- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:787.3-788.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德所提出的、兼涉理念论者与非理念论者的难题(此前在《形而上学》B卷中亦有讨论),分析了若不将形式实体设立为分离的所导致的荒谬,以及若将其设立为分离的、其本原(一与不定之二)究竟是个别的还是普遍的所引发的困难,并借助音节与字母元素的比喻加以说明。
"“Ὃ δὲ καὶ τοῖς λέγουσι τὰς ἰδέας ἔχει τινὰ ἀπορίαν καὶ τοῖς μὴ λέγουσιν." Ἡ μὲν ῥηθεῖσα δυσχέρεια καθ’ αὑτὴν ἂν εἴη, φησί, καὶ μόνοις ἑπομένη τοῖς τὰ εἴδη τιθεμένοις· ὃ δὲ καὶ τοῖς τὰς ἰδέας λέγουσι καὶ ἡμῖν τοῖς μὴ τιθεμένοις αὐτὰς ἀπορήσειεν ἄν τις καὶ νῦν λέγωμεν,1 καίτοι περὶ τούτου εἰπόντες καὶ ἐν τοῖς ἀπορήμασιν. αἰνίττεται δὲ τὸ Β ταύτης τῆς πραγματείας· διαπορητικὸν γὰρ ἐκεῖνο ἅπαν τὸ βιβλίον. καὶ τίθησιν ὃ ἄν τις ἀπορήσειε λέγων εἰ μὲν γὰρ μὴ θήσει τις τὰς οὐσίας εἶναι κεχωρισμένας, καὶ σαφηνίζων ὅπως ἄν τις αὐτὰς χωριστὰς θήσει ἐπάγει καὶ τοῦτον τὸν τρόπον ὡς λέγεται τὰ καθ’ ἕκαστα· τουτέστιν εἰ μή τις τὰς εἰδητικὰς οὐσίας χωριστὰς θήσει ὥσπερ καὶ τὰ καθ’ ἕκαστα καὶ ἄτομα (χωριστὰ δὲ καὶ καθ’ αὑτὰ τὰ καθ’ ἕκαστά φαμεν, διότι οὐκ ἐν ἄλλοις ἔχει τὸ εἶναι ὡς τὰ καθόλου καὶ κοινά), εἰ δὴ τὰς εἰδητικὰς οὐσίας μὴ θῇ τις κεχωρισμένας ὡς τὰ ἄτομα, ἀλλ’ ἐν ἄλλοις φήσει, ὡς τὰ καθόλου καὶ κοινά, ἀναιρήσει τὴν οὐσίαν τῶν ὄντων, καὶ οὐδὲν ἔσται οὐσία ἀλλὰ πάντα συμβεβηκότα. εἰ γὰρ τὰ καθόλου, ὡς ἐν τῷ Ζ τῆς παρούσης δέδεικται πραγματείας, ὁμοιώματά εἰσι τῶν καθ’ ἕκαστα καὶ οὐκ οὐσίαι, εἰ καὶ αἱ ἰδέαι καθόλου, ἔσονται μὴ οὐσίαι καὶ συμβεβηκότα· ὥστε εἰ αὗται συμβεβηκότα, καὶ τὰ τῇδε, ὧν αὗταί εἰσιν ἰδέαι, συμβεβηκότα ἔσονται. εἰ γὰρ τῇ τοῦ αὐτοανθρώπου μεθέξει οἱ καθ’ ἕκαστα καὶ αἰσθητοὶ ἄνθρωποι τὸ εἶναι ἄνθρωποι ἔχουσιν, εἰ μὴ εἴη ὁ αὐτοάνθρωπος οὐσία, οὐδὲ τὰ κατὰ μέθεξιν ὄντα εἶεν ἂν οὐσίαι· ὥστε ἀναιρεῖται τῶν ὄντων ἡ οὐσία, ὅπερ οὐ βουλόμεθα. εἰ μὲν οὖν μὴ θῇ τις τὰς εἰδητικὰς οὐσίας χωριστάς, ταὐτὸν δὲ εἰπεῖν μερικάς, ἀλλὰ καθόλου, ταῦτα συμβαίνει. ἂν δέ τις πάλιν θῇ τοιαύτας οὐσίας χωριστάς, πῶς θήσει τὰ στοιχεῖα καὶ τὰς ἀρχὰς αὐτῶν, τό τε ἀρχικὸν ἓν καὶ τὴν ἀόριστον δυάδα; πότερον χωριστόν ἐστι τὸ ἀρχικὸν ἓν καὶ ἡ ἀόριστος δυὰς ἢ καθόλου τινὲς φύσεις; εἰ μὲν οὖν καθ’ ἕκαστον καὶ μὴ καθόλου, πᾶν δὲ καθ’ ἕκαστον ἐν πλείοσιν εἶναι οὐ δύναται οὐδὲ ἐνταῦθά τε καὶ ἄλλοθι (Σωκράτης γὰρ ἐν Λυκείῳ ὢν ἐν στοᾷ οὐκ ἔστι), συμβαίνει ὅσα ἂν εἴη τὰ στοιχεῖα, τοσαῦτα εἶναι καὶ τὰ ὄντα, δύο δηλονότι. καὶ πρὸς τούτοις οὐδὲ ἐπιστητὰ ἔσται τὰ στοιχεῖα· τῶν γὰρ καθ’ ἕκαστα οὐκ ἔστιν ἐπιστήμη. πῶς δὲ μερικῶν ὄντων τῶν στοιχείων συμβαίνει τὰ ὄντα τοσαῦτα εἶναι, ὅσα καὶ τὰ στοιχεῖα, σαφηνίζει ἐπὶ τῶν στοιχείων τῆς φωνῆς. ἔστω γάρ, φησίν, ὑποθέσεως χάριν αἱ ἐν τῇ φωνῇ συλλαβαὶ οὐσίαι καὶ ἰδέαι, τὰ δὲ τῶν συλλαβῶν στοιχεῖα τό τε ἄλφα καὶ βῆτα καὶ τὰ λοιπὰ στοιχεῖα ἀναλογοῦντα τοῖς τῶν ἰδεῶν στοιχείοις τῷ αὐτοενὶ καὶ τῇ ἀορίστῳ δυάδι, καὶ ἔστω τὸ ἄλφα μὴ καθόλου τις φύσις ἐν πλείοσι θεωρουμένη ἄλφα, ἀλλὰ μερικὴ καὶ ἄτομος. εἰ οὖν τὸ α μετὰ τοῦ β συντεθὲν ποιήσει τὴν βα συλλαβήν, μία μόνη ἔσται βα συλλαβὴ καὶ οὐ πολλαί. ὥσπερ γὰρ εἰ ἦσαν ἐν τῷ παντὶ κόσμῳ μόνοι δύο ἄνθρωποι καὶ οὐ πλείους, οἷον ὅ τε Σωκράτης καὶ ὁ Πλάτων, μία ἂν ἦν ἀνθρώπειος δυὰς ἡ ἐκ τοῦ Σωκράτους καὶ Πλάτωνος, οὕτω καὶ ἐπὶ τῆς βα συλλαβῆς συνέπεσεν ἂν εἰ ἦν ἓν βῆτα καὶ ἓν ἄλφα. αὐτὸς μέντοι οὐκ ἀπὸ τῶν στοιχείων κατασκευάζει τὰς συλλαβάς, ἀλλ’ ἔμπαλιν ἀπὸ τῶν συλλαβῶν καὶ τὰ περὶ τῶν στοιχείων σαφηνίζει λέγων ‘ἀνάγκη τὴν βα συλλαβὴν καὶ ἑκάστην τῶν ἄλλων μίαν εἶναι, εἴπερ μὴ καθόλου ἐστὶν ἥ τε βα καὶ ἡ δε συλλαβή, ἀλλὰ χωριστὴ καὶ καθ’ αὑτὴν καὶ τόδε τι’, ἤτοι αἰσθητὴ καὶ εἰς δεῖξιν πίπτουσα· τὰ γὰρ καθόλου οὐκ αἰσθητὰ οὐδὲ ἔστι δεῖξαι αὐτὰ τῷ δακτύλῳ. τὸ δὲ ὁμώνυμον ἀντὶ τοῦ συνωνύμως κατηγορούμενον.2 ὃ γὰρ μήτε συνωνύμως μήτε μὴν ὁμωνύμως κατὰ πολλῶν λέγεται, μερικὸν καὶ ἄτομον. τὸ δὲ εἴπερ μὴ καθόλου καὶ τῷ εἴδει αἱ αὐταὶ ἴσον ἐστὶ τῷ εἴπερ μὴ καθόλου αἱ συλλαβαί, ὥστε τὰς ὑπ’ αὐτὰς ἀπείρους εἶναι τῷ ἀριθμῷ, τῷ δὲ εἴδει τὰς αὐτάς. ἀλλὰ καὶ τὸ ἔτι δ’ αὐτὸ ὅ ἐστιν ἓν ἕκαστον τιθέασιν οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν3 ‘οὐκ ἐγὼ τοῦτο ὑποτίθεμαι ὡς ἡ βα συλλαβή, εἴπερ ἀναλογεῖ τινι τῶν ἰδεῶν, μία ἔσται τῷ ἀριθμῷ, ἀλλὰ ταῖς ἐκείνων ἕπεται τοῦτο ὑποθέσεσι· χωριστὸν γὰρ καὶ καθ’ αὑτὸ λέγοντες αὐτὸ ὅ ἐστι, τουτέστι τὸν αὐτοάνθρωπον καὶ αὐτοΐππον, ἐξ ἀνάγκης καὶ ἕνα τῷ ἀριθμῷ λέγουσι’.
