← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§795.12-796.8

第一本原非基质偶性与对立者不可能为本原

论者论证了第一本原不可能作为基质中的偶性而存在,也不可能作为脱离基质的对立者而存在,并进一步指出实体没有对立者,即便作为最普遍对立者的超越与被超越也不能作为本原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.0#2

ἀδύνατον οὖν τὴν πρώτην ἀρχὴν ἕτερόν τι οὖσαν,1 ἤτοι ἐν ὑποκειμένῳ οὖσαν, εἶναι ἀρχήν· πᾶν γὰρ ἐν ὑποκειμένῳ ὂν ἕτερόν τι ὄν ἐστιν ὃ λέγεται. τὸ γὰρ λευκὸν ἕτερόν τι ὄν, οἷον ξύλον ἢ ἄνθρωπος, ἐστὶ λευκόν· ὥστε καὶ ἡ τῶν ὄντων ἀρχή, εἰ ἦν ἐν ὑποκειμένῳ, ἕτερόν τι οὖσα ἦν ἂν ὃ εἶναι ἐλέγετο. αὐτὸς δὲ καὶ σαφηνίζει ὅπως εἰ ἔστιν ἡ τῶν ὄντων ἀρχὴ ἐν ὑποκειμένῳ, ἀνάγκη ἑτέραν εἶναι καὶ ὑστέραν τοῦ ἐν ᾧ ἐστι, λέγων οἷον εἴ τις λέγοι τὸ λευκὸν εἶναι ἀρχήν, μὴ λέγοι δὲ αὐτὸ ἀρχὴν καθὸ ἕτερόν τί ἐστιν, οἷον καθὸ ἀὴρ ἢ καθὸ ὕδωρ, ἀλλὰ καθὸ λευκόν· εἰ δή τις τοῦτο λέγοι, λέγοι δὲ ὅτι καὶ τὸ λευκὸν πρὸς τῷ ἀρχὴ εἶναι καὶ καθ’ ὑποκειμένου, τουτέστιν ἐν ὑποκειμένῳ ἐστίν, ἔσται τὸ ὑποκείμενον, ἐν ᾧ τὸ λευκὸν ἤτοι ἡ ἀρχή ἐστι, πρότερον τοῦ λευκοῦ καὶ τῆς ἀρχῆς, ὅπερ ἀδύνατον. τοῦτο δὴ ἀνάγκη λέγειν καὶ ἐπὶ τῆς τῶν ἁπάντων ἀρχῆς, εἴπερ ἐν ὑποκειμένῳ ἐστίν. ἐπειδὴ δέ τις ἔμελλε λέγειν ὅτι ἐναντιότητα μὲν ἕξει ἡ πρώτη ἀρχή, οὐκ ἔσται δὲ ἐν ὑποκειμένῳ, ὥστε ἐκ τούτου συνάγεσθαι τὸ πρότερόν τι αὐτῆς εἶναι, ἀλλ’ ἔστι τὰ ἀρχικὰ ἐναντία αὐτὰ καθ’ αὑτὰ χωρὶς ὑποκειμένου τινός, ἐπήγαγε τὸ ἀλλὰ μὴν γίνεται πάντα ἐξ ἐναντίου ὡς ἐξ ὑποκειμένου τινός, ἴσον λέγων τῷ ἀδύνατον τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι· δέδεικται γὰρ καὶ τοῦτο, λέγω δὴ ὡς 〈οὐ〉 γίνεται τὰ ἐναντία ἐξ ἀλλήλων. ἀδύνατον οὖν τὰ ἐναντία ἐξ ἀλλήλων γίνεσθαι μὴ ὄντος ὑποκειμένου τινός· οὐ γὰρ ἡ ψυχρότης θερμαίνεται, ἀλλὰ τὸ τῇ ψυχρότητι ὑποκείμενον. εἰ δὲ τοῦτο, οὐκ ἂν εἴη τὰ ἀρχικὰ ἐναντία καθ’ αὐτὰ καὶ χωριστά, ἀλλὰ καθ’ ὑποκειμένου, τουτέστιν ἐν ὑποκειμένῳ. ἀλλὰ μήποτε δυνατὸν λέγειν τὰ ἀρχικὰ ἐναντία οὐσίας καὶ διὰ τοῦτο οὐκ ἐν ὑποκειμένῳ· οὐδεμία γὰρ οὐσία ἐν ὑποκειμένῳ. ἢ, φησί, φαίνεταί τε καὶ ὁ λόγος μαρτυρεῖ ὅτι οὐδεμία οὐσία καθ’ αὑτὴν οὔσῃ καὶ ἐν ὑπάρξει ἔστι τι ἐναντίον.2 τῷ γὰρ εἴδει κἂν εἴη ἐναντία ἡ στέρησις οὐσίᾳ ὄντι, ἀλλ’ οὐκ ἔστι καθ’ αὑτὸ ἀλλ’ ἐν τῇ ὕλῃ. πῶς δὲ ἐν αὐτῇ τὸ εἶναι ἔχει εἴρηται ἐν ἄλλοις. φανερὸν ἄρα ὅτι ἀδύνατον τὰ ἐναντία εἶναι πρώτην τῶν ὄντων ἀρχήν. τὸ δὲ ἀνάγκη ἄρα τοῖς μάλιστ’ ἐναντίοις τοῦθ’ ὑπάρχειν διὰ μέσου τεθὲν τοιοῦτόν ἐστιν·3 εἰ δεῖ τὰ ἐναντία λέγειν ἀρχάς, ἀνάγκη τὰ μάλιστα καὶ πρῶτα καὶ καθολικώτατα ἐναντία τῶν ὄντων ἀρχὰς λέγειν· καθολικώτατα δὲ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον· ταῦτα ἄρα καὶ ἀρχὰς λεκτέον. ἀλλὰ μὴν καὶ τὸ τὸ ὑπερέχον καὶ ὑπερεχόμενον ἀρχὰς λέγειν τῶν ἀδυνάτων μετ’ ὀλίγον δειχθήσεται. ὅλως ἄρα ἀδύνατόν ἐστι τὰ ἐναντία τῶν ὄντων πάντων λέγειν ἀρχάς.

