← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§79.1-80.6

从科学出发的论证与理念论批判之重构

针对亚里士多德在《形而上学》990b11中提到的“从诸门科学出发的论证”,亚历山大参照《论理念》重构了其推论,并指出这些论证仅仅证明了共同项的存在而未能证明理念本身,而且还会荒谬地推导出人工物与技术对象的理念。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.76

" Κατά τε γὰρ τοὺς λόγους τοὺς ἐκ τῶν ἐπιστημῶν εἴδη ἔσται πάντων ὅσων ἐπιστῆμαί εἰσιν." Πλεοναχῶς μὲν ταῖς ἐπιστήμαις πρὸς τὴν τῶν ἰδεῶν κατασκευὴν προσεχρήσαντο, ὡς ἐν τῷ πρώτῳ Περὶ ἰδεῶν λέγει· ὧν δὲ νῦν μνημονεύειν ἔοικε λόγων, εἰσὶ τοιοῦτοι.1 εἰ πᾶσα ἐπιστήμη πρὸς ἕν τι καὶ τὸ αὐτὸ ἐπαναφέρουσα ποιεῖ τὸ αὑτῆς ἔργον καὶ πρὸς οὐδὲν τῶν καθ’ ἕκαστον, εἴη ἄν τι ἄλλο καθ’ ἑκάστην παρὰ τὰ αἰσθητὰ ἀΐδιον καὶ παράδειγμα τῶν καθ’ ἑκάστην ἐπιστήμην γινομένων. τοιοῦτον δὲ ἡ ἰδέα. ἔτι ὧν ἐπιστῆμαί εἰσι, ταῦτα ἔστιν· ἄλλων δέ τινων παρὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ ἐπιστῆμαι· ταῦτα γὰρ ἄπειρά τε καὶ ἀόριστα, αἱ δὲ ἐπιστῆμαι ὡρισμένων· ἔστιν ἄρα τινὰ παρὰ τὰ καθ’ ἕκαστα, ταῦτα δὲ αἱ ἰδέαι. ἔτι εἰ ἡ ἰατρικὴ οὐκ ἔστιν ἐπιστήμη τῆσδε τῆς ὑγιείας ἀλλ’ ἁπλῶς ὑγιείας, ἔσται τις αὐτοϋγίεια· καὶ εἰ ἡ γεωμετρία μή ἐστι τοῦδε τοῦ ἴσου καὶ τοῦδε τοῦ συμμέτρου ἐπιστήμη ἀλλ’ ἁπλῶς ἴσου καὶ ἁπλῶς συμμέτρου, ἔσται τι αὐτόϊσον καὶ αὐτοσύμμετρον, ταῦτα δὲ αἱ ἰδέαι. οἱ δὴ τοιοῦτοι λόγοι τὸ μὲν προκείμενον οὐ δεικνύουσιν, ὃ ἦν τὸ ἰδέας εἶναι, ἀλλὰ δεικνύουσι τὸ εἶναί τινα παρὰ τὰ καθ’ ἕκαστα καὶ αἰσθητά. οὐ πάντως δέ, εἴ τινα ἔστιν ἅ εἰσι παρὰ τὰ καθ’ ἕκαστα, ταῦτά εἰσιν ἰδέαι· ἔστι γὰρ παρὰ τὰ καθ’ ἕκαστα τὰ κοινά, ὧν φαμεν καὶ τὰς ἐπιστήμας εἶναι. ἔτι τε τὸ καὶ τῶν ὑπὸ τὰς τέχνας ἰδέας εἶναι·2 καὶ γὰρ πᾶσα τέχνη πρὸς ἕν τι ἀναφέρει τὰ γιγνόμενα ὑπ’ αὐτῆς, καὶ ὧν εἰσιν αἱ τέχναι, ταῦτα ἔστι, καὶ ἄλλων τινῶν παρὰ τὰ καθ’ ἕκαστά εἰσιν αἱ τέχναι. καὶ ὁ ὕστερος δέ, πρὸς τῷ μηδὲ οὗτος δεικνύναι τὸ εἶναι ἰδέας, καὶ ὧν οὐ βούλονται ἰδέας εἶναι κατασκευάζειν ἰδέας δόξει. εἰ γὰρ διότι ἡ ἰατρικὴ μή ἐστι τῆσδε τῆς ὑγιείας ἐπιστήμη ἀλλ’ ἁπλῶς ὑγιείας, ἔστιν αὐτό τις ὑγίεια, ἔσται καὶ ἐπὶ τῶν τεχνῶν ἑκάστης. οὐ γὰρ τοῦ καθ’ ἕκαστα οὐδὲ τοῦδέ ἐστιν, ἀλλ’ ἁπλῶς ἐκείνου περὶ ὅ ἐστιν, οἷον ἡ τεκτονικὴ ἁπλῶς βάθρου ἀλλ’ οὐ τοῦδε, καὶ ἁπλῶς κλίνης ἀλλ’ οὐ τῆσδε· ὁμοίως καὶ ἡ ἀνδριαντοποιητικὴ καὶ ἡ γραφικὴ καὶ ἡ οἰκοδομικὴ δὲ καὶ τῶν ἄλλων ἑκάστη τεχνῶν ἔχει πρὸς τὰ ὑφ’ ἑαυτήν. ἔσται ἄρα καὶ τῶν ὑπὸ τὰς τέχνας ἑκάστου ἰδέα, ὅπερ οὐ βούλονται.

