- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:796.9-797.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大讨论了亚里士多德在1087b4中对柏拉图学派和毕达哥拉斯学派观点的评述(两派将对立者之一视为质料、将一视为形式),阐明了它们关于大与小及多数同不等之间关系的学说,并解释了对柏拉图混淆不等与大和小在基质上同一而在定义上相异的批评。
" Οἱ δὲ τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσι." Δεῖ συντομώτατα πρὸ τῆς τῶν λεγομένων σαφηνείας εἰπεῖν ὅπως οἱ τὰ ἐναντία ἀρχὰς τῶν ἰδεῶν καὶ πάντων τῶν ὄντων λέγοντες τὴν ἐναντιότητα παρελάμβανον, καὶ οὕτως ἐπ’ αὐτὰ χωρῆσαι. οἱ λέγοντες τὸ ἄνισον καὶ τὸ ἓν ἀρχήν, ἢ τὸ ἓν καὶ τὸ μέγα καὶ μικρόν, ἢ τὸ ἓν καὶ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον, τὸ ἓν ταὐτὸν λέγοντες τῷ ἴσῳ καὶ τὸ ἴσον τῷ ἑνί, τὸ μὲν ἄνισον ὕλην ἔλεγον, τὸ δὲ ἓν ἤτοι τὸ ἴσον εἶδος, καὶ ἐναντίον ἀλλήλοις τὸ μὲν ἓν ἢ τὸ ἴσον τῷ ἀνίσῳ καὶ τὸ ἄνισον τῷ ἑνί. πάλιν τὸ μέγα καὶ μικρὸν οὐκ ἔλεγον ἐναντία, ἀλλ’ ὡς μίαν τινὰ φύσιν καὶ ὑλικὴν αἰτίαν παραλαμβάνοντες ὡς εἶδος καὶ ἐναντίον αὐτοῖς τὸ ἓν ἐλάμβανον. ὁμοίως δὴ τούτοις καὶ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον μίαν τινὰ φύσιν ἀποφαινόμενοι τὸ ἓν ὡς εἶδος αὐτοῖς ἀντετίθουν. ὃ καὶ γελοῖον· οὐ γάρ ἐστιν ἡ ὕλη ἐναντία τῷ εἴδει, ὅπου καὶ συνυπάρχουσιν, ἀλλ’ ἡ στέρησις. ταῦτα μὲν οὖν προείρηται πρὸς σαφήνειαν τῶν λεχθησομένων. αὐτὸς δὲ λέγει ὅτι τῶν τὰ ἐναντία ἀρχὰς θεμένων οἱ μέν, ὥσπερ ὁ Πλάτων, τὸ ἕτερον τῶν ἐναντίων ὕλην ποιοῦσι, καὶ τοῦτό ἐστι τὸ ἄνισον, εἶδος δὲ τὸ ἕν, καὶ ἐναντίον ἀλλήλοις τὸ ἄνισον τῷ ἑνὶ καὶ τοῦτο τῷ ἀνίσῳ. εἰπὼν δὲ ὅτι ἐναντίον τὸ ἄνισον λέγουσι τῷ ἑνὶ καὶ ἐπαγαγὼν τὸ τῷ ἴσῳ, οὐκ ἄλλο τι δηλῶσαι βουλόμενος τοῦτο ἐπήγαγεν, ἀλλ’ ἐκ παραλλήλου τέθεικεν αὐτό.1 τὸ γὰρ ἕν, ὡς προείρηται, ταὐτὸν τῷ ἴσῳ νομίζοντες ὁτὲ μὲν ἓν ἐκάλουν αὐτὸ ὁτὲ δὲ ἴσον. εἶτα καὶ τὴν αἰτίαν τίθησι δι’ ἣν τῷ ἑνὶ τὸ ἄνισον