← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§784.34-786.7

第一原理的探讨与理念个别性及普遍性的难题

亚里士多德在《形而上学》第13卷第9章(1086a21)转入探讨第一原理与元素之际,注解者将其与物理学著作中对可感觉实体原理的处理作了对照,并解释了理念论者将理念同时确立为普遍实体和分离的个别实体的逻辑难题(荒谬之处)及其产生的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.44

" Περὶ δὲ τῶν πρώτων ἀρχῶν καὶ τῶν πρώτων αἰτίων καὶ στοιχείων καὶ τὰ ἑξῆς." Εἰπὼν ὅτι δεῖ θεωρῆσαι εἴτε εἰσὶν ἀριθμοὶ χωριστοὶ εἴτε καὶ μή, καὶ δείξας τότε ἐκ διαιρέσεως ὅτι οὔκ εἰσι, μηδαμῶς προσλογιζόμενος εἴτε στοιχεῖον τῶν ὄντων εἰσὶν εἴτε καὶ μή, δείκνυσι νῦν ὅτι οὐδὲ ὡς στοιχεῖον τῶν ὄντων εἶναι δύνανται· ὥστε πρότερον μὲν ἐζήτει εἰ ὅλως εἰσί, νῦν δὲ θεωρεῖ, εἰ ἐάν τις καὶ συγχωρήσῃ αὐτοὺς εἶναι, δύνανται στοιχεῖον εἶναι τῶν ὄντων.1 λέγει οὖν ὅτι περὶ μὲν τῶν πρώτων ἀρχῶν καὶ πρώτων αἰτίων καὶ στοιχείων ὅσα μὲν λέγουσιν οἱ περὶ μόνης τῆς 〈αἰσθητῆς〉 οὐσίας διορίζοντες καὶ τὰς ἀρχὰς αὐτῆς ζητοῦντες τὰ μὲν ἐν τοῖς Περὶ φύσεως εἴρηται. ἐν γὰρ τῇ Φυσικῇ ἀκροάσει εἴρηκε περὶ τῶν πρώτων ἀρχῶν, ὑλικοῦ εἰδικοῦ ποιητικοῦ καὶ τελικοῦ· ἀλλὰ καὶ περὶ στοιχείων ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ὅτι τέσσαρά ἐστι καὶ ὅτι γίνονται ἐξ ἀλλήλων καὶ φθείρονται εἰς ἄλληλα. περὶ μὲν οὖν τούτων ἐν τοῖς Περὶ φύσεως εἴρηται. τὰ δὲ περὶ τῶν ἠθικῶν ἀρχῶν ἢ λογικῶν οὐ τῆς παρούσης ἐστί, φησίν, εἰπεῖν προθέσεως. ὅσα δὲ αἴτια λέγουσι καὶ τινα (εἴρηται δὲ ὅτι δύο· τὸ γὰρ ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα λέγουσιν), οἵ φασιν οὐσίας εἶναι χωριστὰς ἑτέρας παρὰ τὰς αἰσθητάς, ἐχόμενόν ἐστι καὶ οἰκειότατον τῶν εἰρημένων εἰπεῖν.2 ἐπεὶ δὲ τὰς χωριστὰς οὐσίας καὶ ἑτέρας τῶν αἰσθητῶν τὰς ἰδέας εἶναι λέγουσι καὶ τοὺς ἀριθμούς, ἀλλὰ καὶ τὰ τῶν ἰδεῶν καὶ ἀριθμῶν στοιχεῖα καὶ τῶν ὄντων πάντων εἶναι στοιχεῖα προσφιλονεικοῦσι, σκεπτέον, φησί, τί περὶ τούτων λέγουσι καὶ πῶς λέγουσι. καὶ τοὺς μὲν ἀριθμοὺς μόνους ποιοῦντας καὶ τούτους μαθηματικοὺς ὕστερον ἐπισκεπτέον, φησί· περὶ δὲ τῶν τὰς ἰδέας λεγόντων ἅμα τῷ θεάσασθαί τινα τὸν τρόπον καθ’ ὃν αὐτὰς εἶναι λέγουσιν, εὐθὺς ἔστι καὶ τὴν συμβαίνουσαν αὐτοῖς ἀπορίαν εὑρεῖν. καὶ τίθησι τὴν ἑπομένην αὐτοῖς ἀπορίαν, μᾶλλον δὲ εἰπεῖν ἀτοπίαν, διὰ τοῦ ἅμα τε γὰρ καθόλου ὡς οὐσίας ποιοῦσι, τουτέστιν ἅμα γὰρ καθόλου οὐσίας τὰς ἰδέας ποιοῦσι καὶ χωριστὰς ἤτοι μερικάς· καθόλου μὲν διότι καὶ οἱ τὰς ἰδέας τιθέμενοι καθόλου λέγουσι διὰ τὸ περιεκτικὰς εἶναι πλειόνων καὶ ἐν πλείοσιν εὑρίσκεσθαι, τὸν μὲν αὐτοάνθρωπον ἐν τοῖς καθ’ ἕκαστα ἀνθρώποις, τὸν δὲ αὐτοΐππον ἐν τοῖς καθ’ ἕκαστα ἵπποις καὶ τὰς ἄλλας ὁμοίως· μεθέξει γὰρ τοῦ αὐτοανθρώπου οἱ τῇδε ἄνθρωποι καὶ τοῦ αὐτοίππου οἱ ἵπποι, ὡς οὗτοι λέγουσι. καθόλου μὲν οὖν διὰ τοῦτο· μερικὰς δὲ ὡς χωριστὰς καὶ καθ’ αὐτὰς οὔσας· τοῦτο γὰρ ἴδιον τῶν ἀτόμων. οὐδὲν γὰρ μὴ ἄτομον ὂν καὶ μερικὸν δύναται χωριστὸν καὶ καθ’ αὑτὸ εἶναι, ἀλλ’ ἐν ἄλλῳ τὸ εἶναι ἔχει. ὅτι δὲ τὰ αὐτὰ καὶ καθόλου εἶναι καὶ μερικὰ οὐκ ἐνδέχεται, δέδεικται πρότερον διὰ πλειόνων ἐν τῇ παρούσῃ πραγματείᾳ. αἴτιον δὲ γέγονεν αὐτοῖς τοῦ καθόλου καὶ μερικὰς γίνεσθαι τὰς ἰδέας τὸ μὴ ποιεῖν τὰς τοιαύτας οὐσίας, λέγω δὴ τὰς ἰδέας, τὰς αὐτὰς τοῖς αἰσθητοῖς3 ἤτοι αἰσθητάς, μηδὲ ἐν τούτοις λέγειν ἔχειν τὸ εἶναι, ὡς ἡμεῖς τὰ καθόλου, ἀλλὰ χωριστὰς καὶ καθ’ αὑτάς. καὶ ταῦτα μὲν οὕτως ἔχειν οἶμαι, ἡ δὲ λέξις ἡ αἴτιον δὲ τοῦ συνάψαι ταῦτα εἰς ταὐτὸν τοῖς λέγουσι τὰς ἰδέας καθόλου καὶ τὰ ἑξῆς οὕτως ἂν ἀναγινώσκοιτο καὶ νοοῖτο· τοῖς λέγουσι τὰς ἰδέας καθόλου οὐσίας αἴτιον γέγονε τοῦ συνάψαι ταῦτα ἤτοι ἅμα καὶ καθόλου καὶ μερικὰ τὰ εἴδη ποιεῖν, τὸ μὴ ποιεῖν τὰς τοιαύτας οὐσίας, λέγω δὴ τὰς εἰδητικάς, τὰς αὐτὰς τοῖς αἰσθητοῖς.

