- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:792.20-793.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大围绕亚里士多德《形而上学》1087a10,运用潜能与质料、现实与形式的对应关系阐述普遍知识与个别知识的联系,区分其首要对象与附带对象,并以此总结全篇,终结了第M卷。
καὶ κυρίως μὲν καὶ προηγουμένως διὰ τὴν μερικὴν καὶ τὴν καθόλου διώκομεν· διὰ γὰρ τὸ δύνασθαί με δεικνύναι πᾶν ὃ ἄν μοι δοθῇ τρίγωνον ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει καὶ τὴν καθόλου ζητῶ τε καὶ ἀσπάζομαι, ἐπεὶ αὐτὴν καθ’ αὑτὴν οὐδεὶς ἂν ἔχειν ἐθελήσειεν. ἡ μὲν οὖν δύναμις, φησί, λέγων δύναμιν τὸν ἐν ἡμῖν νοῦν· οὗτος γὰρ δυνάμει τὰ καθόλου· γραμματείῳ γὰρ ἀγράφῳ ἐν τῇ Περὶ ψυχῆς αὐτὸν ἀπείκασεν. οὗτος οὖν ὁ νοῦς ὕλη ἐστὶ τῶν καθόλου, ταῦτα δὲ εἴδη· καὶ ἐπεὶ ὡς ὕλη ἐστί, καὶ ἀόριστός ἐστι· πᾶσα γὰρ ὕλη ὑπὸ εἴδους ὁρίζεταί τε καὶ κοσμεῖται. ἔστιν οὖν ὁ νοῦς ὁ δυνάμει ὕλη ἀόριστος εἴδους ἀορίστου· τοῦ γὰρ καθόλου· ταῦτα γάρ, ὡς εἴρηται, ἀόριστα. ἡ δὲ ἐνεργείᾳ δύναμις, τουτέστιν ὁ κατ’ ἐνέργειαν νοῦς, ἡ μερικὴ ἐπιστήμη ἐστίν, ὡρισμένη καὶ ὡρισμένου τινός (τοῦ γὰρ αἰσθητοῦ τριγώνου) τόδε τι καὶ μερικὴ οὖσα τοῦδέ τινος καὶ μερικοῦ ἐστι. δύναται διὰ τοῦ ἡ μὲν οὖν δύναμις ὡς ὕλη τοῦ καθόλου οὖσα καὶ τῶν ἑξῆς δύναμιν λέγειν τὴν ἐν ἡμῖν ἕξιν,1 ἣν καὶ καθόλου φαμὲν ἐπιστήμην. καὶ εἴη ἂν λέγων ὅτι ἡ μὲν δύναμις ἤτοι ἡ ἐν ἡμῖν ἕξις ἤτοι ἡ καθόλου ἐπιστήμη, τοῦ καθόλου οὖσα, ὕλη ἐστὶ τῆς μερικῆς ἐπιστήμης· εἰδοποιεῖται γὰρ ὑπ’ αὐτῆς. καὶ οὐ μόνον ὕλη ἐστὶν αὐτῆς, ἀλλὰ καὶ ἀόριστός ἐστι τοῦ καθόλου καὶ ἀορίστου οὖσα. εἰ γὰρ ἡ καθόλου ἐπιστήμη οὐδὲν ἄλλο ἐστὶν ἢ τὸ καθόλου εἶδος, τοῦτο δὲ ἀόριστον, ἀόριστος ἄρα καὶ αὕτη. πάλιν ἐπεὶ ἡ μερικὴ καὶ ἐνεργείᾳ ἐπιστήμη