将数的受动与偶性,以及同样大小的受动与偶性,称为它们的基底与质料原因;但没有任何受动和偶性会是它所属之物的质料。正如奇与偶、多与少是数的受动而不是质料一样,大与小、光滑与粗糙、直与曲也是大小的受动。因此这些就是不可能的事;因为受动存在于基底之中,并不是基底和质料。另一方面,他们谈论自相矛盾的事,是因为根据他们的说法,他们将处于所有范畴之后的关系(正如屡次指出的,它们宛如分枝)置于实体之前,这甚至是他们自己都不希望看到的,我指的是关系先于实体。这如何必然导致先于,由此显而易见:因为如果大与小是形式数的本原,依他们看也就是最根本的实体的本原,而本原先于其所作为本原的事物,那么大与小就先于形式数。再次,既然大与小如他们所愿与不等是同一的,而不等属于关系,那么大与小就属于关系。因此应当推论如下:“形式数后于大与小,如已表明;大与小属于关系,因为这同样已表明;因此形式数即实体后于关系,而这是不可能的。”他说,因此在上述谬误之外,还必然得出:本原大与小既然与不等相同,就必定是关系;并且不仅大与小将属于关系,凡是此类事物,如超出者与被超出者、同一与相异以及诸如此类者,亦复如是。但关系决不可能因此成为实体的本原并先于实体;因为在所有其他范畴中,关系最算不上某种本性与实体。因为关系宛如诸范畴的分枝,两倍、一半、一又三分之一及诸如此类者,毋宁是量的受动,而不是实体的质料、形式、种差或别的什么。而关系并非某种本性,也不是实体和本来意义上的存在,这是很清楚的。因为白色既是某种本性也被如此称呼,这是因为无论黑色在现实中存在与否,白色都能存在;同样,无论冷在某处存在与否,热都能存在。但如果左不存在,右就不能存在;如果主人不存在,奴隶就不能存在。因此它不会是某种自存的本性,而是实体的某种关系。因此,正如所说的,关系是量的受动,而不是实体的质料。“对于完全普遍的关系,以及对于它的部分与形式”这一表述,如果是“完全普遍的关系以及它的部分与形式”,就会很清楚。因为所说的乃是如此:关系无论是普遍者还是其部分,都是作为量的某种受动而存在。因为并非关系的形式是量的受动而普遍的关系不是,而是普遍者和形式两者都是[受动],普遍的关系是普遍量的受动,而形式是各形式的受动。但如果必须依与格来理解它,就必须补充理解“发生”,并通过倒装来阅读:“而且总体上,对共同且普遍的关系以及对其部分和形式而言,其结果就是作为量的受动。”在说了关系是量的受动之后,他通过“因为没有任何或小或大或少或一般的关系物不是某种别的事物”印证了这一点,也就是〔没有任何事物〕不作为量而成为多或少;因为不作为量而成为多或少是不可能的。
- 14.4πόρρω λίαν καὶ τῶν δοκούντων αὐτοῖς καὶ τῶν δυνατῶν λέγουσιν
副词 πόρρω 支配两个表示分离的属格 τῶν δοκούντων αὐτοῖς(他们自己的主张)与 τῶν δυνατῶν(可能的事物)。紧随其后的 ἤτοι λίαν καὶ ἑαυτοῖς ἐναντιοῦνται καὶ ἀδύνατα λέγουσιν 分别将这两者解释为“极其自相矛盾”与“谈论不可能之事”,区分了内在的自我矛盾与客观上的不可能。
- 14.4τὸ δὲ καὶ τῷ ὅλως κοινῷ πρός τι καὶ τοῖς μέρεσιν αὐτοῦ καὶ εἴδεσι
亚历山大讨论了亚里士多德文本中与格短语(τῷ... πρός τι καὶ τοῖς μέρεσιν...)的句法处理,提出了两种解决方案:(1) 将其视为主格(τὸ... πρός τι καὶ τὰ μέρη...)作为句子的主语;(2) 保留手稿传抄的与格,通过倒装补出无人称动词 συμβαίνει 与 πάθεσιν εἶναι τοῦ ποσοῦ 连用,理解为“对于普遍的关系……其结果是作为量的受动”。
