- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:784.4-784.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在亚里士多德总结《形而上学》M卷关于数的讨论之际(1086a18),亚历山大区分了在论辩中被逼至理屈词穷的状态与发自内心地信服的状态,阐明对于固执的对手而言,进一步的论证再无额外的说服效力。
" Ἀλλὰ περὶ μὲν τῶν ἀριθμῶν ἱκανὰ τὰ διηπορημένα καὶ διωρισμένα· μᾶλλον γὰρ ἐκ πλειόνων πεισθείη τις πεπεισμένος, πρὸς δὲ τὸ πεισθῆναι μὴ πεπεισμένος οὐδὲν μᾶλλον.1" Δύο τινῶν προσδιαλεγομένων οἷον φέρε εἰπεῖν περὶ τοῦ ἡλίου, τοῦ μὲν λέγοντος ὅτι μείζων ἐστὶν ὁ ἥλιος τῆς γῆς, τοῦ δὲ ὅτι ἐλάττων, καὶ δυνηθέντος2 τοῦ προϊσταμένου τοῦ ὅτι ὁ ἥλιος μείζων ἐστὶ τῆς γῆς πανταχόθεν περιφράξαι τε καὶ στενῶσαι τοῖς ἐπιχειρήμασι τὸν προσδιαλεγόμενον ὥστε μηδὲ δύνασθαι φθέγγεσθαι, ἀλλὰ ἄφωνον ὥσπερ ἰχθὺν πάντῃ ἵστασθαι· εἰ μὲν ὁ τοιοῦτος πρὸς τὸ μὴ δύνασθαι ἀντιλέγειν μηδ’ ὅλως φθέγγεσθαι πιστεύσει ὅτι μείζων ἐστὶ τῆς γῆς ὁ ἥλιος, λέγεται πεπεισμένος, ἤτοι ὅτι πεπίστευκεν οὕτως ἔχειν τὸν ἥλιον πρὸς τὴν γῆν ὡς ὁ δεικνύων ἀπέδειξεν. εἰ δὲ ἀντιλέγειν μὲν μὴ δύναται, οὐ πιστεύει δέ (πολλοὶ γὰρ θέσεις φυλάττοντες ὡς οἱ λέγοντες μὴ εἶναι κίνησιν καὶ οἱ τὴν ἀντίφασιν συναληθεύειν λέγοντες ἀντειπεῖν πρὸς τοὺς ἀναιροῦντας αὐτοὺς λόγους οὐ δύνανται, καὶ ὅμως οὐ πιστεύουσιν ὅτι τὸ μὴ συναληθεύειν καὶ εἶναι κίνησιν ἀληθές ἐστιν, ἀλλὰ καταφρονοῦσι τῆς ἀποδείξεως καὶ ἐμμένουσι τῇ ὑφ’ ἧς κεκράτηνται προλήψει), ὁ οὖν μήτε ἀντιλέγειν δυνάμενος μήτε πιστεύων, πεπεισμένος ἅμα καὶ μὴ πεπεισμένος ἂν λέγοιτο δικαίως, ὡς μὲν μὴ δυνάμενος ἀντιλέγειν πεπεισμένος, ὡς δὲ μὴ πιστεύσας ὅτι μείζων ὁ ἥλιος τῆς γῆς μὴ πεπεισμένος. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστοτέλης ὅτι τὰ ῥηθέντα καὶ διορισθέντα περὶ τῶν ἀριθμῶν τῶν τε εἰδητικῶν καὶ τῶν ὡς χωριστῶν μαθηματικῶν ἱκανὰ πεῖσαι τὸν πεπεισμένον καὶ πιστεύσαντα τοῖς ἡμῶν λόγοις, καὶ ἔτι ἐκ πλειόνων ἄλλων, ὧν ἐν τῷ ἐφεξῆς μέλλομεν λέγειν βιβλίῳ, πεισθείη ἄν. ὁ δὲ πεπεισμένος μὲν καθὸ μὴ δύναται ἀντιλέγειν, μὴ πεπεισμένος δὲ καθὸ οὐχ ἥλω οὐδὲ πεπίστευκε τοῖς λεγομένοις, πρὸς δὴ τὸ τοῦτον πεισθῆναί τε καὶ πιστεῦσαι καὶ συνθέσθαι τοῖς ὑφ’ ἡμῶν λεγομένοις καὶ τῇ ἀληθείᾳ οὐθὲν μᾶλλον, τουτέστιν οὐδαμῶς τὰ ῥηθέντα καὶ ῥηθησόμενα ἰσχύσαιεν ἂν αὐτὸν πεῖσαι καὶ ἐξελέσθαι τῆς ὑφ’ ἧς κεκράτηται προλήψεως ἐκτετυφλωμένον ὄντα τὰς τῆς διανοίας κόρας.