ἀντετίθουν ἀλλ’ οὐ τὸ πλῆθος. ὑπολαμβάνοντες γάρ, φησίν, οἱ περὶ Πλάτωνα τὸ ἄνισον εἶναι τὴν φύσιν καὶ οὐσίαν τοῦ πλήθους, ἀντὶ τοῦ πλήθους τὸ ἄνισον ἀντετίθουν τῷ ἑνί. οἱ δὲ περὶ Πυθαγόραν ὕλην τε καὶ ἐναντίον τῷ ἑνὶ αὐτὸ τὸ πλῆθος ποιοῦσι. ταῦτα εἰπὼν καὶ μέλλων ἐκθέσθαι καὶ ἄλλας δόξας, πάλιν ἐκτίθεται τὴν τοῦ Πυθαγόρου καὶ Πλάτωνος, λέγων γεννῶνται γὰρ οἱ ἀριθμοὶ τοῖς μέν (οὗτοι δ’ εἰσὶν οἱ περὶ Πλάτωνα) ἐκ τῆς τοῦ ἀνίσου δυάδος· αὕτη δ’ ἐστὶ τὸ μέγα καὶ μικρόν· ἐμπεριέχεσθαι γὰρ τὴν ἐκ τοῦ μεγάλου καὶ μικροῦ ἀποτελουμένην δυάδα τῷ ἀνίσῳ ἔλεγον, καὶ διὰ τοῦτο ὁτὲ μὲν τὴν ἀόριστον δυάδα ἤτοι τὸ μέγα καὶ μικρὸν ἠναντιῶσθαι καὶ ὡς ὕλην ὑποκεῖσθαι τῷ ἑνὶ ἔλεγον, ὁτὲ δὲ τὸ περιεκτικὸν καὶ καθολικώτερον τοῦ μεγάλου χωρὶς καὶ τοῦ μικροῦ ἰδίως, ἅμα δὲ ἐξισάζον αὐτοῖς, τοῦτο δ’ ἐστὶ τὸ ἄνισον, ἠναντιῶσθαι τῷ ἑνί (ὥσπερ γὰρ ὁ ἀριθμὸς τοῦ μὲν περιττοῦ ἰδίως ἐστὶ καθολικώτερος, ὁμοίως δὲ καὶ τοῦ ἀρτίου, ἅμα δὲ τῶν δύο τούτων συνελθόντων οὐκ ἔστι καθολικώτερος ἀλλ’ ἐξισάζει, οὕτω καὶ τὸ ἄνισον τοῦ μὲν μεγάλου φασὶ καθολικώτερον καὶ τοῦ μικροῦ ὁμοίως, τῶν δύο δὲ ἅμα οὐδαμῶς)·2 τοῖς μὲν οὖν περὶ Πλάτωνα γεννῶνται οἱ ἀριθμοὶ ἐκ τῆς τοῦ ἀνίσου δυάδος, τῷ δὲ Πυθαγόρᾳ ἡ γένεσις τῶν ἀριθμῶν ἐστιν ἐκ τοῦ πλήθους. ἀμφότεροι δὲ καὶ ὁ Πυθαγόρας καὶ ὁ Πλάτων εἰ καὶ κατὰ τὴν ὕλην διαφέρονται, ὁ μὲν τὸ ἄνισον λέγων Πυθαγόρας δὲ τὸ πλῆθος, ἀλλὰ κατὰ τὸ εἶδος συμφωνοῦσι· τὸ ἓν γὰρ ἀμφότεροι ἀνυμνοῦσι. ταῦτα εἰπὼν μέμφεται τῷ Πλάτωνι λέγων ὅτι τὸ ἄνισον καὶ τὸ ἓν ὁ Πλάτων λέγων στοιχεῖα τῶν ἀριθμῶν, τὸ δὲ ἄνισον δυάδα καλῶν ἐκ μεγάλου καὶ μικροῦ, ὡς ἓν ὄντα τὸ ἄνισον καὶ τὸ μέγα καὶ μικρὸν λαμβάνει,3 καὶ οὐ διορίζει ὅτι τῷ μὲν ἀριθμῷ καὶ τῷ ὑποκειμένῳ ἕν εἰσι, τῷ δὲ λόγῳ πολλά. ἔδει δὲ ἓν αὐτὰ λέγοντα διορίζειν πῶς ἓν καὶ πῶς οὐχ ἕν.
