← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§798.16-799.8

属与数的先后次序及一的对立项批判

亚历山大指出,如果属类事物更为优先,那么数目本身相对于形式数目的先后便会产生矛盾,并详细阐明了亚里士多德对毕达哥拉斯派等人将“一”与“众”、“异”、“他”相对立的主张的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.2#2

εἰ γὰρ τὰ γενικώτερα κατ’ αὐτοὺς τῶν εἰδικωτέρων πρότερα, γενικώτερος δὲ ὁ ἀριθμὸς τῆς αὐτοδυάδος, εὔδηλον ὅτι καὶ πρότερος, ὅπερ οὐ βούλονται. οὗτοι δὲ καὶ ἀμφοτέρων μᾶλλον ὄντων καθόλου, τοῦ μὲν ὑπερέχοντος καὶ ὑπερεχομένου τῶν εἰδητικῶν ἀριθμῶν, τοῦ δὲ ἀριθμοῦ τῆς δυάδος,1 τὸ μὲν ὑπερέχον καὶ ὑπερεχόμενον ὡς γενικώτερον πρότερόν φασι τῶν εἰδητικῶν ἀριθμῶν, τὸν δὲ ἀριθμὸν πρότερον εἶναι οὐ συγχωροῦσι, καίτοι γενικώτερον ὄντα καὶ καθολικώτερον αὐτῆς, ἀλλ’ ὕστερον. ἀλλ’ οὗτοι μὲν τοιαῦτα λέγοντες τοιαῦτα ἀκούουσιν, ἄλλοι δὲ τῶν Πυθαγορείων τὸ ἕτερον καὶ τὸ ἄλλο ὡς μίαν φύσιν, ὑλικὴν δέ, πρὸς τὸ ἕν, τὸ εἶδος, ἀντιτιθέασιν· ἄλλοι δέ (τοῦτο καὶ ἀνωτέρω εἴρηκε) τὸ πλῆθος καὶ τὸ ἓν κατ’ ἀλλήλων ὡς ἐναντία ὁπλίζουσι. ταῦτα εἰπὼν κοινῶς πρὸς ἅπαντας ἀπαντᾷ, λέγων εἴπερ εἰσίν, ὡς βούλονται, τὰ ὄντα ἐξ ἐναντίων, τῷ δὲ ἑνὶ ἢ ὅλως οὐδέν ἐστιν ἐναντίον ἤ, εἴπερ ἄρα ἠναντίωταί τι αὐτῷ, τὸ πλῆθος ἂν εἴη ἐναντίον αὐτῷ καὶ οὐ τὸ ἄνισον, ὡς οὗτοι λέγουσιν, οὐδὲ μὴν τὸ ἕτερον οὐδὲ πολλῷ μᾶλλον τὸ ἄλλο. τὸ γὰρ ἕτερον τῷ ταὐτῷ ἐστιν ἐναντίον ἀλλ’ οὐ τῷ ἑνί, καὶ τὸ ἄλλο αὐτῷ. ἐπιστῆσαι δὲ χρὴ ἣν παραδίδωσι διαφορὰν ἑτέρου καὶ ἄλλου. τὸ μὲν γὰρ ἕτερον ἀντικεῖσθαι λέγει τῷ ταὐτῷ μετὰ τῆς τοῦ ταῦ προσθήκης τε καὶ προηγήσεως,2 τὸ δὲ ἄλλο τῷ αὐτῷ χωρὶς τοῦ τῷ ἄρθρου καὶ τῆς τοῦ ταῦ προσθήκης τε καὶ προηγήσεως. ὥστε οὕτω χρὴ τὴν τῶν δύο τούτων συζυγιῶν ἐναντιότητα ἐκφωνεῖν· ἕτερον ταὐτό, ἄλλο αὐτό. οἱ μὲν οὖν τῷ ἑνί, ὡς εἴρηται, τὸ πλῆθος ἀντιτιθέντες μᾶλλον ἔχονταί τινος πιθανότητος ἤπερ οἱ τὸ ἄνισον ἢ τὸ ἕτερον, ἀλλ’ οὐδὲ οὗτοι, φησίν, ἱκανῶς λέγουσιν· εἰ γάρ ἐστι τῷ πλήθει ἐναντίον τὸ ἕν, ἐστὶ δὲ τῷ πλήθει ἐναντίον καὶ τὸ ὀλίγον, ἔσται τὸ ἓν ὀλίγον. ἀλλὰ μὴν ὥσπερ ἐστὶν ἐλάχιστος τῶν ὑφημιολίων ἡ δυὰς καὶ τῶν ἐπιτρίτων ἡ τριάς, οὕτω καὶ τὸ ἐλαχιστότατον καὶ ἔσχατον τοῦ ὀλίγου μέρος ἡ δυάς· ὥστε τὸ ἕν, εἴπερ ἐστὶν ὀλίγον, ἔσται δυάς· ὅπερ ἀδύνατον. εἰπὼν δὲ ἔσται γὰρ τὸ ἓν ὀλίγον ἐπάγει πλῆθος μὲν γὰρ ὀλιγότητι, τὸ δὲ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, δυνάμει λέγων ὅτι τὸ πλῆθος οὐ τῷ ἑνὶ ἀλλὰ τῇ ὀλιγότητι ἀντίκειται, ὥσπερ καὶ τὸ πολὺ τῷ ὀλίγῳ.