“然而关于数,所探讨的难题与所确定的结论已经足够了;因为已被说服的人通过更多的论据可能会被进一步说服,但对于未被说服的人被说服而言,则绝非更有成效。” 假定有两个人在一起讨论,比如说是关于太阳,一方说太阳比地球大,另一方说太阳比地球小,而维护太阳比地球大这一主张的人,能够通过论证从各方面围困并紧逼对话者,以至于对方甚至不能发出一言,而是像鱼一样完全哑然伫立。如果这样的人除了无法反驳、完全不能发声之外,还相信太阳比地球大,他就被称为“已被说服”,也就是说他相信了太阳相对于地球确实如论证者所证明的那样。但如果他虽然无法反驳,却并不相信(因为许多固守论题的人,正如那些说没有运动的人和那些说矛盾双方同时为真的人一样,无法反驳推翻他们的论证,然而他们并不相信矛盾双方不同时为真以及运动存在是真实的,而是蔑视论证,固执于支配着他们的预设偏见),那么,既不能反驳又不相信的人,理应被称为“同时已被说服又未被说服”:作为无法反驳者是被说服了,但作为不曾相信太阳比地球大者则是未被说服的。既然情况如此,亚里士多德便说,关于理念之数和作为分离物的数学之数所陈述和确定的内容,足以说服那个已被说服并相信我们论说的人,而且通过我们即将在下一卷中陈述的更多其他论据,他还会进一步被说服。然而,对于那个一方面因无法反驳而被说服、另一方面因未曾屈服也未相信所说之事而未被说服的人,要使这样的人被说服、相信并赞同我们所说的话和真理,则绝非更有成效,也就是说,已经说过的和将要说的话绝不可能有力地说服他,并把他从支配着他的预设偏见中解救出来,因为他理智的瞳孔已被蒙蔽了。
- 13.43πρὸς δὲ τὸ πεισθῆναι μὴ πεπεισμένος οὐδὲν μᾶλλον
引文(lemma)中的省略句构。在前置词短语 πρὸς δὲ τὸ πεισθῆναι(“对于……被说服而言”)中,带冠词不定词 πεισθῆναι 的逻辑主语是带否定词的分词 μὴ πεπεισμένος(“未被说服的人”)。谓语动词在此被省略,承接前半句(μᾶλλον ... πεισθείη)的对比,需补充“更多的论据绝非更有成效/说服力”之意。注解者在文末通过将其转述为 οὐδαμῶς τὰ ῥηθέντα καὶ ῥηθησόμενα ἰσχύσαιεν ἂν αὐτὸν πεῖσαι 补全了所省略的动词意义。
- 13.43Δύο τινῶν προσδιαλεγομένων ... καὶ δυνηθέντος
置于句首的双重独立属格结构(Δύο τινῶν προσδιαλεγομένων 以及 καὶ δυνηθέντος τοῦ προϊσταμένου...)为后随的长复合条件句(εἰ μὲν... εἰ δὲ...)设定了共同的背景前提。全句的核心框架是作为 εἰ μὲν 结果句的 λέγεται πεπεισμένος,以及承接与之相对立的 εἰ δὲ 的 ὁ οὖν ... πεπεισμένος ἅμα καὶ μὴ πεπεισμένος ἂν λέγοιτο。