ἡ αὐτή ἐστι τῷ μερικῷ τριγώνῳ, ὡρισμένον δὲ τοῦτο, ὡρισμένη ἄρα καὶ αὕτη καὶ ὡρισμένου τινός. ὅτι δὲ ἡ καθόλου ἐπιστήμη διὰ τὴν μερικήν ἐστι καὶ ταύτης χάριν καὶ τὴν καθόλου ἀσπαζόμεθα, δείκνυσι τῇ παραθέσει τῆς αἰσθήσεως. ὡς γὰρ ἡ ὄψις προηγουμένως μὲν τοῦδέ τινος τοῦ ἀτόμου χρώματός ἐστι, κατὰ συμβεβηκὸς δὲ καὶ τοῦ ἐν τῷ ἀτόμῳ κοινοῦ (τὸ γὰρ καθ’ ἕκαστον ὁρῶν τις τρόπον τινὰ καὶ τὸ ἐν αὐτῷ καθόλου ὁρᾷ), ὁμοίως καὶ ὥσπερ τις προηγουμένως μὲν τόδε τὸ ἄλφα θεωρεῖ εἰ χρὴ δασύνεσθαι ἢ ψιλοῦσθαι, ἐκτείνεσθαί τε ἢ βραχύνεσθαι, κατὰ συμβεβηκὸς δὲ καὶ τὸ ἐν αὐτῷ κοινόν, οὕτω καὶ ἡ ἐπιστήμη προηγουμένως μὲν μερική ἐστιν, ἡ τὰ ἐπιστητὰ δεικνύουσα (πᾶν γὰρ ὃ ἂν εἰς δεῖξιν ληφθείη μερικόν), κατὰ συμβεβηκὸς δὲ ἐν αὐτῷ θεωρεῖ τὸ καθόλου καὶ δείκνυσιν. εἰ οὖν ταῦτ’ ἀληθῆ, οὐκ ἔσται χωριστὸν οὐδὲν οὐδ’ οὐσία καθόλου καθ’ αὑτήν, ἵν’ ᾖ ταύτης ἡ ἐπιστήμη· ἀλλὰ δῆλον ὅτι τρόπον μέν τινα ἔστιν ἡ ἐπιστήμη τοῦ καθόλου καὶ μὴ ὄντος, ἡ καθόλου δηλονότι καὶ δυνάμει, τρόπον δέ τινα οὐκ ἔστι τοῦ καθόλου, ἀλλὰ τοῦ μερικοῦ, ἡ ἐνεργείᾳ δηλονότι. τὸ δὲ ἐπεὶ εἰ ἀνάγκη τὰς ἀρχὰς καθόλου εἶναι, ἀνάγκη καὶ τὰ ἐκ τούτων καθόλου συνεχές ἐστι τοῖς ἐπάνω,2 ἐν οἷς ἐδείκνυεν ὅτι ἀδύνατόν ἐστι τὸ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα καθόλου εἶναι. ἔστι δὲ τὸ λεγόμενον ὡς εἴπερ αἱ ἀρχαί, τὸ αὐτοὲν δηλονότι καὶ ἡ ἀόριστος δυάς, καθόλου εἰσίν, ἀνάγκη καὶ τὰς ἐξ αὐτῶν ἰδέας καθόλου εἶναι, ταὐτὸ δὲ εἰπεῖν συμβεβηκότα, ὥσπερ ἐπὶ τῶν ἀποδείξεων· καὶ γὰρ ἐπὶ τούτων ὅταν ὦσιν αἱ προτάσεις καθόλου, καὶ τὰ ἐξ αὐτῶν συμπεράσματα καθόλου ἐστίν. Ὧδε μὲν οὖν πεπεράτωται τὸ Μ τῆς Μετὰ τὰ φυσικὰ πραγματείας.
