← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§794.2-795.12

对立者本原说的批判与作为最高本原的理智

亚里士多德《形而上学》第N卷开篇的注释。评注者概括了上一卷(M卷)的结论与本卷的议题,通过三段论批判了将对立者作为第一本原的主张,并确立最高本原是不依存于基质的理智。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.0#1

Ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας εἰ δυνατὸν εἶναι τὰ μαθηματικὰ χωριστὰ καὶ καθ’ αὑτά, καὶ δείξας ὅτι χωριστὰ μὲν οὔκ εἰσιν, ὡς οἱ ταῦτα τιθέμενοι λέγουσιν, ἐξ ἀφαιρέσεως δέ, εἶτα ζητήσας περὶ τοῦ εἰδητικοῦ ἀριθμοῦ καὶ δείξας ὅτι ἀδύνατόν ἐστι τοιούτους ἀριθμοὺς εἶναι, ἐν τῷ παρόντι βιβλίῳ, Ν μὲν ἐπιγραφομένῳ, τεσσαρεσκαιδεκάτῳ δὲ κατὰ τὸν ἀριθμὸν καὶ τελευταίῳ τῆς ὅλης πραγματείας ὄντι, δείκνυσιν1 ὅτι οὐδ’ ὡς ἀρχὰς τῶν ὄντων δυνατόν ἐστι λέγειν ἢ τοὺς εἰδητικοὺς ἀριθμοὺς ἢ τὰ μαθηματικά, ὡς οἱ ταῦτα κομίσαντες βούλονται. καί φησι περὶ μὲν οὖν τῆς οὐσίας τῆς νοητῆς ὅσα τε ἡμεῖς ὡς οἰκεῖα εἰρήκαμεν, ὅσα τε οἱ Πυθαγόρειοι καὶ ὁ Πλάτων, μέχρι τοσούτου εἰρήσθω. ἡμεῖς μὲν γὰρ ἐνέργειαν τὸν πρῶτον νοῦν πάντῃ πάντως ἀμοιροῦσαν τοῦ δυνάμει εἰρήκαμεν, εἶτα καὶ ἐκ τοῦ τῶν σφαιρῶν πλήθους συνελογισάμεθα πόσοι οἱ δεύτεροι νοῖ τυγχάνουσιν ὄντες. ἡμεῖς μὲν οὖν τὴν νοητὴν οὐσίαν ταύτην εἶναι εἰρήκαμεν, τούτων δὲ ὁ μὲν εἰδητικοὺς ἀριθμοὺς οἱ δὲ τὰ μαθηματικὰ τὴν οὐσίαν εἶναι λέγουσι τὴν νοητήν. ὥστε περὶ μὲν τῆς τοιαύτης οὐσίας τοσαῦτα εἰρήσθω. πάντες δὲ καὶ οἱ τῶν ἰδεῶν προστάται καὶ οἱ τῶν μαθηματικῶν ἐφευρεταὶ ἀρχὰς τῶν εἰδῶν καὶ τῶν μαθηματικῶν (ταῦτα γὰρ εἴρηκεν ἀκινήτους οὐσίας) τὰ ἐναντία τίθενται παραπλησίως τοῖς φυσικοῖς. δέδεικται γὰρ ἐν τῷ Α τῆς Φυσικῆς ἀκροάσεως ὅτι τὰ ἐναντία ἥ τε στέρησις καὶ τὸ εἶδός εἰσιν ἀρχαὶ τῶν φυσικῶν πάντων, ὑποκείμενον δὲ αὐτοῖς ἡ ὕλη. ἀλλ’ ὅτι μὲν αἱ τῶν φυσικῶν ἀρχαὶ τὰ ἐναντία δέδεικται ἐκεῖσε· ὅτι δὲ τῶν νοητῶν καὶ πάντῃ ἀκινήτων ἀδύνατον εἶναι ἐναντίας τὰς ἀρχάς, δείκνυσι νῦν προλαβὼν ὡς ἐναργέστατόν τε καὶ δεδειγμένον ὅτι τῆς πρώτης πάντων ἀρχῆς οὐκ ἐνδέχεται πρότερόν τι εἶναι. εἰ γὰρ ἔστι τις προτέρα ἀρχή, ἐκείνη ἂν εἴη πρώτη· ἀλλ’ ὑπόκειται ταύτην εἶναι τὴν πρωτίστην. τοῦτο δὴ προλαβὼν συλλογίζεται δυνάμει ὧδε· τὰ ἐναντία ἐν ὑποκειμένοις τὸ εἶναι ἔχοντα ὕστερά εἰσι τοῦ ἐν ᾧ εἰσιν· ἡ τῶν νοητῶν καὶ πάντων ἀρχὴ τῶν ὄντων οὐδενός ἐστιν ὑστέρα· ἡ τῶν ὄντων ἄρα πάντων ἀρχὴ οὐκ ἔστι τὰ ἐναντία, ἀλλὰ δηλονότι ὁ πολυτίμητος νοῦς, ᾧ ἐναντίον τι ἐννοεῖν μὴ λίαν εἴη τῶν ἀσεβεστάτων.2 καὶ κατασκευάζει τὴν πρότασιν τὴν λέγουσαν ὅτι ἡ τῶν ὄντων πάντων ἀρχὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ τινὶ διὰ τοῦ εἰ δὲ τῆς τῶν ὄντων πάντων ἀρχῆς μὴ ἐνδέχεται πρότερόν τι εἶναι.3 ἔστι δὲ ὁ συλλογισμὸς τοιοῦτος· τοῦ ἐν ὑποκειμένῳ ὄντος ἔστι τι πρότερον, τὸ ὑποκείμενον αὐτῷ· τῆς τῶν ὄντων πάντων ἀρχῆς οὐκ ἔστι τι πρότερον· ἡ τῶν ὄντων ἄρα πάντων ἀρχὴ οὐκ ἔστιν ἐν ὑποκειμένῳ. ἢ οὕτως· εἰ ἔστιν ἡ τῶν ὄντων πάντων ἀρχὴ ἐν ὑποκειμένῳ, ἔσται τι αὐτῆς πρότερον· ἀλλὰ μὴν οὐκ ἔστι τι πρότερον αὐτῆς· οὐκ ἄρα ἐν ὑποκειμένῳ ἐστίν.