因为如果在他们看来,更具属类性的事物先于更具种别性的事物,而数比自存二元更具属类性,那么显而易见数也更为优先,这正是他们所不愿接受的。而且尽管两者都更为普遍——超越者与被超越者相对于形式数目[更为普遍],而数相对于二元[更为普遍]——他们却声称超越者与被超越者作为更具属类性者先于形式数目,却不承认数更为优先,尽管它比自存二元更属类且更普遍,反而主张它是后继的。然而说出这类话的人便会招致这类的反驳;另一些毕达哥拉斯主义者则把“异”与“他”作为单一且质料性的本性,与“一”即形式相对立;还有一些人(这在上面也已经说过)把“众”与“一”作为对立者相互抗衡。说了这些之后,他[=亚里士多德]对所有人作了普遍的应对,指出如果正如他们所愿,存在者由对立者构成,而“一”若非全无对立者,就是倘若确有某种东西与之对立,那也应当是“众”与之对立,而绝非如这些人所说的“不等”,更非“异”,远非“他”。因为“异”是与“同一”相对立,而不是与“一”相对立,而“他”则是与“自身”相对立。我们应当注意他所给出的“异”与“他”的区别。因为他说,“异”所对立的“同一”带有字母tau的添加与前置,而“他”所对立的“自身”则既不带有冠词to,也不带有字母tau的添加与前置。因此应当把这两组对偶的对立读作:“异/同一”,“他/自身”。所以,正如所言,将“众”与“一”相对立的人比起将“不等”或“异”相对立的人更具说服力;他说,然而就连他们也没有说得充分。因为如果“一”与“众”相对立,而“少”也与“众”相对立,那么“一”就将是“少”。然而正如二在反一又二分之一比的诸数中最小,三在一又三分之一比的诸数中最小一样,“少”的最小且极致的部分也是二;因此“一”如果确实是“少”,它就将是二,这是不可能的。在说了“因为一将是少”之后,他接着写道“因为众对立于少数,多对立于少”,实际上是在说“众”并不是与“一”相对立,而是与“少数”相对立,正如“多”与“少”相对立一样。

语法注2 条
  1. 14.2ἀμφοτέρων μᾶλλον ὄντων καθόλου, τοῦ μὲν ὑπερέχοντος καὶ ὑπερεχομένου τῶν εἰδητικῶν ἀριθμῶν, τοῦ δὲ ἀριθμοῦ τῆς δυάδος

    短语 ἀμφοτέρων ὄντων καθόλου 为属格独立结构,其下的 τοῦ μὲν ... τοῦ δὲ ... 作为部分属格分别指明 ἀμφοτέρων 的两项。比较级 μᾶλλον(修饰 καθόλου)分别统摄比较属格 τῶν εἰδητικῶν ἀριθμῶν 与 τῆς δυάδος,形成平行对比:超越者与被超越者比形式数目更普遍,而数比二元更普遍。

  2. 14.2τὸ μὲν γὰρ ἕτερον ἀντικεῖσθαι λέγει τῷ ταὐτῷ μετὰ τῆς τοῦ ταῦ προσθήκης τε καὶ προηγήσεως, τὸ δὲ ἄλλο τῷ αὐτῷ χωρὶς τοῦ τῷ ἄρθρου καὶ τῆς τοῦ ταῦ προσθήκης τε καὶ προηγήσεως

    这是基于字母tau的添加(προσθήκη)与前置(προήγησις)之有无构成的对比句式。前项的 τῷ ταὐτῷ 指前置了字母tau的形式(ταὐτό),后项的 τῷ αὐτῷ 则指脱去冠词(τῷ)及字母tau前置添加的原形(αὐτό)。紧随其后的 ἕτερον ταὐτό, ἄλλο αὐτό 总结了由此形成的对立配对。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:798.16-799.8