- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:6.13-8.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在《形而上学》981b13–25中关于技术发展、闲暇以及数学科学起源的论述,亚历山大阐明了超越实用性的认知与观照如何受到尊崇,并引述《尼各马可伦理学》第六卷探讨五种理智品质(技术、审慎、科学、智慧、理智)的定义,以此论证作为第一原因之认知的智慧所具有的首要地位。
" Τὸ μὲν οὖν πρῶτον εἰκὸς τὸν ὁποιανοῦν εὑρόντα τέχνην παρὰ τὰς κοινὰς αἰσθήσεις." Καὶ ταῦτα κατασκευαστικὰ μέν ἐστι καὶ αὐτὰ καὶ δεικτικὰ τοῦ ὅτι θαυμαστόν τε καὶ τίμιον ἡ γνῶσις, εἴ γε ἀεὶ τοὺς προσεξευρίσκοντάς τι παρὰ τὸ χρήσιμον ἐθαύμαζον οἱ ἄνθρωποι ὡς σοφοὺς καὶ διαφέροντας τῶν ἄλλων· ἅμα δὲ διὰ τούτων δείκνυσι τὴν ἐπὶ τὴν σοφίαν καὶ τὴν τελειοτάτην γνῶσιν ὁδόν, καὶ πῶς παρῆλθεν εἰς ἀνθρώπους ἡ σοφία καὶ ἡ τῶν τιμιωτάτων ζήτησίς τε καὶ θεωρία, ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τι καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων.1 τὰς δὲ τῶν ἡδέων ποριστικὰς τέχνας καὶ αὐτὰς ταῖς χρειώδεσιν ἐγκατατάττει· ὡς γὰρ δεόμενοι καὶ χρείαν ἔχοντες ἡδονῶν τε καὶ ἀναπαύσεως τὰ ποιητικὰ αὐτῶν ἐζήτουν. ἔστι δὲ καὶ τῶν τοιούτων τεχνῶν πρᾶξίς τις τὸ τέλος· αἱ γὰρ ἀπὸ θεωρίας ἡδοναὶ οὐ τέλος τὴν ἡδονὴν ποιοῦνται, ἀλλ’ ἔχουσιν αὐτὴν παρεπομένην. ὅτι δὲ καὶ αἱ μαθηματικαὶ ἐπιστῆμαι ἐξ ἐμπειρίας ἤρξαντο, ἐνεδείξατο διὰ τῶν ἱερέων τῶν ἐν Αἰγύπτῳ, οἳ τῷ σχολάζειν διὰ τῶν τηρήσεων τῶν κατ’ οὐρανὸν γιγνομένων ἐμπειρίαν πρῶτον ἔσχον, εἶτα τέχνην συνεστήσαντο. οὕτως δὲ καὶ ἡ γεωμετρία κατὰ τὴν ἀρχὴν εὑρέθη ἀπὸ τῆς γεωδαισίας. ὥσπερ δὲ ἡ εὕρεσις τῶν τοιούτων ὑπὸ τῶν σχολαζόντων, οὕτω καὶ ἡ περὶ αὐτὰ ἐνέργεια σχολῆς δεῖται.
“因此起初,那超越共通感觉发现任何技术的人[受到赞叹是合情理的]。” 这些论点本身也是为了确立并表明认知是令人惊叹和尊贵的,因为人们总是把那些在有用之物之外进一步发现某种事物的人作为智慧者和优于他人者来赞叹;同时,他通过这些表明了通向智慧和最完满认知的道路,以及智慧和对最尊贵事物的探求与观照是如何传入人间的:即在发现必需且必要的事物之后,人们已有了闲暇去思考某种更为超拔而自由的事物。他还将提供愉悦的技术本身也归入必要之列;因为人们作为有所匮乏并需要愉悦和休息的人,探求了能产生这些事物的东西。而且,这类技术的目的也是某种行动;因为源于观照的愉悦并不把愉悦当作目的,而是将其作为伴随之物。至于数学科学也是从经验开始的,他通过埃及的祭司们指明了这一点;他们因拥有闲暇,通过对天上产生现象的观测,首先获得了经验,随后建立了技术。同样,几何学起初也是从土地测量术中发现的。正如这类事物的发现是由拥有闲暇的人做出的,同样,围绕它们的现实活动也需要闲暇。
"Εἴρηται μὲν οὖν ἐν τοῖς Ἠθικοῖς τίς διαφορὰ τέχνης καὶ ἐπιστήμης." Τῷ τῆς τέχνης ὀνόματι χρησάμενος καὶ κατὰ τῆς ἐπιστήμης, περὶ τῆς διαφορᾶς αὐτῶν ἀνέπεμψεν ἡμᾶς εἰς τὰ Ἠθικά· ἐν γὰρ τῷ Ζ τῶν Νικομαχείων ἡ τούτων διαίρεσις αὐτῷ παραδέδοται, ἐν οἷς λέγει πέντε εἶναι οἷς ἀληθεύει ἡ ψυχὴ τὴν ἐν λόγῳ καὶ συνέσει ἀλήθειαν, ἐπεὶ καὶ τὸ αἰσθάνεσθαι ἀληθεύειν