← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§790.3-791.15

本原为普遍者的荒谬与对实体的解读

亚历山大注释亚里士多德《形而上学》卷十三第十章(1086b37),解释了若假定理念的本原为普遍者则会导致“非实体先于实体”的荒谬后果,并就亚里士多德关于“具有自身形式的实体”(1087a1-2)的文句提出了将其解释为可感实体或理念自身的两种解读方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.47

" Ἀλλὰ μὴν εἴ γε καθόλου αἱ ἀρχαὶ ἢ καὶ ἐκ τούτων οὐσίαι καθόλου." Ὑποθέμενος μερικὰς τὰς ἰδέας καὶ τὰς τούτων ἀρχὰς τό τε αὐτοὲν καὶ τὴν ἀόριστον δυάδα καὶ δείξας ἀπὸ τῶν συμβαινόντων ταῖς συλλαβαῖς καὶ τοῖς στοιχείοις αὐτῶν ὅτι ἀδύνατον μερικὰς εἶναι τὰς ἰδέας καὶ τὰ στοιχεῖα αὐτῶν, ὑποτίθεται αὐτὰ καθόλου λέγων ἀλλὰ μὴν εἴ γε καθόλου αἱ ἀρχαὶ τό τε αὐτοὲν καὶ ἡ ἀόριστος δυάς, ὁμοίως δὲ καὶ αἱ ἐκ τούτων οὐσίαι καθόλου, ἤτοι αἱ ἰδέαι, ἔσται ἡ μὴ οὐσία προτέρα τῆς οὐσίας, ὅπερ ἀδύνατον. ἐπειδὴ γὰρ τὰ καθόλου οὐκ οὐσίαι ἀλλ’ ὁμοιώματα τῶν καθ’ ἕκαστα, εἰ ἔστι καὶ τὸ αὐτοὲν καὶ ἡ ἀόριστος δυὰς καθόλου, ὁμοιώματα καὶ συμβεβηκότα ἔσονται καὶ πρότερα τῶν ἰδεῶν, ἤτοι κατ’ αὐτοὺς τῶν οὐσιῶν. εἰ γὰρ πρότερα τὰ στοιχεῖα τῶν ὧν εἰσι στοιχεῖα, τὸ δὲ ἀρχικὸν ἓν καὶ ἡ δυὰς στοιχεῖα τῶν ἰδεῶν, πρότερα ἄν εἶεν τῶν ἰδεῶν. ταῦτα δέ, τό τε πρότερα γίνεσθαι τὰ συμβεβηκότα τῶν οὐσιῶν καὶ τὰ λοιπά, εὐλόγως συμβαίνει τοῖς ποιοῦσι τὰς ἰδέας ἐκ στοιχείων καὶ πρὸς τούτῳ ἀξιοῦσιν ἕν τι εἶναι ἕτερον τῶν καθ’ ἕκαστα καὶ αἰσθητῶν ἀνθρώπων καὶ ἵππων καὶ τῶν ἄλλων. ὥστε εἰ μηδὲν κωλύει, ὡς ἐπὶ τῶν τῆς φωνῆς στοιχείων, ἀλλὰ καὶ πᾶσα ἀνάγκη πολλὰ εἶναι τὰ ἄλφα καὶ τὰ βῆτα, καὶ πρὸς τούτοις εἰ μηδέν ἐστιν αὐτοάλφα καὶ αὐτοβῆτα παρὰ τὰ καθ’ ἕκαστα καὶ πολλὰ α καὶ πολλὰ β, ἀνάγκη καὶ πολλοὺς εἶναι ἵππους καὶ ἀνθρώπους μὴ ὄντος αὐτοανθρώπου1 καὶ αὐτοίππου. τοῦτο γὰρ ἦν ἀκόλουθον ἐπαγαγεῖν, ἐπεὶ καὶ διὰ τὰς ἰδέας τὰ τῆς φωνῆς παρείληπται στοιχεῖα. ὁ δὲ τοῦτο μὲν οὐκ ἐπήγαγεν ἀλλὰ τὸ ἔσονται ἕνεκά γε τούτου ἄπειροι συλλαβαί. καὶ προσυπακουστέον τοῦ εἰ δὲ ἄπειροι βα συλλαβαὶ εἶναι δύνανται μὴ οὔσης αὐτοβα συλλαβῆς, καὶ ἄνθρωποι ἄρα μὴ ὄντος αὐτοανθρώπου. ὥστε ἐπειδὴ τὰ στοιχεῖα ἀνάγκη ἢ καθόλου εἶναι ἢ μερικά, αἱ δὲ ἰδέαι καὶ τὰ στοιχεῖα αὐτῶν δέδεικται ὅτι οὔτε καθόλου εἶναι δύνανται οὔτε μερικά, δῆλον ὅτι οὐδὲ ὡς στοιχεῖα δύνανται εἶναι οἱ εἰδητικοὶ ἀριθμοί. ἀλλ’ ἡ μὲν τῶν λεγομένων οἶμαι διάνοια τοιαύτη, κατὰ δὲ τὴν λέξιν τὴν καὶ παρὰ τὰς τὸ αὐτοεῖδος ἐχούσας οὐσίας ἕν τι ἀξιοῦσιν εἶναι κεχωρισμένον ἢ τοῦτο λέγοι ἄν,2 ὃ καὶ πρότερον εἴπομεν, ὅτι εὐλόγως συμβαίνει τὰ εἰρημένα ἄτοπα τοῖς ἀξιοῦσι παρὰ τὰς καθ’ ἕκαστα οὐσίας τὰς ἐχούσας κατ’ αὐτοὺς ἐν ἑαυταῖς τὰς ἰδέας (μεθέξει γὰρ τῶν ἰδεῶν τὰ τῇδε εἶναι βούλονται), τοῖς δὴ ἀξιοῦσι παρὰ τὰ καθ’ ἕκαστα ἕν τι εἶναι αὐτοεῖδος κεχωρισμένον ταῦτα συμβαίνει. καὶ δεῖ τὴν λέξιν οὕτως ἀναγινώσκειν ‘καὶ ἀξιοῦσιν ἕν τι εἶναι κεχωρισμένον αὐτοεῖδος ἕτερον παρὰ τὰς οὐσίας τὰς αἰσθητὰς καὶ ἐχούσας ἐν ἑαυταῖς τὰς ἰδέας’. μεθέξει γὰρ τῶν ἰδεῶν ὄντων ἡμῶν, πῶς οὐκ ἂν εἶεν ἐν ἡμῖν; ἢ τὸ καὶ παρὰ τὰς τὸ αὐτοειδὲς ἐχούσας οὐσίας καὶ ἰδέας ἕν τι ἀξιοῦσιν εἶναι κεχωρισμένον εἴρηται ἀντὶ τοῦ εὐλόγως συμβαίνει αὐτοῖς ταῦτα, ὅταν ἀξιῶσιν ἕν τι αὐτοειδὲς εἶναι κεχωρισμένον (λέγων αὐτοειδὲς τὸ ἀρχικὸν ἕν) παρὰ τὰς οὐσίας, αὐτὰς δὴ τὰς ἰδέας καὶ ἐχούσας τὸ ἀρχικὸν ἓν ἤτοι τὸ αὐτοειδές· εἶδος γὰρ ὂν τὸ ἀρχικὸν ἓν κατ’ αὐτοὺς τῶν ἰδεῶν. εὔδηλον δ’ ὡς ἔχουσιν αὐτὸ αἱ ἰδέαι· ὥστε εἰ λέγοι αὐτοειδὲς τὸ ἀρχικὸν ἕν, καὶ οὐσίας ἐχούσας τὸ αὐτοειδὲς μὴ τὰς τῇδε καὶ αἰσθητάς, ἀλλὰ τὰς ἰδέας, δεῖ κατὰ ταύτην τὴν ἐπιβολὴν οὑτωσὶ τῆς λέξεως ἀκούειν ‘ὅταν ἀξιῶσιν εἶναι ἕν τι αὐτοειδές, τουτέστιν ἀρχικὸν ἕν, ἕτερον παρὰ τὰς εἰδητικὰς οὐσίας τὰς ἐχούσας κατ’ αὐτοὺς τὸ ἀρχικὸν ἕν, ταῦτα συμβαίνει’.