“关于第一原理、第一原因和元素等等。” [亚里士多德]在指明了必须考察分离的数是否存在,并且当时通过划分证明了它们并不存在之后(完全没有附带考虑它们是否为存在物的元素),现在他证明它们甚至不可能作为存在物的元素而存在。因此,以前他探究的是它们是否根本存在,而现在考察的则是,即便有人让步承认它们存在,它们是否能够成为存在物的元素。于是他说,关于第一原理、第一原因和元素,那些仅就可感觉实体作出规定并寻求其原理的人所说的诸事,已在《论自然》诸篇中探讨过了。因为在《物理学》中他已经探讨了第一原理,即质料的、形式的、动因的和目的的原理;而且在《论生成与毁灭》中探讨了元素,即它们是四个,并且它们彼此生成并相互毁灭。因此关于这些,已在《论自然》中探讨过了。但他又说,关于伦理的或逻辑的原理,并不属于当前规划所要讨论的。然而,那些声称存在有别于可感觉者的分离实体的人所说的原因有哪些及其数目(已经说过是两个,因为他们主张始基性的一和不定之二),陈述这些则是承接前述内容且最为恰当的。既然他们说有别于可感觉者的分离实体是理念和数,并且还争辩说理念和数的元素也是一切存在物的元素,他说,就必须考察他们关于这些说了什么,以及是怎样说的。他说,那些仅将数设立为[分离的]、且将这些设立为数学之数的人,必须在后文考察;但关于主张理念的人,只要有人看到了他们说理念以何种方式存在,就能立即发现落于他们身上的难题。他通过“因为他们同时将它们作为实体确立为普遍的”这句话,提出了伴随他们的难题,或者更确切地说是荒谬之处;也就是说,因为他们同时将理念确立为普遍的实体,并且又是分离的即个别的。说它是普遍的,一方面是因为确立理念的人也将其称为普遍的,因为它们包容较多的事物且见于较多的事物之中——“人自身”见于各个个别的人之中,“马自身”见于各个个别的马之中,其余亦同样;因为正如这些人所说,此世的人分有“人自身”,马分有“马自身”。因此由于这一点,它们是普遍的;另一方面,说它们是个别的,乃是因为它们作为分离的且自身存在之物,因为这是个体所特有的。因为任何不是个体且不是个别之物,都不能分离且自身存在,而是在另一物中具有存在。但同样的事物既是普遍的又是个别的乃是不可能的,这一点之前在本论著中已通过更多论据得到了证明。而理念在他们那里成为既是普遍的又是个别的,其原因在于他们没有把这样的实体(我指理念)设立为与可感觉者相同、即可感觉的实体,也没有像我们对待普遍者那样说它们在这些可感觉者中具有存在,而是设立为分离的且自身存在的。我认为这些情况确实如此,而“但将这些结合到同一事物中的原因,对于那些把理念说成普遍者的人来说,等等”这一文句可以这样阅读和理解:对于那些把理念说成普遍实体的人来说,将这些结合起来的原因——即同时将形式设立为普遍的和个别的——乃在于没有把这样的实体(我指的是形式的实体)设立为与可感觉者相同。

