← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§799.9-800.25

作为尺度的一及其作为数的本原性

基于亚里士多德“一意味着尺度”这一命题,注解者论证了“一”并非独立自存的实体,而是在各个领域(音律、量度、节奏、重量等)中以具体本性为基底的尺度,并通过三段论证明了一本身不是数,而是数的本原与尺度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.3

" Τὸ δὲ ἓν ὅτι μέτρον σημαίνει φανερόν." Τὸ ἀρχικὸν ἓν οἱ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς εἶναι τιθέμενοι οὐχ ἕτερόν τι οἷον πῦρ ἢ ἄλλο τι λέγοντες, οὐδὲ ὅλως οὐδεμίαν αὐτῷ φύσιν ὑποτιθέντες, οὐδὲ ἐν ὑποκειμένῳ τινὶ τὸ εἶναι ἔχειν λέγοντες, ἀλλ’ αὐτὸ καθ’ αὑτὸ καὶ ἐν τῷ ἓν εἶναι οὐσιῶσθαι αὐτὸ λέγοντες, ἐλέγχονται1 διὰ τοῦ δαιμονίου τοῦδε ἀνδρὸς ἀποδεικνύντος ὅτι ἀδύνατον εἶναί τι ἓν μὴ νοῦς ὄν, μὴ ἄνθρωπος, μὴ ψυχή, ἀλλ’ αὐτὸ τοῦτο ἕν. δείκνυσι δὲ τοῦτο ἐκ τοῦ δεῖξαι ὅτι τὸ ἓν τοῦτο μέτρον ἐστί, καί φησιν ὅτι τὸ ἓν ὅτι μὲν μέτρον ἐστὶ φανερόν, καὶ ἐν παντὶ ἑνὶ ὑπόκειταί τις φύσις. ἐν μὲν γὰρ ἁρμονίᾳ ὑπόκειται τῷ ἑνί, δι’ οὗ μετροῦμεν τόνους ἡμιτόνια καὶ ὅλως φθόγγους, ἡ δίεσις. δίεσις δ’ ἐστὶν ὁ σμικρότατος φθόγγος καὶ οὗ ἐλάττονος αἰσθέσθαι τις οὐ δύναται. τῷ δὲ ἑνὶ τῷ μετρητικῷ τοῦ μεγέθους ὑπόκειται τὸ δακτυλιαῖον μέγεθος ἢ τὸ ποδιαῖον ἢ ᾧ ἄν τις ὡς ἑνὶ καὶ μέτρῳ χρήσαιτο. ἐν δὲ τοῖς ῥυθμοῖς ὑποβέβληται τῷ ἑνὶ βάσις ἢ συλλαβή, καὶ ἐν βάρει σταθμός τις ὡρισμένος μνᾶ ἢ ἄλλο τι· καὶ κατὰ πάντων δὲ τὸν αὐτὸν τρόπον, ἐν μὲν τοῖς ποιοῖς ποιόν τι καὶ ἐν τοῖς ποσοῖς ποσόν τι τὸ ἓν καὶ τὸ μέτρον. καὶ ἀδιαίρετον τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν,2 κατὰ μὲν τὸ εἶδος ὡς ὁ δάκτυλος· οὐ γὰρ διαιρεῖται εἰς δακτύλους ἀλλ’ εἰς ἡμιδακτυλιαῖα, ἕτερα ὄντα τῷ εἴδει τοῦ δακτυλιαίου μεγέθους· κατὰ δὲ τὴν αἴσθησιν ὡς ἡ δίεσις· οὐ γὰρ διαιρεῖται εἰς ἐλάττονα φθόγγον· ὁ γὰρ σμικρότατος καὶ ἐλαχιστότατος τῶν φθόγγων ἡ δίεσίς ἐστι. καὶ κατὰ λόγον δέ, φησί, συμβαίνει μὴ εἶναι τὸ ἓν οὐσίαν τινὰ καθ’ αὑτὴν καὶ φύσιν· τὸ γὰρ ἓν οὐδὲν ἄλλο σημαίνει ἢ μέτρον πλήθους, ὥσπερ καὶ ὁ ἄνθρωπος ὅτι ζῷον πεζὸν δίπουν. ἀλλὰ καὶ ὁ ἀριθμὸς οὐδὲν ἄλλο δηλοῖ ἢ ὅτι πλῆθος διῃρημένον ἢ πλῆθος μέτρων ἤτοι ἑνάδων. ἐπειδὴ γὰρ τὸ ἓν μέτρον ἐστὶ τοῦ πλήθους, ἀντὶ τοῦ εἰπεῖν πλῆθος ἑνάδων εἶπε πλῆθος μέτρων. ὥστε εἰ τὸ ἓν μέτρον ἐστὶ τοῦ πλήθους, τὸ δὲ πλῆθος πάλιν ἐστὶ πολλάκις τὸ ἕν, πᾶν δὲ πλῆθος ἢ ἄνθρωποί ἐστιν ἢ ἵπποι ἢ ἄλλη τις φύσις, καὶ πᾶν ἄρα ἓν ἢ ἄνθρωπός ἐστιν ἢ ἵππος ἢ νοῦς ἢ ἄλλο τι ὁμοειδὲς τῷ πλήθει, οὗ ἐστι μετρητικόν. καὶ εὐλόγως, φησί, διὰ τὰ εἰρημένα μέτρον ἐστὶν ἀριθμοῦ τὸ ἓν ἀλλ’ οὐκ ἀριθμός. καὶ συλλογίζεται δυνάμει οὕτως. τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα. πᾶς ἀριθμὸς μέτρα, τὸ ἓν ἄρα οὐκ ἔστιν ἀριθμός. ἐν δευτέρῳ σχήματι ὁ συλλογισμός. αὐτὸς δὲ τὸ συμπέρασμα θεὶς διὰ τοῦ διὸ εὐλόγως οὐκ ἔστι τὸ ἓν ἀριθμός, καὶ τὴν μίαν πρότασιν [διὰ τοῦ] τὴν τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα δηλώσας3 διὰ τοῦ οὐ γὰρ μέτρον μέτρα, τὴν ἑτέραν τὴν πᾶς ἀριθμὸς μέτρα παρείασεν. οὐκ ἔστιν οὖν τὸ ἓν ἀριθμός, ὅτι μηδὲ τὸ μέτρον μέτρα. τὰ γὰρ μέτρα πλῆθος, τὸ δὲ μέτρον οὐ πλῆθος. ἀλλὰ τὸ ἓν καὶ τὸ μέτρον ἀρχὴ μέν εἰσι τὸ μὲν τοῦ ἀριθμοῦ, τὸ δὲ μέτρων, ἀριθμοὶ δὲ ἢ μέτρα οὐδαμῶς. εἰπὼν δὲ ὅτι τὸ ἓν μέτρον ἐστὶ πλήθους καὶ μεταξὺ θεὶς τὰ προσεχῶς ῥηθέντα ἐπάγει ‘τὸ ἓν καὶ τὸ μέτρον δεῖ ἀεὶ τὸ αὐτὸ καὶ ὅμοιον εἶναι πᾶσι τοῖς μέτροις, οἷον ἐὰν ὦσιν ἵπποι τὰ μέτρα καὶ τὸ μέτρον αὐτῶν ἵππος ἔσται, καὶ ἔμπαλιν εἰ τὸ μέτρον ἵππος καὶ τὰ μέτρα ἵπποι. εἰ δέ εἰσι τὰ μέτρα ἄνθρωπος ἵππος καὶ θεός, ἔσται ὁ ἀριθμὸς αὐτῶν ζῷα καὶ τὸ μέτρον ζῷον. εἰ δὲ ἄνθρωπος καὶ βαδίζον καὶ λευκόν, πρῶτον μὲν οὐ χρὴ ζητεῖν ἀριθμὸν τούτων καὶ μέτρον τοῦ ἀριθμοῦ· οὐ γάρ εἰσιν ἀπολελυμένα ἀλλ’ ἐν τῷ ὑποκειμένῳ καὶ τῷ ἑνὶ κατ’ ἀριθμόν, οἷον τῷ Σωκράτει, ὑπάρχειν δύνανται· ἔπειτα λεγέσθω γενῶν ἀριθμὸς ὁ τούτων ἀριθμός.’ ἐπεὶ γὰρ τὸ λευκὸν ὑπὸ τὸ ποιόν ἐστιν, ὁ δὲ Σωκράτης ὑπὸ τὴν οὐσίαν, τὸ δὲ βαδίζον ὑπὸ τὴν κίνησιν, καὶ ἄλλο μὲν γένος ἡ οὐσία ἄλλο δὲ τὸ ποιόν, λεκτέον τὸν τούτων ἀριθμὸν γενῶν ἤτοι διαφόρων φύσεων ἀριθμόν. ἢ οὖν, φησίν, ἀριθμὸς γενῶν λεγέσθω ὁ τούτων ἀριθμός, ἢ ἄλλης τινὸς τυγχανέτω προσηγορίας.

