← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§77.22-78.25

确立理念论之论证的逻辑缺陷

亚历山大解释了亚里士多德何以在批判理念论时采用学派内部的立场(使用“我们表明”),并指出支持理念的诸项论证不是未能有效推论出论题,就是导出了未预期的事物的理念,或者兼具两方面的缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.75#2

οἷς γάρ ἐστι τὰ κοινὰ τὰ ἐπὶ τοῖς καθ’ ἕκαστα, τῶν κοινῶν αἱ ἰδέαι εἴησαν ἂν κατ’ αὐτοὺς αἰτίαι τοῦ εἶναί τε καὶ γίγνεσθαι. τὸ δὲ καὶ ἐπὶ τοῖσδε καὶ ἐπὶ τοῖς ἀϊδίοις δηλωτικὸν ἂν εἴη τοῦ καὶ ἐπὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ (τούτων γὰρ τὸ ἐπὶ τοῖσδε δηλωτικὸν) καὶ ἐπὶ τοῖς ἀϊδίοις· καὶ γὰρ ὁ κόσμος κατ’ αὐτοὺς καὶ τὰ ἐν αὐτῷ ἀϊδίως τὸ εἶναι ἔχει. διὸ εὐλόγως εἴρηται τὸ ἰσάριθμα τῶν τε ἄλλων ὧν ἔστιν ἓν ἐπὶ πολλῶν, ἀντὶ τοῦ τῶν τε ἄλλων ἐφ’ ὧν ἐστιν ἓν ἐπὶ πολλῶν τινων· καὶ γὰρ ἄλλων βουληθεὶς δηλῶσαι τοῦτο προσέθηκε· τῶν γὰρ κοινῶν τῶν ἐπὶ τοῖς καθ’ ἕκαστα αἰτίαι αἱ ἰδέαι κατ’ αὐτούς. ἢ τὸ ἓν ἐπὶ πολλῶν ἐπὶ τῆς ἰδέας εἴρηκε· καὶ γὰρ εἰ μὴ τῶν καθ’ ἕκαστά ἔστιν ἰδέα, ἀλλὰ τοῦ ἐν τοῖς καθ’ ἕκαστα κοινοῦ· ἀνθρώπου γάρ, ἀλλ’ οὐ Σωκράτους καὶ Πλάτωνος, ὃς ἄνθρωπος ἐν τούτοις τε καὶ ἐν πᾶσι τοῖς ὁμοειδέσιν αὐτοῖς κοινὸς εἴη διὰ τὸ ἐνυπάρχειν πᾶσι. τὸ δὲ καθ’ οὓς τρόπους δείκνυμεν τὰ εἴδη, κατ’ οὐδένα φαίνεται τούτων, τὸ δείκνυμεν δηλωτικόν ἐστι τοῦ ὡς πρὸς οἰκείαν δόξαν λέγειν αὐτόν,1 λέγοντα τὰ Πλάτωνος· οὐ γὰρ ὡς ἀλλοτρίοις ἀντιλέγων λόγοις καὶ δόγμασιν, ἀλλ’ ὡς οἰκείαν δόξαν βασανίζων τε καὶ ἐξετάζων, οὕτως ποιεῖται τὴν ἀντιλογίαν τῆς τοῦ ἀληθοῦς εὑρέσεως χάριν. πειρᾶται δὲ δεικνύναι ὅτι οὐδεὶς τῶν λόγων τῶν εἰς κατασκευὴν τῶν ἰδεῶν φερομένων εἶναι δείκνυσιν ἰδέας. οἱ μὲν γὰρ αὐτῶν οὔτε συλλογίζονται οὔτε συνάγουσι τὸ προκείμενον, πρὸς τῷ καὶ ὧν μὴ βούλονται ἰδέας εἶναι, καὶ τούτων τίθεσθαι·2 οἱ δὲ καὶ δοκοῦντες συλλογίζεσθαί τι περὶ ἰδεῶν οὐκ ἐκφεύγουσι τῶν ὧν οὐ βούλονται εἶναι ἰδέας, καὶ τούτων κατασκευάζειν·3 οὐ γὰρ ὡς ἄλλων πάντῃ ὄντων τῶν ἀσυλλογίστως ἐρωτωμένων, ἄλλων δὲ τῶν κατασκευαζόντων ἰδέας καὶ ὧν οὐ βούλονται λέγειν, ἀλλ’ ὅτι τῶν αὐτῶν λόγων οἱ μὲν κατ’ ἄμφω ἡμάρτηνται, οἱ δὲ πάντως καθ’ ἕτερον. ἢ τινας τῶν λεγομένων λόγων ὑπ’ αὐτῶν ὡς τέλειον ψευδεῖς καὶ μηδὲν δεικνύντας αἰτιᾶται, οἷος εἴη ἂν ὁ λέγων, εἰ ἔστι τι τἀληθές, εἴη ἂν τὰ εἴδη· τῶν γὰρ ἐνταῦθα οὐδὲν ἀληθές· καὶ εἰ μνήμη ἔστιν, ἔστι τὰ εἴδη· ἡ γὰρ μνήμη τοῦ μένοντος· καὶ ὁ τὸν ἀριθμὸν ὄντος εἶναι λέγων, ταῦτα δὲ οὐκ ὄντα· εἰ δέ, τῶν εἰδῶν· ἔστιν ἄρα τὰ εἴδη· ὁμοίως καὶ ὁ τοὺς ὁρισμοὺς τῶν ὄντων εἶναι λέγων, τούτων δὲ μηδὲν εἶναι. οἱ δὲ τοιοῦτοι λόγοι ψευδεῖς τε καὶ τὸ δέον οὐδὲν δεικνύντες. διὸ τῶν μὲν τοιούτων οὐδενὸς μνημονεύει νῦν, εὐθύνει δὲ τινας τῶν δοκούντων τι δεικνύναι, καὶ πρῶτόν γε τὸν ἀπὸ τῶν ἐπιστημῶν τὰς ἰδέας κατασκευάζοντα. εἰ δὲ αὐτοὶ οἱ λόγοι οἱ ὑπὲρ αὐτῶν λεγόμενοι εἰς κατασκευὴν τῶν ἰδεῶν εἰσι τοιοῦτοι ὡς ἢ μὴ συλλογίζεσθαι τὸ προκείμενον ἢ ἄλλων τινῶν ἰδέας εἰσάγειν καὶ μὴ ὧν βούλονται, οὐδὲν ἔξωθεν ἄλλων δεῖ λόγων, ἀλλ’ αὔταρκες πρὸς ἀναίρεσιν τοῦ δόγματος τὸ τὴν ἀσθένειαν δεῖξαι τῶν λεγομένων.