“因为按照从诸门科学出发的论证,只要有科学存在的一切事物都会有形式。” 正如他在《论理念》第一卷中所说,他们为了确立理念而以多种方式利用了诸门科学;但他现在似乎提及的论证则是如下的。如果每一门科学都是通过归结于单一且相同的事物来完成自身的工作,而不是归结于个别事物中的任何一个,那么对应于每一门科学,在可感觉事物之外就应当存在某种别的、永恒的、且作为依据每门科学所生成之物的范型的事物。而这样的事物就是理念。再者,凡有科学存在的事物,这些事物都是存在的;而诸门科学是关于个别事物之外的某些其他事物的;因为个别事物是无限且不定的,而诸门科学则是关于被限定之物的;因此,在个别事物之外存在着某些事物,而这些就是理念。再者,如果医学不是关于这一特定健康的科学,而是关于纯粹健康的科学,那么就会有某种健康自身存在;如果几何学不是关于这一特定相等之物和这一特定通约之物的科学,而是关于纯粹相等之物和纯粹通约之物的科学,那么就会有某种相等自身和通约自身存在,而这些就是理念。然而,这样的论证并没有证明既定的论题,即存在着理念,而是证明了在个别事物和可感觉事物之外存在着某些事物。但是,如果在个别事物之外存在着某些事物,绝非必然这些事物就是理念;因为在个别事物之外存在着共同项,而我们也主张诸科学正是关于这些共同项的。此外,[还会得出]属于诸技术之下的事物也存在理念;因为每一门技术也将其所生成的事物归结于单一的事物,并且诸技术所关涉的事物是存在的,而且诸技术是关于个别事物之外的某些其他事物的。而后一种论证,除了它本身也未能证明理念的存在之外,还将看似为他们不愿有理念存在的事物确立了理念。因为,如果由于医学不是关于这一特定健康的科学而是关于纯粹健康的科学,就存在某种健康自身,那么在每一门技术上也将同样如此。因为技术不是关于个别事物或这一特定事物的,而是关于它所围绕的那纯粹对象的,例如木工技术是关于纯粹基座而非这一基座的,关于纯粹床铺而非这一床铺的;同样,雕塑术、绘画术、建筑术以及其他各门技术,对于属于其自身之下的事物也具有这种关系。因此,属于诸技术之下的每一事物也将有理念存在,而这恰恰是他们所不愿有的。

语法注2 条
  1. 1.76ὧν δὲ νῦν μνημονεύειν ἔοικε λόγων, εἰσὶ τοιοῦτοι

    在关系从句 ὧν δὲ νῦν μνημονεύειν ἔοικε λόγων 中,本应作为先行词的名词(λόγων)被吸收入关系从句内部,并在格上被吸引为关系代词 ὧν 的属格(受 μνημονεύειν 支配)。主句的逻辑主语为 οἱ λόγοι,整句骨架为“他现在似乎提及的[论证](οἱ λόγοι ὧν μνημονεύειν ἔοικε)是如下的(εἰσὶ τοιοῦτοι)”。

  2. 1.76ἔτι τε τὸ καὶ τῶν ὑπὸ τὰς τέχνας ἰδέας εἶναι

    带有冠词的对格不定式短语 τὸ ... ἰδέας εἶναι 在此作为一个独立的结构,在没有显性限定动词的情况下列举了前述论证的又一后果或缺陷。可以补出省略的动词(如 συμβαίνει 或 ἄτοπόν ἐστιν)来理解,即“此外,[还会导致/荒谬的是]属于诸技术之下的事物也存在理念”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:79.1-80.6