“而一意味着尺度,这是显而易见的。” 那些主张理念与数存在的人,声称本原的一并不是像火或其他什么不同的事物,也不给它设定任何本性作为基底,更不说它在某种基底中具有存在,而是说它自身依凭自身,并且在其作为一中获得实体化,他们被这位卓越非凡之人[=亚里士多德]所驳斥,他证明了不可能有某种既不是心灵、不是人、也不是灵魂,而纯粹就是这一本身的“一”存在。他通过证明这“一”是尺度来表明这一点,并说一作为尺度固然是显而易见的,并且在每一个一中都有某种本性作为基底。因为在音律中,我们借以测量全音、半音乃至一般声音的“一”,其基底是极微音。极微音是最小的声音,无人能感知到比它更小的声音。而作为测量大小的“一”,其基底是一指之长或一尺之长,或是人们当作一和尺度来使用的任何尺度。在节奏中,一踏步或一音节被置于一之下;在重量中,某种确定的衡重,即一弥那或别的事物[被置于其下]。在一切事物中亦复如是:在性质的事物中某种质的东西是一和尺度,在数量的事物中某种量的东西是一和尺度。并且[尺度]是不可分的,或者在形式上[不可分],或者就感觉而言[不可分]:在形式上[不可分]如同手指,因为它并不是被分割成若干手指,而是被分割成半指之物,而它们在形式上不同于一指的大小;就感觉而言[不可分]如同极微音,因为它不能被分割成更小的声音;因为极微音是声音中最微小、最极致的。他说,依循理性逻辑也同样可以得出,一并不是某种自存的实体与本性;因为一所意味的无非是众的尺度,正如人意味着两足有步态的动物一样。但数所表明的也无非是被分割的众,或是尺度即单元的众。因为既然一是众的尺度,他便用“尺度的众”代替了“单元的众”。因此,如果一是众的尺度,而众又是多次重复的一,且所有的众要么是人,要么是马,要么是某种其他本性,那么每一个一也就必然是人,或是马,或是心灵,或是与它所测量的众同类的某种其他事物。他说,根据上述理由,极其自然地,一乃是数的尺度,而不是数。他实际上做出了如下推论:“一作为尺度,并不是诸尺度;凡数皆是诸尺度;因此,一不是数。”这是一个第二格的三段论。他自己通过“因此一自然不是数”给出了结论,并通过“因为尺度并非诸尺度”表明了“一作为尺度并不是诸尺度”这一个前提,却略去了“凡数皆是诸尺度”这另一个前提。因此一不是数,因为尺度绝不是诸尺度。因为诸尺度是众,而尺度不是众。相反,一与尺度是本原,前者是数的[本原],后者是诸尺度的[本原],而决不是数或诸尺度。在说了“一是众的尺度”并插入了刚才所说的话之后,他接着写道:“一与尺度对于所有尺度而言必须始终是同一且同类的;例如,如果诸尺度是马,它们的尺度也将是马;反过来,如果尺度是马,诸尺度也就是马。但如果诸尺度是人、马和神,它们的数就将是诸动物,而尺度则是动物。但如果是人、步行的东西与白色的东西,首先人们不应寻求它们的数以及该数的尺度,因为它们不是独立存在的,而是能够从属于基底即数目上为一的事物,如苏格拉底;其次,它们的数应被称为类的数。”因为白色从属于性质,苏格拉底从属于实体,步行的东西从属于运动,而实体与性质是不同的类,因此它们的数应当被称为类的数,即不同本性的数。他说,因此,它们的数要么被称为类的数,要么获得某种其他的名称。