语法注3 条
  1. 13.44εἰ ἐάν τις καὶ συγχωρήσῃ αὐτοὺς εἶναι, δύνανται στοιχεῖον εἶναι τῶν ὄντων

    这是一个嵌套条件结构,在引导间接疑问从句的连词 εἰ 之后紧接着插入了条件从句 ἐάν τις καὶ συγχωρήσῃ...。整体结构表达“即便有人承认它们存在,它们是否能够成为存在物的元素”这一间接疑问的内容。

  2. 13.44ὅσα δὲ αἴτια λέγουσι καὶ τινα ... οἵ φασιν οὐσίας εἶναι χωριστὰς ἑτέρας παρὰ τὰς αἰσθητάς, ἐχόμενόν ἐστι καὶ οἰκειότατον τῶν εἰρημένων εἰπεῖν

    该句存在倒置(前置)结构。主句的骨架为 ἐχόμενόν ἐστι καὶ οἰκειότατον τῶν εἰρημένων εἰπεῖν ὅσα...(“陈述……那些事是承接前述内容且最为恰当的”),而长关系从句 ὅσα δὲ αἴτια λέγουσι καὶ τινα... οἵ φασιν...(其中关系代词 οἵ “那些声称……的人”作为从句主语)被前置到了句首。

  3. 13.44αἴτιον δὲ γέγονεν αὐτοῖς τοῦ καθόλου καὶ μερικὰς γίνεσθαι τὰς ἰδέας τὸ μὴ ποιεῖν τὰς τοιαύτας οὐσίας, λέγω δὴ τὰς ἰδέας, τὰς αὐτὰς τοῖς αἰσθητοῖς

    主语是带冠词不定式短语 τὸ μὴ ποιεῖν τὰς τοιαύτας οὐσίας... τὰς αὐτὰς τοῖς αἰσθητοῖς(“没有把这样的实体……设立为与可感觉者相同”),谓语是 αἴτιον γέγονεν αὐτοῖς τοῦ...(“成为了使他们……的原因”)。属格定冠词不定式 τοῦ... γίνεσθαι 附属于 αἴτιον,充当说明“何种原因”的说明性属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:784.34-786.7