“然而如果诸本原是普遍的,或者由这些构成的实体也是普遍的。” 在假定了理念以及理念的本原(“一自身”与“不定之二”)是个别的,并根据音节及其元素所伴随的后果指明了理念及其元素不可能是个别的之后,他假定它们是普遍的,说道:“然而如果诸本原(‘一自身’与‘不定之二’)是普遍的,并且由这些构成的实体(即诸理念)同样也是普遍的,那么非实体就将先于实体,而这是不可能的。”因为普遍者并不是实体,而是个别事物的肖似物,所以如果“一自身”与“不定之二”也是普遍的,它们就将是肖似物和偶性,并且先于诸理念(即按照他们所说先于诸实体)。因为如果元素先于它们作为其元素的事物,而本原性的“一”和“二”是理念的元素,那么它们就将先于诸理念。而这些后果——即偶性变得先于实体以及其余结果——理所当然地发生在那些由元素构成理念、且在此之外还主张在个别的可感的人、马以及其余事物之外存在着某种单一事物的人身上。因此,如果正如在语音的元素上那样没有什么妨碍,反倒是完全必然存在着许多个阿尔法和贝塔,并且此外在个别的许多α和许多β之外没有任何“阿尔法自身”与“贝塔自身”,那么在没有“人自身”和“马自身”存在的情况下,也必然有许多马和人。因为既然引入语音的元素也是为了理念的缘故,那么补充这一点本来是顺理成章的。但他没有补充这一点,而是补充了“至少由于这个缘故,音节将是无限的”。并且必须在思想中补充这一命题:“而如果即使在没有音节βα自身存在的情况下也能存在无限的音节βα,那么即使在没有‘人自身’存在的情况下人也将存在”。因此,既然元素必然要么是普遍的要么是个别的,而已经表明理念及其元素既不可能是普遍的也不可能是个别的,那么显而易见,形式数也根本不可能作为元素而存在。我认为所说之事的意图固然是这样的,但是根据“并且在具有自身形式的实体之外,他们主张存在着某种单一的分离事物”这一文句,它要么可以表示我们之前所说的那样,即上述的荒谬后果理所当然地发生在那些主张除了个别实体之外还存在某种分离的自身形式的人身上(按照他们的说法,个别实体在其自身中具有理念,因为他们认为此岸的事物是通过分有理念而存在的);对于那些主张在个别事物之外存在着某种单一的分离的自身形式的人,这些后果便发生。而且应当这样阅读这一文句:“并且他们主张在可感且在其自身中具有理念的实体之外,存在着某种单一的分离的自身形式”。因为既然我们是因分有理念而存在的,它们怎能不在我们之中呢?或者,“并且在具有形式性质的实体与理念之外,他们主张存在着某种单一的分离事物”这句话所表达的是:每当他们主张在实体(也就是正具有本原性之“一”即形式性质的理念自身)之外存在着某种单一的分离的形式性质之物时(称本原性的“一”为“形式性质的”),这些后果就理所当然地发生在他们身上;因为按照他们的看法,本原性的“一”是理念的形式。而理念具有它则是显而易见的;因此,如果他把本原性的“一”称为形式性质的,并把具有形式性质的实体说成不是此岸的可感物而是理念,那么按照这一理解进路,就必须这样领会该文句:“每当他们主张在按照他们的说法具有本原性之‘一’的理念实体之外,存在着某种单一的形式性质之物(即本原性的‘一’)时,这些后果就发生”。

