← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§797.18-798.16

关于数之质料本原的诸说与难点

针对亚里士多德论述被称为元素的诸本原(大与小、多与少、超越与不足)之缺陷处(1087b12),亚历山大给出了文句结构与断句说明,梳理了各派关于质料本原的分歧,并指出即便设定更为普遍的超越与不足为本原也无法摆脱对立者为本原的根本荒谬,反而会导致作为属类的数先于作为种的自存二元之后果。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.2#1

" Ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃς στοιχεῖα1 καλοῦσιν οὐ καλῶς ἀποδιδόασιν." Τὸ μὲν τῆς λέξεως ἀκόλουθον τοιοῦτον. ἀλλὰ μὴν καὶ τὰς ἀρχὰς ἃ στοιχεῖα καλοῦσι τῶν ἀριθμῶν οὐ καλῶς ἀποδιδόασιν, οἱ μὲν τὸ μέγα καὶ μικρὸν λέγοντες μετὰ τοῦ ἑνός, τρία ταῦτα στοιχεῖα. καὶ δεῖ στίξαι τελείαν εἰς τὸ μετὰ τοῦ ἑνός, εἶτα ἐπαγαγεῖν αὐτὸ καθ’ αὑτὸ τὸ τρία ταῦτα στοιχεῖα. τὸ 〈δὲ〉 λεγόμενον τοιοῦτον. πάντες οὗτοι τὴν μὲν εἰδικὴν ἀρχὴν τῶν ἀριθμῶν τὸ ἓν λέγουσι, τὴν δὲ ὑλικὴν ἄλλοι ἄλλως· οἱ μὲν γὰρ τούτων τὸ μέγα καὶ μικρὸν ὕλην λέγοντες, εἶδος δὲ τὸ ἕν, τὰ τρία ταῦτα στοιχεῖα τῶν ἀριθμῶν ἔλεγον· οἱ δ’ ἐπιδιορθούμενοι πολλῷ δικαιότερόν ἐστι, φασί, τὸ πολὺ καὶ ὀλίγον ὑλικὴν ἀρχὴν λέγειν τῶν ἀριθμῶν καὶ μὴ τὸ μέγα καὶ μικρόν· τὸ γὰρ μέγα καὶ μικρὸν ἄνπερ ὅλως εἶεν ἀρχαί, τοῦ μεγέθους ἔστωσαν ἀλλ’ οὐ τοῦ ἀριθμοῦ. ἄλλοι δὲ ἐκφεύγοντες τὴν ἔριν ταύτην ὑπέθεντο ὑλικὴν ἀρχὴν τὸ περιέχον καὶ περιεχόμενον· καθολικώτερα γὰρ ταῦτα καὶ γενικώτερα καὶ τοῦ μικροῦ καὶ τοῦ μεγάλου καὶ πολλοῦ καὶ ὀλίγου, ἵνα κἂν μικρὸν καὶ μέγα βούλοιτό τις τὰς ἀρχάς, ὑπερέχον πάντως λέξει καὶ ὑπερεχόμενον, κἂν πολὺ καὶ ὀλίγον, ὁμοίως. ταῦτα εἰπὼν λέγει ὅτι πρὸς τὰ συμβαίνοντα ἄτοπα τοῖς ὅλως ἐναντία τὰ αἴτια τῶν ὄντων πάντων ποιοῦσιν οὐδὲν διαφέρει, κἂν μέγα καὶ μικρόν, κἂν πολὺ καὶ ὀλίγον, κἂν ὑπερέχον καὶ ὑπερεχόμενον τὰς ἀρχὰς ποιῇ, οὐδ’ ἐκφεύγει τὰ τοιαῦτα ἄτοπα, ἀλλ’ ἔνοχός ἐστι τοῖς ἀδυνάτοις τούτοις καὶ δυσχερέσι. μόνον δέ, φησί, πρὸς τὰς λογικὰς καὶ ἐνδόξους ἐπιχειρήσεις, αἷς προσπίπτειν φυλάττονται διὰ τὸ καὶ αὐτοὺς λογικῶς ἐπιχειρεῖν, ὠφελεῖ τὸ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ἀρχὰς ὑποθέσθαι. ὁ γὰρ τοῦτο ἀρχὴν θεὶς ἐκφεύγει τὰς κατ’ ἀλλήλων ἐπιχειρήσεις ὑπό τε τῶν μέγα καὶ μικρὸν καὶ πολὺ καὶ ὀλίγον ἀρχὰς λεγόντων φερομένας· τὰ δὲ μέλλοντα αὐτῷ ἰδίως ἐπάγεσθαι οὐκ ἐκφευξεῖται. καὶ τίθησι τὰ ἑπόμενα ἀδύνατα τῷ τὰ γενικώτερα ἐναντία ἀρχὰς τῶν ὄντων τιθεμένῳ. εἰ γὰρ μή ἐστι, φησίν, ἀρχὴ τὸ μέγα καὶ μικρὸν ἢ τὸ πολὺ καὶ ὀλίγον, ἀλλὰ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ὡς καθολικώτερα, τοῦ αὐτοῦ λόγου ἐστὶ καὶ τῆς αὐτῆς αἰτίας τὸ καὶ τὸν ἀριθμὸν ὡς γενικώτερον καὶ καθολικώτερον τῆς αὐτοδυάδος πρῶτον εἶναι2 αὐτῆς καὶ πρῶτον αὐτὸν γενέσθαι ἐκ τοῦ ἑνὸς καὶ τῆς ὑποκειμένης αὐτοῦ ὕλης (ταῦτα γὰρ εἶπε στοιχεῖα), δεύτερον δὲ τὴν αὐτοδυάδα.

