- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:786.8-787.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在1086a37中指出柏拉图派因赫拉克利特的流变说而分离形式,亚历山大进行了注疏,对比了苏格拉底的正确做法(为了定义和知识而引入普遍者但未将其分离)与柏拉图派的谬误(将普遍者孤立分离,从而陷入使同一本性既是普遍的又是个别的这一荒谬结论)。
" Τὰ μὲν οὖν ἐν τοῖς αἰσθητοῖς καθ’ ἕκαστα ῥεῖν ἐνόμιζον." Τὴν αἰτίαν λέγει ἐξ ἧς ὡρμήθησαν χωρίσαι τὰ εἴδη, καὶ λέγει ὅτι διὰ τὸ νομίζειν τὰ καθ’ ἕκαστα καὶ τὰ αἰσθητά, ὥσπερ Ἡράκλειτος, ποταμὸν εἶναι καὶ ἐν συνεχεῖ ῥοῇ καὶ διὰ τοῦτο μὴ ὄντα, τὰς δὲ ἐπιστήμας ὄντων τε καὶ ἐν ταυτότητι ὑπαρχόντων, τὰ καθόλου παρὰ ταῦτα τὰ αἰσθητὰ καὶ εἶναι καὶ ἕτερα τούτων εἶναι ἐνόμισαν,1 ὧν καὶ τὰς ἐπιστήμας εἶναί φασιν. ἀλλὰ τὸ μὲν εἶναι καθόλου καὶ ἕτερον τῶν καθ’ ἕκαστα ἐκίνησε μὲν καὶ εἰς φῶς ἤγαγεν ὁ Σωκράτης, ὡς πρότερον εἴρηται, διὰ τὸ ζητεῖν ὁρίζεσθαι, τοὺς ὁρισμοὺς δ’ εἶναι τῶν καθόλου· οὐ μὴν ἐχώρισεν αὐτὸ ἀπὸ τῶν καθ’ ἕκαστα. καὶ τοῦτο ὀρθῶς ἐνόησε μὴ χωρίσας, τουτέστι καὶ τὸ καθόλου μὲν εἰπεῖν καὶ ἕτερον ἑνὸς ἑκάστου τῶν καθ’ ἕκαστα, μὴ χωρίσαι δὲ ἀπὸ τῶν καθ’ ἕκαστα ὀρθῶς ἐνόησε. καὶ ὅτι, φησί, καλῶς ἔλεγε καθόλου λέγων, μὴ χωρίζων δὲ ἀπὸ τῶν καθ’ ἕκαστα, δῆλον ἐξ αὐτοῦ τοῦ ἔργου καὶ τῆς ἀληθείας. ᾗ μὲν γὰρ ἄνευ τῶν καθόλου οὐκ ἔστιν ἐπιστήμη, ταύτῃ καλῶς λέγει ποιήσας τὸ καθόλου· ᾗ δὲ τοῖς χωρίζουσι τὸ καθόλου καὶ ἰδέαν ποιοῦσιν ἕπεται πάμπολλα τὰ δυσχερῆ, καὶ ταύτῃ κάλλιστα λέγει λέγων τὸ καθόλου ἀχώριστον. ὥστε δῆλός ἐστιν ὡς καὶ ἡ ἐπιστήμη ἐστὶ λέγειν καθόλου λέγων καὶ ὅτι τὰ ἑπόμενα τοῖς τὰς ἰδέας λέγουσι δυσχερῆ ἐκφεύγει μὴ χωρίζων,2 ὡς εἴρηται, τὰ καθόλου ἀπὸ τῶν αἰσθητῶν. οἱ δὲ περὶ Πλάτωνα, φησίν, ὥσπερ ἀναγκαῖον ὂν ὡς, εἴπερ εἰσὶν οὐσίαι τινὲς παρὰ τὰς αἰσθητὰς καὶ ῥεούσας, ἀνάγκη αὐτὰς χωριστὰς εἶναι καὶ καθ’ αὐτάς,3 ἀλλ’ οὐκ ἐν τοῖς αἰσθητοῖς, ἄλλας μὲν παρὰ τὰς ἃς ὁ Σωκράτης εἶπεν εἰπεῖν οὐκ εἶχον, ταύτας δὲ ἃς ὁ Σωκράτης ἔλεγέ τε καὶ οὐκ ἐχώριζεν ἐξέθεσαν, ἤτοι μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις.4 εἰ γὰρ πᾶν χωριστὸν καὶ καθ’ αὑτὸ καὶ οὐκ ἐν ἄλλῳ τὸ εἶναι ἔχον μερικόν, τοιαύτας δὲ τὰς ἰδέας εἶναι λέγουσι, φανερὸν ὅτι μερικὰς αὐτὰς ποιοῦσιν· ὥστε συμβαίνει τὰς αὐτὰς φύσεις εἶναι καθόλου τε καὶ μερικάς. καὶ αὕτη μὲν ἡ δυσχέρεια καὶ τοῦτο τὸ ἄτοπον, τὸ τὰ αὐτὰ καθόλου καὶ μερικὰ εἶναι, καθ’ αὑτὴν ἂν εἴη καὶ μόνοις ἑπομένη τοῖς τὰς ἰδέας λέγουσιν.
