← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§791.16-792.20

通过区分普遍与个别知识解决非存在疑难

针对亚里士多德所提出的“如果一切知识都是普遍的,则知识将以非存在者为对象”这一疑难,注释者通过区分知识与认知在潜能(状态)和现实(活动)两方面的双重含义,指出普遍知识指向思想中的非存在者,而现实的个别知识则指向具存的实在事物,从而解决了这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.48#1

" Τὸ δὲ τὴν ἐπιστήμην εἶναι καθόλου πᾶσαν, ὥστε ἀναγκαῖον εἶναι καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι." Δείξας ὅτι τὰ καθόλου οὐκ εἰσι κεχωρισμένα καὶ καθ’ αὑτά, ἔχων δὲ καὶ ὅτι αἱ ἐπιστῆμαι τῶν καθόλου εἰσίν, ἐπειδὴ παντὸς ἦν ζητεῖν ὡς εἴπερ αἱ ἐπιστῆμαι τῶν καθόλου, τὰ δὲ καθόλου μὴ ὄντα, αἱ ἐπιστῆμαι ἄρα τῶν μὴ ὄντων εἰσί, λέγει οὖν ὅτι τὸ λέγειν ὡς πᾶσα μὲν ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ διὰ τοῦτο ἀνάγκη καὶ τὰς τῶν ὄντων ἀρχὰς καθόλου εἶναι καὶ οὔσας, πᾶν δὲ ὂν κεχωρισμένον καὶ καθ’ αὑτό, καὶ αἱ τῶν ὄντων ἀρχαὶ ἄρα, ὧν εἶναι καὶ τὰς ἐπιστήμας φαμέν, καὶ καθόλου καὶ κεχωρισμέναι, ἢ εἰ μὴ τοῦτο, συμβαίνει τὰς ἐπιστήμας εἶναι μὴ ὄντων, τὸ δὴ τοῦτο λέγειν, φησίν, ἔχει μὲν μάλιστα πάντων τῶν ῥηθέντων ἀπορίαν1 (αὕτη δὲ ἦν ἡ τὰς ἐπιστήμας μὴ ὄντων εἶναι λέγουσα)· τοῦτο δέ, φησί, τὸ τὴν ἐπιστήμην εἶναι μὴ ὄντων τρόπον μέν τινα ἀληθές ἐστι, τρόπον δέ τινα οὐκ ἀληθές· ἔστι γὰρ ἡ ἐπιστήμη καὶ ὄντος καὶ μὴ ὄντος. καὶ πῶς ἐπάγει· ἡ γὰρ ἐπιστήμη, ὥσπερ καὶ τὸ ἐπίστασθαι διττόν. ὡς γὰρ ἐπίστασθαι λέγομεν τὸν ἔχοντα μὲν τὴν ἐπιστήμην, μὴ ἐνεργοῦντα δὲ κατ’ αὐτὴν δυνάμενον δ’ ἐνεργῆσαι, καὶ τὸν ἔχοντα ἤδη καὶ ἐνεργοῦντα, ὡς οὖν τὸ ἐπίστασθαι τὸ μὲν λέγεται κατὰ δύναμιν τὸ δὲ κατ’ ἐνέργειαν, οὕτω καὶ ἡ ἐπιστήμη δυνάμει καὶ ἐνεργείᾳ, δυνάμει μὲν ἡ ἐν ἡμῖν ἕξις καθ’ ἣν δυνάμεθα πᾶν ὃ ἂν ἡμῖν προτεθῇ τρίγωνον, εἴτε ξύλινον εἴτε χαλκοῦν ἢ ἄλλο ὁτιοῦν, δεικνύναι ὅτι τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, ἥτις ἕξις καθόλου ἐπιστήμη λέγεται· ἐνεργείᾳ δὲ ἐπιστήμη λέγεται ἡ τοιάδε ἐν ἡμῖν γινομένη κίνησις, ὅταν δείκνυμεν ὅτι τοῦδε τοῦ τριγώνου αἱ τρεῖς γωνίαι δυσὶν ὀρθαῖς ἴσαι εἰσίν, ἥτις καὶ μερική (περὶ γὰρ τόδε τὸ μερικὸν τρίγωνόν ἐστι) λέγεται. καὶ ἔοικεν ἡ μὲν καθόλου ἐπιστήμη τῇ ὀπτικῇ ἡμῶν δυνάμει, ἣν καὶ ὑπνώττοντες καὶ ἐγρηγορότες ἔχομεν, ἡ δὲ μερικὴ ἐπιστήμη τῇ ὁράσει, ἥτις ὅρασις γίνεται, ὅταν ἡ ὄψις ἐνεργῇ περὶ τὰ χρώματα καὶ ὁρᾷ αὐτά. καὶ τούτῳ διαφέρει ἡ ἐνεργείᾳ καὶ μερικὴ ἐπιστήμη τῆς καθόλου καὶ ὡς ἕξεως λεγομένης, ὅτι ἡ μὲν μερικὴ τοῦδέ ἐστι τοῦ τριγώνου ὃ νῦν δείκνυσιν, ἡ δὲ καθόλου καὶ ὡς ἕξις καὶ ἄλλων ἀπείρων. τὸ δὲ καθόλου τρίγωνον διαφέρει τοῦ μερικοῦ, ὅτι τὸ μὲν καθόλου ἀόριστον (οὐ γὰρ ἐν χαλκοῖς τριγώνοις ὁρίζεται ἡ φύσις αὐτοῦ ἢ ἐν ξυλίνοις ἢ γηίνοις, ἀλλ’ ἐν ἅπασιν αὐτὸ εἶναί τε καὶ εὑρίσκεσθαι δύναται, ὥστε καὶ ὡς ἀόριστον καὶ ἐννοηματικὸν μὴ ὂν αὐτό φαμεν· τὸ γὰρ ἀόριστον καὶ μὴ ἐπερεῖδον ἡμῶν τὴν διάνοιαν2 κατ’ οὐδὲν ἀπέοικε τοῦ μὴ ὄντος), τὸ δὲ μερικὸν τρίγωνον ἐπειδὴ αἰσθητόν ἐστι καὶ κείμενόν που, ὡρισμένον καὶ ὄν ἐστι. τούτων οὕτως ἐχόντων ὅταν λέγωμεν ὅτι ἡ ἐπιστήμη τῶν καθόλου ἐστὶ καὶ ὄντων, καθόλου μὲν λέγομεν τὴν καθόλου καὶ ὡς ἕξιν οὖσαν, ὄντων δὲ τὴν μερικὴν καὶ ἐνεργείᾳ καὶ περὶ μερικὰ οὖσαν. ἔστιν οὖν ἡ ἐπιστήμη καὶ τῶν καθόλου καὶ τῶν κατὰ μέρος καὶ ὄντων καὶ μὴ ὄντων, ἡ μὲν καθόλου καὶ ὡς ἕξις τῶν καθόλου τε καὶ μὴ ὄντων (ἐν ἐπινοίᾳ γὰρ μόνῃ αὐτοῖς τὸ εἶναι), ἡ δὲ μερικὴ καὶ ἐνεργείᾳ ὄντος.