λέγεται, τέχνην φρόνησιν ἐπιστήμην σοφίαν νοῦν. καὶ τέχνην μέν φησιν εἶναι ἕξιν μετ’ ἀληθοῦς λόγου ποιητικήν, ἐπιστήμην δὲ ἕξιν ἀποδεικτικήν, ἀποδεικτικὴν δὲ τὴν ἐκ προτέρων καὶ ἀμέσων καὶ γνωριμωτέρων τοῦ συμπεράσματος συλλογιστικήν, ἢ ὑπόληψιν περὶ τῶν καθόλου καὶ ἐξ ἀνάγκης ὄντων, ἢ γνῶσιν τῆς αἰτίας δι’ ἣν τὸ πρᾶγμα ἔστιν, ὅτι ἐκείνου ἔστι, καὶ ὅτι οὐκ ἐνδέχεται αὐτὸ ἄλλως ἔχειν· φρόνησιν δὲ ἕξιν μετ’ ἀληθοῦς λόγου πρακτικὴν περὶ τὰ ἀνθρώπῳ ἀγαθὰ ἢ καὶ κακά, περὶ ὧν ἐστι καὶ τὸ βουλεύεσθαι, ἢ ἀρετὴν τοῦ δοξαστικοῦ μέρους τῆς ψυχῆς· νοῦν δὲ δύναμιν ψυχῆς ᾗ τὰς τῶν ἀποδεικτῶν ἀρχὰς τὰς ἀναποδείκτους γνωρίζομεν· σοφίαν δὲ νοῦν καὶ ἐπιστήμην τῶν τιμιωτάτων τῇ φύσει. ἀναπέμψας δὲ εἰς ἐκεῖνα περὶ τῆς διαφορᾶς ἡμᾶς τῆς τέχνης καὶ τῆς ἐπιστήμης (ἡ μὲν γὰρ αὐτῶν ἐν ποιήσει τε καὶ πράξει, ἡ δ’ ἐπιστήμη ἐν γνώσει), οὗ χάριν τούτων μνημονεύει, τούτου ἔχεται· τοῦ γὰρ λαβεῖν τε καὶ δεῖξαι2 ὅτι τὴν κυριώτατά τε καὶ μάλιστα ἐπιστήμην, ἣν καὶ ἁπλῶς σοφίαν καλοῦμεν, περὶ τὰ πρῶτα αἴτια καὶ τὰς πρώτας ἀρχὰς πάντες ὑπολαμβάνουσιν εἶναι. τούτου χάριν τῆς ἐμπειρίας τὴν τέχνην ἔδειξε τῇ τῆς αἰτίας γνώσει διαφέρουσαν, καὶ ὅτι τιμιώτεραι αἱ περὶ τὴν τῆς αἰτίας τῶν ὑπ’ αὐτῶν μεταχειριζομένων γνῶσιν καταγιγνόμεναι.
“因此,技术与科学的区别是什么,已在《伦理学》中谈过了。” 在把“技术”之名也用于指称“科学”之后,他就它们之间的区别将我们引向《伦理学》;因为在《尼各马可伦理学》第六卷中,他给出了关于它们的划分,在其中他说,灵魂借以在理性与理解中把握真理的方式有五种(因为感觉也被称为把握真理):技术、审慎、科学、智慧、理智。他说技术是“伴随真实理性的创制性品质”,科学是“论证性品质”——而所谓论证性,是指从先于结论、直接的且比结论更可知的前提中进行推论的品质;或者是“关于普遍且出于必然存在之物的领会”;或者是“关于事物借以存在的原因的认知,知其为此事物之原因,且知其不可能处于其他状态”。审慎是“关涉于人而言的善或恶的、伴随真实理性的实践性品质”,深思所关涉的也正是这些,或者说是“灵魂意见部分的德性”。理智是“灵魂的一种能力,借此我们认识可论证事物之不可论证的本原”。智慧则是“关于在本性上最尊贵事物的理智与科学”。在就技术与科学的区别将我们引向那些论述之后(因为它们之中的前者在于创制与行动,而科学在于认知),他紧扣自己之所以提及这些东西的宗旨:即为了把握并表明,所有人皆认为最根本且最名副其实的科学(我们也单纯地称之为智慧),是关涉第一原因和第一本原的。正是为了这个缘故,他表明技术因对原因的认知而区别于经验,并且那些致力于认知自己所处理事物之原因的[学科]更为尊贵。
- 1.5ὅτι μετὰ τὴν τῶν ἀναγκαίων καὶ χρειωδῶν εὕρεσιν περιττότερόν τι καὶ ἐλεύθερον ἤδη νοεῖν σχολαζόντων τῶν ἀνθρώπων
连词 ὅτι(“即/由于……”)后直接接续了属格独立结构(σχολαζόντων τῶν ἀνθρώπων),不定式 νοεῖν 则依附于 σχολαζόντων(“有闲暇去思考”)。该 ὅτι 从句省略了限定动词,由属格独立结构本身承担了实际的谓语功能,用以说明智慧传入人间的具体缘由。
- 1.6οὗ χάριν τούτων μνημονεύει, τούτου ἔχεται· τοῦ γὰρ λαβεῖν τε καὶ δεῖξαι
关系代词从句 οὗ χάριν(“为了该目的”)倒置于其先行词 τούτου 之前。动词 ἔχεται 支配属格,意为“紧扣/坚守”。其后接的带冠词不定式属格 τοῦ ... λαβεῖν τε καὶ δεῖξαι 作为 τούτου 的同格解释性属格,明确了亚里士多德所追求的论证目标。