“而那既给主张理念的人、又给不主张理念的人带来某种疑难的事情……” 他说,前面所说的难点是按其自身而言的,并且只伴随那些设立形式的人;而那既对主张理念的人、又对我们这些不设立理念的人可能会产生疑难的事情,我们现在也当加以说明,尽管我们在诸疑难篇中也已经谈论过此事。他是在暗示这部论著的[第三卷]B;因为那整卷书都是疑难性的。并且他陈述了人们可能会疑难的事情,他说:“因为如果有人不把实体设立为分离的,”并且为了阐明人们如何能将它们设立为分离的,他补充说:“并且以正如人们说到各个个别事物的那种方式。”这就是说,如果有人不把形式的实体设立为分离的,正如各个个别事物和不可分割之物那样(我们之所以说各个个别事物是分离的且自身存在的,是因为它们不像普遍和共同的事物那样在别的事物中具有存在)——如果确实有人不把形式的实体设立为像不可分割之物那样分离的,而是像普遍和共同的事物那样说它们在别的事物中,他就会取消存在者的实体,并且没有任何东西会是实体,一切都将是偶性。因为如果普遍者正如在本论著的[第七卷]Z中所证明的那样,是个别事物的摹本而非实体,那么如果理念也是普遍的,它们就将不是实体而是偶性;因此如果它们是偶性,此世中那些以它们为理念的事物也将是偶性。因为如果各个感性的个别人是通过分有“人自身”而具有人的存在,那么如果“人自身”不是实体,通过分有而存在的事物也不会是实体;因此存在者的实体就被取消了,而这绝非我们所希望的。所以,如果有人不把形式的实体设立为分离的——也就是说设立为个别的——而是设立为普遍的,这些后果就会发生。 但反过来,如果有人将这些实体设立为分离的,他又将如何设立它们的元素和本原,即本原性的“一”和“不定之二”呢?本原性的“一”和“不定之二”是分离的,还是某种普遍的自然本性呢?如果它们是个别的而不是普遍的,而一切个别事物都不能同时在多个事物之中,也不能既在这里又在别处(因为苏格拉底如果在吕克昂,就不会在柱廊),那么无论元素有多少,存在物也就只有那么多,显然只有两个。此外,元素甚至也不是可知的;因为对于个别事物是没有知识的。 当元素是个别的时候,如何会导致存在物与元素一样多,他在语音的元素上进行了阐明。他说,为了假定的缘故,姑且让语音中的音节作为实体和理念,而音节的元素阿尔法、贝塔以及其余元素对应于理念的元素——“一自身”与“不定之二”,并让阿尔法不是在多个阿尔法中被考察的某种普遍自然本性,而是个别的和不可分割的。因此,如果阿尔法与贝塔结合生成音节βα,那么音节βα将只有一个,而不会有多个。因为正如假若整个宇宙中只有苏格拉底和柏拉图两个人而没有更多人,由苏格拉底和柏拉图构成的人类之偶就只有一个那样,对于音节βα来说,如果只有一个贝塔和一个阿尔法,情况也是如此。 然而,他自己并不是从元素来建构音节,反而倒过来从音节来阐明有关元素的事情,他说:“如果音节βα和音节δε不是普遍的,而是分离的、自身存在的并且是一个‘这个’,那么音节βα以及其余的每个音节就必然是一个”,也就是说,是可感觉的且属于被指示之列的;因为普遍者既不是可感觉的,也不能用手指指出来。而“同名异义的”这个词是用来代替“同名同义地被述说”的。因为那既不同名同义又不同名异义地被述说于多数事物之上的东西,是个别的和不可分割的。而“如果确实它们不是普遍的且在形式上是相同的”这句话,就等同于“如果确实音节并非普遍得使它们之下的事物在数量上是无限的,而在形式上是相同的”。此外,“而且他们还把每一个‘其自身所是者’设立为一”这句补充的话,就好像他在说:“并不是我假定音节βα如果对应于某种理念就必然在数量上是一个,而是这乃是遵循他们的假定的;因为他们既然说‘其自身所是者’——即‘人自身’和‘马自身’——是分离的且自身存在的,他们就必然也主张它在数量上是一个。”
- 13.46ὃ δὲ καὶ τοῖς τὰς ἰδέας λέγουσι καὶ ἡμῖν τοῖς μὴ τιθεμένοις αὐτὰς ἀπορήσειεν ἄν τις καὶ νῦν λέγωμεν
由关系代名词 ὃ 引导的整个关系从句置于句首,充当劝诱虚拟式主动词 λέγωμεν 的先行宾语(预提的主题)。连词 καί 具有强调意味,与前文仅针对理念论者的难点形成对比,表示“现在我们也当论及[兼涉双方的难题]”。
- 13.46τὸ δὲ ὁμώνυμον ἀντὶ τοῦ συνωνύμως κατηγορούμενον
中性单数定冠词 τό 标示引自亚里士多德原文(1086b26)的词 ὁμώνυμον 作为句子的主语,介词短语 ἀντὶ τοῦ... 充当表语(省略了动词 εἴρηται 或 ἐστι)。注疏者在此解释亚里士多德将“同名异义的”一词用作“同名同义地被述说”的替代说法。
- 13.46οὕτως ἐπῆκται ὡς εἰ ἔλεγεν
动词 ἐπῆκται 为现在完成时被动直陈式第三人称单数,呈无人称结构,意为“[在文本中]被补充/被引入”。后接非真实假设比较从句 ὡς εἰ ἔλεγεν(“就好像他[亚里士多德]在说……”),用以阐释作者添加该原句的语境意图。