“而有些人把对立者之一作为质料。” 在阐明所论之事之前,极有必要简明扼要地说明那些主张对立者是相及一切存在者的本原的人是如何采纳对立性的,并以此进入事情本身。那些主张不等与一为本原,或一与大和小,或一与超越和不足的人——他们主张一与等同一,等与一同一——把不等称为质料,把一即等称为形式,且彼此对立,一或等与不等对立,不等与一对立。再者,他们并没有说大与小互相对立,而是将它们采纳为某种单一的本性与质料因,而把一作为形式以及与它们对立之物来采纳。同样地,他们也宣称超越与不足为某种单一的本性,把一作为形式与它们相对置。而这也是可笑的;因为质料并不与形式对立(既然它们甚至共存),缺乏才[与形式]对立。以上这些是为阐明后文而预先说明的。而他自己[=亚里士多德]说,在那些设定对立者为本原的人中,有些人如柏拉图把对立者之一作为质料,这就是不等,把一作为形式,且彼此对立,不等与一对立,一与不等对立。在说了他们主张不等与一对立之后,又补上“与等[对立]”,他并不是想要表明某种别的东西才补上这句,而是将它作为同义并列置于此。因为正如前文所说,他们认为一与等是同一的,有时称它为一,有时称它为等。随后他[=亚里士多德]也给出了他们将不等而非多数与一相对置的原因。他说,因为柏拉图学派认为不等是多数的本性和实体,所以他们用不等代替多数来与一相对置。而毕达哥拉斯学派则把多数本身既作为质料,又作为与一对立之物。在说了这些之后,他本打算阐述其他观点,却又再次阐述毕达哥拉斯和柏拉图的观点,他说:因为数目对于某些人而言(这些人就是柏拉图学派)是由不等的二元生成的;而这就是大与小;因为他们说由大和小构成的二元包含在不等之中,因此他们有时说不定二元即大与小与一对立且作为质料在底层支撑着一,有时又说比分别开的大和个别的小更具包容性且更普遍、但同时又与它们等外延的东西——这就是不等——与一对立(正如数对于个别的奇数而言更为普遍,对于偶数而言也是如此,但在二者结合在一起时则不再更为普遍而是等外延的;同样,他们说不等比大更普遍,比小也同样更普遍,但对于二者结合在一起则绝非[更为普遍]);因此,对柏拉图学派而言,数目由不等的二元生成,而对毕达哥拉斯而言,数目的生成来自多数。毕达哥拉斯和柏拉图二者,即使在质料上有所分歧——一方主张不等,毕达哥拉斯则主张多数——但在形式上却是一致的;因为二者都赞美一。在说了这些之后,他责备柏拉图说:柏拉图把不等与一说成是数的元素,把不等称为由大和小构成的二元,却把不等以及大和小当作是一回事来采纳,并没有辨明它们在数目和基质上是一,但在定义上是多。既然称它们为一,他就应当辨明在何种意义上是一,在何种意义上不是一。
- 14.1ἐκ παραλλήλου τέθεικεν αὐτό
惯用短语“同义并列置于此”。指紧接在前文的短语“与等[对立]”(τῷ ἴσῳ)相对于“与一对立”(τῷ ἑνί)而言并没有引入新的论点,而只是将同一个事实通过同义词并置(ἐκ παραλλήλου)进行重述。
- 14.1ὥσπερ γὰρ ὁ ἀριθμὸς τοῦ μὲν περιττοῦ ἰδίως ἐστὶ καθολικώτερος, ὁμοίως δὲ καὶ τοῦ ἀρτίου, ἅμα δὲ τῶν δύο τούτων συνελθόντων οὐκ ἔστι καθολικώτερος ἀλλ’ ἐξισάζει, οὕτω καὶ τὸ ἄνισον τοῦ μὲν μεγάλου φασὶ καθολικώτερον καὶ τοῦ μικροῦ ὁμοίως, τῶν δύο δὲ ἅμα οὐδαμῶς
由 ὥσπερ... οὕτω... 构成的相关类比句结构。前半部分指出“数”(ὁ ἀριθμός)相对于个别的奇数和偶数是更为普遍的,但与二者结合在一起时的外延相等(ἐξισάζει);这对应于后半部分对“不等”(τὸ ἄνισον)如何分别与大、小以及二者结合体形成包容与外延关系的阐明。
- 14.1ὡς ἓν ὄντα τὸ ἄνισον καὶ τὸ μέγα καὶ μικρὸν λαμβάνει
动词 λαμβάνει 带复合宾语(τὸ ἄνισον καὶ τὸ μέγα καὶ μικρόν),并由表示主观认定的分词短语 ὡς ἓν ὄντα(“当作是一回事”)作宾语补足语。这构成了批评柏拉图将“不等”与“大和小”视为完全同一事物的句法核心。