因此,第一本原不可能因其是某种别的东西,即因其在基质中,而是本原;因为凡在基质中的事物,都是因其是某种别的东西才是它所被称为的东西。因为白的事物是因其是某种别的东西,比如木头或人,才是白的;从而存在者的本原倘若在基质中,也会是因其是某种别的东西才是它被说成是的东西。而他自己也阐明了,倘若存在者的本原在基质中,为何它必然有别于且后于它所寄寓的基质,他说:正如有人若说白是本原,且并不是就它是某种别的东西而言(例如不是就它是空气或水而言)说它是本原,而是就它是白而言[说是本原];如果有人说了这话,又说白除了是本原之外还是述说基质的——也就是说在基质中——那么白(即本原)所寄寓的基质就会先于白且先于本原,而这是不可能的。倘若万物的本原确实在基质中,对它也必然得这么说。但由于曾有人打算主张:第一本原虽具有对立性,却不在基质中,从而并不会由此推论出有某种东西先于它,相反,本原性的对立者本身就是独立自存而无须任何基质的,于是他接下去说道,“然而一切事物都出于对立者,如同出于某种基质一样”,这话等同于说对立者不可能互为生成;因为这一点——我指的是对立者并不由彼此生成——也是已被证明了的。因此,若没有某种基质,对立者绝不可能由彼此生成;因为并不是寒冷本身变热,而是寒冷的基质变热。而如果这样,本原性的对立者就决不是自存且分离的,而是述说基质的,也就是说在基质中。然而或许可以说本原性的对立者是实体,并因此不在基质中吧?因为没有任何实体在基质中。或者说,正如他所言,显而易见且理性也作证:对任何自存且在实存中的实体而言,没有任何对立者。因为即使缺乏对于作为实体的形式而言是对立的,但它并不是自存的,而是在质料中。至于它如何在质料中具有存在,已在别处论及。由此显然,对立者不可能是存在者的第一本原。而在中间插入的这句“因此这必然属于最对立者”,其意如下:如果必须称对立者为本原,就必然要称存在者中最对立、居于首位且最普遍的对立者为本原;而最普遍的则是超越与被超越;因此应当称它们为本原。然而,称超越与被超越为本原同样属于不可能之事,这一点不久就会被证明。因此,从根本上说,把对立者称为一切存在者的本原是不可能的。

语法注3 条
  1. 14.0ἕτερόν τι οὖσαν

    分词 οὖσαν 表示方式或手段(“因其是某种别的东西”)。紧随其后的 ἤτοι ἐν ὑποκειμένῳ οὖσαν 以同位语形式对之进行换言阐释,指亚里士多德关于偶性必须依附于自存的底层基质(并非独立自存,而是寄寓于他物之中)的界定。

  2. 14.0οὐδεμία οὐσία καθ’ αὑτὴν οὔσῃ καὶ ἐν ὑπάρξει ἔστι τι ἐναντίον

    破格构文(anacoluthon):句首为主格 οὐδεμία οὐσία,但随后的修饰分词却变成了与格 οὔσῃ。这是因为谓语 ἔστι τι ἐναντίον(“对……而言有某种对立者”)要求与格补足语,导致句子中途受到牵引而由主格转向了与格结构。

  3. 14.0τὸ δὲ ἀνάγκη ἄρα τοῖς μάλιστ’ ἐναντίοις τοῦθ’ ὑπάρχειν διὰ μέσου τεθὲν τοιοῦτόν ἐστιν

    中性定冠词 τὸ 将所引述的亚里士多德原文短句(ἀνάγκη ἄρα τοῖς μάλιστ’ ἐναντίοις τοῦθ’ ὑπάρχειν)名词化,并由分词 διὰ μέσου τεθὲν(“插在中间的”)修饰,共同构成整个句子的主语;谓语是 τοιοῦτόν ἐστιν(“是如下这般的意涵”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:795.12-796.8