“此外,他们也没有很好地给出他们称为元素的那些本原。” 文句的承接如下:“此外,他们也没有很好地给出他们称为数目元素的那些本原:有些人主张大与小连同一,[使]这三者成为元素”。应当在“连同一”处加句号,然后独立地接着写“这三个元素”。而所说之事的意义如下:所有这些人把数目的形式本原称为一,但质料本原却各有各的说法。因为他们之中的有些人把大与小称为质料,把一称为形式,说这三者是数目的元素;而另一些进行修正的人则说,把多与少称为数目的质料本原,而不是大与小,要正当得多;因为大与小哪怕根本上是本原,也应当是大小的[本原],而不是数的[本原]。但另一些人为了避开这场争论,假定了包含者与被包含者为质料本原;因为这些比起小与大以及多与少都更为普遍且属类,因此无论有人想要小与大作为本原,还是同样想要多与少,总归会说到超越者与被超越者。说了这些之后,他[=亚里士多德]说,对于那些根本上把对立者作为一切存在者之原因的人所遭遇的荒谬,无论把大与小、多与少,还是把超越者与被超越者作为本原,都毫无区别,也避不开这样的荒谬,反而难逃这些不可能之事和困境。他说,唯独对于那些辩证的、公认的驳论(他们因为自己也进行辩证论驳而戒备着不落入其中),假定超越者与被超越者为本原才有所助益。因为把这个设定为本原的人避开了由主张大与小以及多与少为本原的人相互提出的驳论;但他无法避开即将专门针对他自身提出的论驳。随后他[=亚里士多德]指出了对把更属类的对立者设定为存在者本原的人而言随之产生的那些不可能之事。因为他说,如果大与小或多与少不是本原,而是作为更普遍者的超越者与被超越者是本原,那么基于同样的道理和同样的理由,数目作为比自存二元更属类且更普遍者,也先于自存二元,且自身首先由一及其底层的质料生成(因为他称这些为元素),而自存二元则是第二位的。

语法注2 条
  1. 14.2καὶ δεῖ στίξαι τελείαν εἰς τὸ μετὰ τοῦ ἑνός, εἶτα ἐπαγαγεῖν αὐτὸ καθ’ αὑτὸ τὸ τρία ταῦτα στοιχεῖα

    亚历山大关于亚里士多德原文(1087b13)断句(标点)的句法说明。他指示在 μετὰ τοῦ ἑνός 处停顿打上句号,然后将 τρία ταῦτα στοιχεῖα 作为独立的名词句加以阅读。

  2. 14.2τοῦ αὐτοῦ λόγου ἐστὶ καὶ τῆς αὐτῆς αἰτίας τὸ καὶ τὸν ἀριθμὸν ... πρῶτον εἶναι

    表性质或从属的述语属格结构(τοῦ αὐτοῦ λόγου ἐστί,“属于同样的道理/原因”),以带有冠词的带不定词宾格短语(τὸ ... τὸν ἀριθμὸν ... πρῶτον εἶναι ... δεύτερον δὲ τὴν αὐτοδυάδα)作为整个句子的语法主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:797.18-798.16