语法注2 条
  1. 13.47καὶ προσυπακουστέον τοῦ εἰ δὲ ἄπειροι βα συλλαβαὶ εἶναι δύνανται μὴ οὔσης αὐτοβα συλλαβῆς, καὶ ἄνθρωποι ἄρα μὴ ὄντος αὐτοανθρώπου

    动词性形容词 προσυπακουστέον 支配属格定冠词 τοῦ,此处 τοῦ 引出在思想中需要补充的内容(相当于省略了 λόγου 等名词),紧随其后的条件句“εἰ δὲ ἄπειροι...”作为同位语说明其具体内容。

  2. 13.47κατὰ δὲ τὴν λέξιν τὴν καὶ παρὰ τὰς τὸ αὐτοεῖδος ἐχούσας οὐσίας ἕν τι ἀξιοῦσιν εἶναι κεχωρισμένον ἢ τοῦτο λέγοι ἄν

    针对句首的介词短语“κατὰ δὲ τὴν λέξιν...”,主句构成了“ἢ τοῦτο λέγοι ἄν... ἢ τὸ ... εἴρηται”的选择并列结构(ἤ... ἤ...)。前半段使用带有潜在语气的希求法 λέγοι ἄν(以亚里士多德为主语),后半段则转换为主语为短语的完了被动态 εἴρηται,呈现出破格衔接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:790.3-791.15