“一切知识都是普遍的,以致存在者的诸本原也必然是普遍的这一说法。” 在指明了普遍者不是分离的且不是自存的,并且也掌握了诸知识是关于普遍者的前提之后,既然任何人都可以追问:倘若诸知识是关于普遍者的,而普遍者是非存在者,那么诸知识也就是关于非存在者的,所以他说,主张“一切知识都是关于普遍者的,由于这个缘故,存在者的诸本原也必然是普遍的且是存在的,但一切存在者都是分离且自存的,因此我们所说诸知识所关涉的存在者的诸本原也是既普遍又分离的,或者如果不这样,便会导致诸知识是关于非存在者的”——主张这件事,他说,在所有已述之事中包含着最大的困惑(而这困惑就是那声称诸知识是关于非存在者的说法)。他说,知识是关于非存在者的这一事实,在某种意义上是真的,但在某种意义上又不是真的;因为知识既是关于存在者的,也是关于非存在者的。而他是这样予以推进阐明的:因为知识正如“知”一样,具有双重含义。因为正如我们既把拥有知识但未依照知识活动却能够活动的知者称为“知”,也把已经拥有知识并且正在活动的知者称为“知”,因此正如“知”一方面依潜能而言,另一方面依现实而言,知识同样也是既在潜能中又在现实中。在潜能中的知识,是指我们内部的一种状态,依凭这种状态,对于摆在我们面前的无论何种三角形——不论是木制的、铜制的还是其他任何质料的——我们都能够证明它具有与两直角相等的三个角,这种状态便被称为普遍知识;而在现实中的知识,则是指当我们证明“这一特定三角形的三个角等于两直角”时在我们内部产生的这样一种运动,它也被称为个别知识(因为它是关于这一特定个别三角形的)。普遍知识好比我们的视觉能力,无论我们在沉睡还是清醒时都拥有它;而个别知识则好比看视,这种看视是在视觉就颜色进行活动并看到它们时产生的。在现实中和个别的知识与普遍且被称为状态的知识在这一点上有所不同:个别的知识是关于人现在所证明的这一个三角形的,而普遍且作为状态的知识则也是关于其余无数个三角形的。而普遍三角形与个别三角形的区别在于,普遍三角形是不定的(因为它的本性并不局限在铜制三角形、木制或泥制三角形中,而是能够存在并被发现在所有这些三角形中,以致作为不定且概念性的东西,我们说它是非存在者;因为不定的、不能固定我们思想的东西,与非存在者毫无差别),而个别三角形由于是可感的且位于某处,因而是确定且是存在者的。在这些情况如此这般的前提下,每当我们说“知识是关于普遍者且关于存在者的”时,我们称之为普遍者的,是指普遍且作为状态存在的知识,而称之为关于存在者的,是指个别、在现实中且关于个别事物的知识。因此,知识既是关于普遍者的又是关于个别者的,既是关于存在者的又是关于非存在者的:普遍且作为状态的知识是关于普遍者与非存在者的(因为它们的存在仅在于思想之中),而个别且在现实中的知识则是关于存在者的。

语法注2 条
  1. 13.48λέγει οὖν ὅτι τὸ λέγειν ὡς πᾶσα μὲν ἐπιστήμη τῶν καθόλου ἐστὶ ... τὸ δὴ τοῦτο λέγειν, φησίν, ἔχει μὲν μάλιστα πάντων τῶν ῥηθέντων ἀπορίαν

    在以 λέγει οὖν ὅτι 开头的句子中,主语从句 τὸ λέγειν ὡς ... 极其冗长,随后以 τὸ δὴ τοῦτο λέγειν, φησίν, ἔχει ... 作了概括性的复述(resumptive)。整个 ὅτι 引导的宾语从句的核心骨干是主语不定词短语 τὸ δὴ τοῦτο λέγειν 搭配主要谓语动词 ἔχει。

  2. 13.48τὸ γὰρ ἀόριστον καὶ μὴ ἐπερεῖδον ἡμῶν τὴν διάνοιαν

    现在分词 ἐπερεῖδον(“使倚靠、固定”)直接以 ἡμῶν τὴν διάνοιαν 为直接宾语,意为“不能固定/安定我们思惟的事物”。它与前面的 τὸ ἀόριστον 并列,用以解释为何不定的普遍者等同于思想中的非存在者。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:791.16-792.20