“因此他们认为可感觉事物中的各个个别事物是流变的。” 他说明了他们以此为出发点去分离形式的原因,并且说:因为他们像赫拉克利特那样,认为各个个别事物和可感觉事物是河流且处于不断的流变之中,并因此是非存在物,而诸知识则是关于存在着的且处于同一性之中的事物的,所以他们认为,在这些可感觉事物之外既存在普遍者,普遍者又是不同于这些事物的,并且他们声称知识正是关于这些[普遍者]的。但是,正如前面所说的那样,存在普遍的且不同于各个个别事物之物,乃是苏格拉底通过寻求下定义、且因为定义是关于普遍者的,从而引发并带入光明的;然而他并没有将它从各个个别事物中分离出来。他没有将其分离,这一点是想得正确的;也就是说,他既指出了普遍者且指出它有别于各个个别事物中的每一个,又没有将其从各个个别事物中分离出来,在这点上他是想得正确的。他说,他在指出普遍者的同时没有将其从各个个别事物中分离出来,从而讲得极好,这从事情本身和真理来看是显而易见的。因为一方面,就离开普遍者便没有知识而言,他在设立普遍者这一点上讲得好;另一方面,对于那些将普遍者分离出来并设立为理念的人,伴随而来的困难极多,就这一点而言,他在主张普遍者不可分离这一点上讲得极其出色。因此显而易见,他在指出普遍者时既说明了知识如何存在,又正如所说的那样,通过不将普遍者从可感觉事物中分离出来,避开了那些主张理念的人所伴随的困难。他说,柏拉图派的人则好像有某种必然性似的,以为如果确实存在某种有别于可感觉且流变之物的实体,它们就必然是分离的且自身存在的,而不能在可感觉事物之中,于是除了苏格拉底所说过的那些之外,他们说不出别的实体,便将苏格拉底所说的、且没有分离的这些事物孤立确立出来,也就是说,使之成为了个别的;因为孤立确立就是这样的。因为如果凡是分离的、自身存在的、且不在另一物中具有存在的事物都是个别的,而他们又说理念就是这样的事物,那么显而易见,他们把理念设立为了个别的;以至于导致了同样的自然本性既是普遍的又是个别的。而这个困难和这种荒谬——即同样的事物既是普遍的又是个别的——按其自身而言乃是只伴随那些主张理念的人的。
- 13.45διὰ τὸ νομίζειν τὰ καθ’ ἕκαστα καὶ τὰ αἰσθητά, ὥσπερ Ἡράκλειτος, ποταμὸν εἶναι καὶ ἐν συνεχεῖ ῥοῇ καὶ διὰ τοῦτο μὴ ὄντα, τὰς δὲ ἐπιστήμας ὄντων τε καὶ ἐν ταυτότητι ὑπαρχόντων, τὰ καθόλου παρὰ ταῦτα τὰ αἰσθητὰ καὶ εἶναι καὶ ἕτερα τούτων εἶναι ἐνόμισαν
介词短语 διὰ τὸ νομίζειν(接定冠词不定式表原因)与主句谓语动词 ἐνόμισαν 在语义上形成了轻微的重叠。在原因短语内部,τὰ καθ’ ἕκαστα καὶ τὰ αἰσθητά 为受格主词,ποταμὸν εἶναι ... μὴ ὄντα 为其述语;与之对应的 τὰς δὲ ἐπιστήμας 则省略了不定词 εἶναι,支配属格宾语 ὄντων。主句动词 ἐνόμισαν 则接受格加不定式结构 τὰ καθόλου ... καὶ εἶναι καὶ ἕτερα ... εἶναι 作为其宾语从句。
- 13.45ὥστε δῆλός ἐστιν ὡς καὶ ἡ ἐπιστήμη ἐστὶ λέγειν καθόλου λέγων καὶ ὅτι τὰ ἑπόμενα τοῖς τὰς ἰδέας λέγουσι δυσχερῆ ἐκφεύγει μὴ χωρίζων
以苏格拉底为主语的人称结构 δῆλός ἐστιν 支配由 καί 连接的两个名词性从句:一个 ὡς 从句(ὡς καὶ ἡ ἐπιστήμη ἐστὶ λέγειν,意为“说明知识如何存在”)和一个 ὅτι 从句(ὅτι ... ἐκφεύγει,“指明他避开了……”)。分词 λέγων 与 μὴ χωρίζων 则分别在两从句中充当修饰动词的方式或手段分词。
- 13.45ὥσπερ ἀναγκαῖον ὂν ὡς, εἴπερ εἰσὶν οὐσίαι τινὲς παρὰ τὰς αἰσθητὰς καὶ ῥεούσας, ἀνάγκη αὐτὰς χωριστὰς εἶναι καὶ καθ’ αὐτάς
ὥσπερ ἀναγκαῖον ὂν 是基于无人称结构的受格绝对分词(accusative absolute),表示主观假定的理由(“仿佛必然如此似的”)。其后冗余地接以 ὡς 引导内容从句(ἀνάγκη αὐτὰς χωριστὰς εἶναι...),从句内部又嵌入了条件从属从句 εἴπερ εἰσὶν...,体现了柏拉图派推论前提中的主观必然性。
- 13.45ἐξέθεσαν, ἤτοι μερικὰς ἐποίησαν· τοιαύτη γὰρ ἡ ἔκθεσις
动词 ἐξέθεσαν 及名词 ἔκθεσις 是亚里士多德逻辑学与形而上学中的术语(分离设定、提出展示)。注疏者随后用 ἤτοι μερικὰς ἐποίησαν(即把它们做成了个别的)对其进行同位说明,指出将某一事物分离并孤立设定(ἔκθεσις)的操作在实质上就等同于将普遍者变成了个别者。