语法注3 条
  1. 14.3Τὸ ἀρχικὸν ἓν οἱ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς εἶναι τιθέμενοι ... ἐλέγχονται

    句首的宾格短语 Τὸ ἀρχικὸν ἓν 属于前置倒装(hyperbaton),作为其后一系列分词(λέγοντες, ὑποτιθέντες 等)的逻辑宾语。主句的主语是实质化的分词短语 οἱ τὰς ἰδέας καὶ τοὺς ἀριθμοὺς εἶναι τιθέμενοι(主张理念与数存在的人),主动词是 ἐλέγχονται(被驳斥),整句的基本骨架为“那些主张……称本原的一为……的人,被……所驳斥”。

  2. 14.3καὶ ἀδιαίρετον τὸ μὲν κατὰ τὸ εἶδος τὸ δὲ πρὸς τὴν αἴσθησιν

    在 καὶ ἀδιαίρετον 之后省略了系动词 ἐστί 以及主语(承接前文的 τὸ ἓν καὶ τὸ μέτρον)。中性短语 τὸ μὲν ... τὸ δέ 作为部分同位语(partitive apposition)使用(“一者……另一者……”),用于区分尺度不可分的两种方式:按形式/种不可分(κατὰ τὸ εἶδος)与就感觉而言不可分(πρὸς τὴν αἴσθησιν)。

  3. 14.3καὶ τὴν μίαν πρότασιν [διὰ τοῦ] τὴν τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα δηλώσας

    印刷本中的方括号 [διὰ τοῦ] 是编订者视作衍文而删去的内容。从句法上看,分词 δηλώσας(表明了)支配宾语 τὴν μίαν πρότασιν(那一个前提),其同位语为带冠词的短语 τὴν τὸ ἓν μέτρον ὂν οὐκ ἔστι μέτρα(即“一作为尺度并不是诸尺度”),随后紧跟介词短语 διὰ τοῦ 'οὐ γὰρ μέτρον μέτρα'(借由“因为尺度不是诸尺度”这一引语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:799.9-800.25