并且,严格且首要而言,我们是为了个别知识而同样追求普遍知识的;因为正由于我能够就给予我的任何三角形证明它具有内角和等于两直角,我才寻求并悦纳普遍知识,因为没有人愿意仅仅孤立地拥有普遍知识本身。“潜能,因此,”他说,将“潜能”称作我们内部的理智;因为这理智在潜能上就是普遍者,正如在《论灵魂》中他将其比作未写字的蜡板一样。因此,这一理智是普遍者的质料,而普遍者是形式;既然它如同质料,它也是不定的;因为一切质料都是由形式所规定并加以秩序化的。因此,潜能中的理智是不定形式的不定质料;因为它是关于普遍者的质料,正如前文所述,普遍者是不定的。而在现实中的潜能,即现实中的理智,则是个别知识,是已确定的且关涉某个已确定之物(即可感的三角形);由于它是一个‘这个’且是个别的,它关涉某个特定的‘这个’与个别事物。通过“潜能,因此,作为普遍者的质料”以及随后的语词,他也有可能把“潜能”称为我们内部的状态,即我们亦称之为普遍知识的东西。而他的意思可能是:潜能,即我们内部的状态,即普遍知识,由于关涉普遍者,因而是个别知识的质料;因为它是被个别知识赋予形式的。并且它不仅是个别知识的质料,而且是不定的,因为它是关于普遍且不定之物的。因为倘若普遍知识无非就是普遍形式,而普遍形式是不定的,那么这一知识也是不定的。再者,由于个别且现实的知识与个别三角形是同一的,而个别三角形是确定的,那么这一知识也是确定的且关涉某个确定之物。至于普遍知识是为了个别知识而存在,并且正是为了个别知识我们才悦纳普遍知识,他是通过比照感觉来证明这一点的。因为正如视觉首要是关涉这一特定的不可分颜色,但附带地也关涉不可分之物中的共通之物(因为看见个别事物的人在某种意义上也看见了其中的普遍者),又好比有人首要考察这一个特定的阿尔法(Α),看它应当带粗气还是柔气,是长音化还是短音化,但附带地也考察其中的共通之物,同样地,证明可知事物的知识首要是个别的(因为凡被用于证明之物皆是个别的),而附带地在其中考察并证明普遍者。因此,倘若这些是真实的,那么便不会有任何分离之物,也不会有自存的普遍实体作为知识的对象;相反,显然知识在某种意义上是关于普遍者与非存在者的(显然普遍且在潜能中的知识是如此),而在某种意义上不是关于普遍者的,而是关于个别者的(显然现实中的知识是如此)。至于“既然诸本原若必然是普遍的,那么由它们所产生的产物也必然是普遍的”这一句,承接着上文,在上文中他曾证明原始的一与不定的二不可能是普遍的。其言下之意是:倘若诸本原(显然即一自身与不定的二)是普遍的,那么由它们所衍生的诸理念也必然是普遍的,也就是说必然是偶性,正如在证明的场合一样;因为在证明中,每当诸前提是普遍的,由它们得出的诸结论也同样是普遍的。 至此,《形而上学》第M卷便告终结。
- 13.48δύναται διὰ τοῦ ἡ μὲν οὖν δύναμις ὡς ὕλη τοῦ καθόλου οὖσα καὶ τῶν ἑξῆς δύναμιν λέγειν τὴν ἐν ἡμῖν ἕξιν
动词 δύναται 既可以理解为以亚里士多德为主语(“他可能在说……”),也可以作非人称理解(“可以解释为……”)。其统辖的不定词短语 δύναμιν λέγειν τὴν ἐν ἡμῖν ἕξιν 构成双重宾格结构:τὴν ἐν ἡμῖν ἕξιν 为直接宾语,δύναμιν 为宾语补足语(“称我们内部的状态为潜能”)。
- 13.48τὸ δὲ ἐπεὶ εἰ ἀνάγκη τὰς ἀρχὰς καθόλου εἶναι, ἀνάγκη καὶ τὰ ἐκ τούτων καθόλου συνεχές ἐστι τοῖς ἐπάνω
中性定冠词 τὸ 将其后的整句引文(ἐπεὶ εἰ ἀνάγκη ... καθόλου)名词化,作为全句的主语,谓语部分是 συνεχές ἐστι τοῖς ἐπάνω(“……这一表述与上文连续”)。紧随其后的 ἐν οἷς 引导的关系从句先行词为 τοῖς ἐπάνω。