在先于本书的那一卷中,他探讨了数学对象是否可能分离且自存,并证明了它们并不像主张它们的人所说的那样是分离的,而是出于抽象;随后他又探讨了理念数,并证明了存在这样的数是不可能的;而在当前这卷——标作N卷、在数目上位列第十四且为整部论著最后一卷的书中——他证明了,像那些引入这些对象的人所希望的那样把理念数或数学对象说成存在者的本原,也是不可能的。并且他说,关于理智实体,凡是我们作为自身见解所表述的,以及毕达哥拉斯派与柏拉图所表述的,到此为止就算讲完了。因为我们曾说过,第一理智是完全且绝对不分有潜能的现实,随后我们又根据天球的数目推论出第二诸理智究竟有多少。因此我们说过理智实体就是这些,而在他们当中,有人说理念数是理智实体,有人则说数学对象是理智实体。所以,关于这样的实体就讲这么多。然而,无论是理念的拥护者,还是数学对象的发明者,全都如同自然哲学家一样,把对立者设定为形式和数学对象(因为他称这些为不动的实体)的本原。因为在《物理学》第A卷中已经证明,对立者——即缺乏与形式——是一切自然事物的本原,而质料则是它们的底层基质。但是,自然事物的本原是对立者,这一点在彼处已被证明;至于理智的且完全不动的存在者的本原不可能互相对立,他现在通过预先假定“不可能有任何东西先于万物的第一本原”为最昭彰且已得证明的前提,来加以证明。因为如果存在某个更先的本原,那么它才应当是第一本原;但设定的是这一个才是最居首位的。于是,他预先假定了这一点,在潜能上便如此推论:对立者因其存在存在于基质之中,因而后于它们所寄寓的基质;理智者及一切存在者的本原不后于任何事物;因此一切存在者的本原不是对立者,而显然是极可尊崇的理智,若为之设想某种对立者,想必乃是极不敬之事。并且,他通过“但倘若不可能有任何东西先于一切存在者的本原”这一语词,确立了声称“一切存在者的本原不在某个基质中”的前提。而其推论如下:“对于在基质中的事物,有某种先于它的东西,即其基质;对于一切存在者的本原,没有任何东西先于它;因此一切存在者的本原不在基质中。”或者这样:“如果一切存在者的本原在基质中,就会有某种东西先于它;然而并没有任何东西先于它;因此它不在基质中。”

语法注3 条
  1. 14.0Ἐν τῷ πρὸ τούτου βιβλίῳ ζητήσας εἰ δυνατὸν εἶναι τὰ μαθηματικὰ χωριστὰ καὶ καθ’ αὑτά ... δείκνυσιν

    全句骨架由伴随介词短语 ἐν τῷ πρὸ τούτου βιβλίῳ 的两组分词短语(概括M卷内容:ζητήσας... καὶ δείξας... εἶτα ζητήσας... καὶ δείξας...)引导,最终落实到主句的未明言主语(亚里士多德)及其主谓结构 ἐν τῷ παρόντι βιβλίῳ ... δείκνυσιν(引出N卷的核心论题)。

  2. 14.0μὴ λίαν εἴη τῶν ἀσεβεστάτων

    μή 与希求语气 εἴη 连用,构成委婉推测句,表达带有担忧意味的委婉而强烈的断言,意为“想必属于极不敬之事”。

  3. 14.0διὰ τοῦ εἰ δὲ τῆς τῶν ὄντων πάντων ἀρχῆς μὴ ἐνδέχεται πρότερόν τι εἶναι

    介词 διά 支配的中性单数属格定冠词 τοῦ 将随后的条件从句(亚里士多德的原句)名词化,意为“通过[提出]‘倘若……’这一论据”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:794.2-795.12