因为对于那些在个别事物之上有共同项的事物而言,按照他们的说法,这些共同项的理念应当是存在与生成的两者的原因。而“既在这些事物之上也在永恒之物之上”这句表述,指明的应当是“既在处于生成与毁灭之中的事物之上(因为‘在这些事物之上’指明的就是它们),也在永恒之物之上”;因为按照他们的说法,宇宙及其中的事物都是永恒地具有其存在的。因此,所谓“其他具有多之上有一的事物[数量相等]”,合乎情理地是用来代替“就其而言在某些多之上有一存在的其他事物”;因为他想要指明“其他事物”,所以补充了这一点;因为按照他们的说法,理念是个别事物之上的共同项的原因。或者,他说的“多之上有一”是指理念;因为即便不存在个别事物的理念,但也存在个别事物之中的共同项的[理念];因为存在的是人[的理念],而非苏格拉底和柏拉图[的理念],而这个“人”存在于这些人以及所有与他们同种的事物之中,由于内在固有于一切之中而是共同的。 而在“按照我们用以表明形式的诸种方式,按照其中任何一种都不能表明[形式存在]”中,“我们表明”表明他在论述柏拉图的学说时,是当作自己的学说来论述的;因为他不是作为反驳外来的论证和教义,而是作为检验和审视自己的学说,为了探求真理而进行这种反驳辩论的。 他试图表明,为了确立理念而提出的论证,没有一个能够证明理念的存在。因为其中一些论证既不能进行三段论推论,也不能得出既定的论题,此外还为他们不愿有理念存在的事物设定了理念;而另一些论证即使看似对理念做出了某种推论,也无法避免为他们不愿有理念存在的事物确立理念;这并不是说那些未作三段论推论的论证与确立他们不愿言及之物的理念的论证完全不同,而是说在相同的论证中,有的在两方面都犯了错误,有的则无论如何在一方面犯了错误。 或者说,他指责他们所提出的某些论证是完全错误的且毫无证明力,例如有人说:“如果有任何真实的东西存在,形式就会存在;因为在这里的事物中没有什么是真实的”;又如:“如果有记忆存在,形式就存在;因为记忆是关于长存之物的”;以及有人说数属于存在者,而这里的事物并不是存在者;但若是这样,那就是形式的数;因此形式存在;同样还有人说定义属于存在者,而这里的事物没有一个是存在者。这样的论证既是错误的,又不能证明任何所需之物。因此,他现在对这类论证一概不提,而只是审查那些看似证明了某些东西的论证,尤其是首先审查那个从诸门科学出发来确立理念的论证。 如果为了确立理念而代表他们提出的这些论证本身就是如此——要么不能对既定论题进行推论,要么引入了某些其他事物的理念而非他们所愿有的事物的理念——那么就完全不需要从外部引入其他论证,仅仅揭示所述论证的薄弱,就足以推翻这一教义了。

语法注3 条
  1. 1.75τὸ δείκνυμεν δηλωτικόν ἐστι τοῦ ὡς πρὸς οἰκείαν δόξαν λέγειν αὐτόν

    主语是带有中性冠词的引用短语 τὸ δείκνυμεν,谓语 δηλωτικόν ἐστι 支配属格不定式短语 τοῦ ... λέγειν αὐτόν。αὐτόν 是不定式 λέγειν 的宾格逻辑主语(指亚里士多德),ὡς πρὸς οἰκείαν δόξαν 作为状语修饰 λέγειν,表示“仿佛对待自己的见解”。

  2. 1.75πρὸς τῷ καὶ ὧν μὴ βούλονται ἰδέας εἶναι, καὶ τούτων τίθεσθαι

    介词短语 πρὸς τῷ 支配与格不定式 [τῷ] τίθεσθαι(“除了设定……之外”)。τίθεσθαι 的对象由关系从句 ὧν μὴ βούλονται ἰδέας εἶναι 和随后的指示词 καὶ τούτων 构成,其中 ὧν 作为属格依存于 ἰδέας εἶναι(“存在……的理念”)。

  3. 1.75οὐκ ἐκφεύγουσι τῶν ὧν οὐ βούλονται εἶναι ἰδέας, καὶ τούτων κατασκευάζειν

    动词 ἐκφεύγουσι 支配表示分离或对象的属格不定式 τῶν ... κατασκευάζειν(“未能避免确立……”)。属格冠词 τῶν 将不定式 κατασκευάζειν 实词化,并统摄了关系从句 ὧν οὐ βούλονται εἶναι ἰδέας 及其复指指示代词 καὶ τούτων。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:77.22-78.25