← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§782.36-784.3

理念数与数学数的同一及柏拉图学派的分歧

亚历山大批判了将理念之数与数学之数合二为一的柏拉图派观点,指出区分二者的柏拉图与仅主张数学之数的学派虽各有合理之处却均陷于根本错误,并引用埃庇卡摩斯说明他们自相矛盾的原因在于立论的前提虚假。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.42#2

τινὲς δὲ τῶν περὶ Πλάτωνα τιθέμενοι τὰς ἰδέας καὶ πρὸς τῷ ἰδέας εἶναι ὁμολογεῖν καὶ ἀριθμοὺς αὐτὰς λέγοντες, ἐζήτουν ὡς εἴπερ εἰσὶν αἱ ἰδέαι καὶ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν αἰσθητῶν πάντων, καὶ τοῦτό τις θήσει, λέγω δὴ τὸ καὶ ἀρχὰς καὶ ἀριθμοὺς εἶναι ἢ μᾶλλον τὸ ἀριθμοὺς αὐτὰς εἶναι, πῶς ἔσται ὁ μαθηματικὸς ἀριθμὸς1 παρὰ τὸν εἰδητικόν, καὶ τίνι ἂν διαφέροιεν οἱ εἰδητικοὶ ἀριθμοὶ τῶν μαθηματικῶν· τοῦτο οὖν ζητοῦντες καὶ διαφοράν τινα πρὸς τὸν εἰδητικὸν τοῦ μαθηματικοῦ συνιδεῖν μὴ δυνηθέντες, τὸν αὐτὸν εἰδητικὸν καὶ μαθηματικὸν ἐποίησαν ἀριθμόν· καὶ ὥσπερ ὁ βροτὸς καὶ ὁ ἄνθρωπος οἱ αὐτοί εἰσιν, οὕτω καὶ ὁ εἰδητικὸς καὶ ὁ μαθηματικὸς ἀριθμός. ἀλλὰ τῷ λόγῳ, φησί, καὶ τῇ ἀποφάσει καὶ ταῖς οἰκείαις ἀρχαῖς, αἷς χρῶνται, συμβαίνει τὸν εἰδητικὸν καὶ τὸν μαθηματικὸν ἀριθμὸν τὸν αὐτὸν εἶναι, ἐπεὶ ἔργῳ καὶ τῇ ἀληθείᾳ ἀνῄρηται ὁ εἰδητικὸς ἀριθμός, καὶ δέδεικται ὅτι οὐδὲν τῶν ὄντων ἐστὶν οὐδὲ μετέχει ὀντότητός τινος. εἰ δή, ὡς δέδεικται, ὁ εἰδητικὸς ἀριθμὸς οὐκ ἔστιν, ὁ δὲ μαθηματικὸς ἔστιν, οὐκ ἂν εἴη ὁ μαθηματικὸς ὁ αὐτὸς τῷ εἰδητικῷ, ὥσπερ οὐδὲ τὸ ὂν τῷ ὅλως μὴ ὄντι. εἰπὼν δὲ ὅτι τὸν μαθηματικὸν τὸν αὐτὸν ἐποίησαν τῷ εἰδητικῷ τῷ λόγῳ καὶ τῇ οἰκείᾳ αὐτῶν ὑποθέσει, τὴν αἰτίαν ἐπήγαγεν ἰδίας γὰρ καὶ οὐ μαθηματικὰς ὑποθέσεις λέγουσιν, ὃ ἴσον ἐστὶ τῷ τῇ οἰκείᾳ αὐτῶν ὑποθέσει συμβαίνει τὸν μαθηματικὸν τὸν αὐτὸν εἶναι τῷ εἰδητικῷ, κατὰ δὲ τὰς μαθηματικὰς ὑποθέσεις οὐδαμῶς. ἀλλὰ τινὲς μέν, ὥσπερ εἴρηται, τῶν Πλατωνικῶν τὸν μαθηματικὸν καὶ τὸν εἰδητικὸν τὸν αὐτὸν λέγουσιν· ὁ δὲ Πλάτων ὁ πρῶτος εἶναι εἴδη θέμενος καὶ ἀριθμοὺς αὐτοὺς λέγων, θέμενος δὲ εἶναι καὶ τὰ μαθηματικά, ἐχώρισεν εὐλόγως, καὶ ἄλλους μὲν ἔλεγε τοὺς εἰδητικοὺς ἀριθμοὺς ἄλλους δὲ τοὺς μαθηματικούς. καὶ πάντες, φησί, κατά τι λέγουσιν ὀρθῶς. οἱ μὲν γὰρ χωρίζοντες τὸν εἰδητικὸν τοῦ μαθηματικοῦ καὶ ἄλλην τὴν ἑκατέρων τούτων φύσιν λέγοντες ὀρθολεκτοῦσι κατ’ αὐτὸ τοῦτο τὸ χωρίζειν· ἀδύνατον γὰρ τὸν μαθηματικόν, ὡς δέδεικται, τὸν αὐτὸν εἶναι τῷ εἰδητικῷ. ἀλλὰ καὶ οἱ τὸν μαθηματικὸν μόνον τιθέμενοι καὶ οὗτοι κατά τι ὀρθῶς λέγουσιν· εἰδητικὸς γὰρ ἀριθμὸς οὐκ ἔστι· πάντως δὲ ἁμαρτάνουσι, καθὸ ὅλως χωρίζειν τολμῶσι τὸν ἀριθμὸν ἀπὸ τῶν αἰσθητῶν. ἀλλὰ καὶ αὐτοί, φησίν, ὁμολογοῦσιν ὡς οὐ καλῶς λέγουσι διὰ τὸ μὴ τὰ αὐτὰ λέγειν, ἀλλ’ ἐναντία ἀλλήλοις, ὥστ’ εἰ καλῶς ἔλεγον, οὐκ ἂν τοσαῦτα ἀλλήλοις τε καὶ ἑαυτοῖς ἠναντιώθησαν. αἴτιον δὲ τοῦ ἐναντιολογεῖν ἑαυτοῖς καὶ ἀλλήλοις τὸ ψευδεῖς ἀρχὰς καὶ ὑποθέσεις λαμβάνειν· χαλεπὸν δ’ ἐκ ψευδῶν καὶ μὴ καλῶς ἐχόντων, κατ’ Ἐπίχαρμον, λέγειν ἀληθῶς καὶ καλῶς. ‘ἀρτίως τε γὰρ λέλεκται’,2 τουτέστιν ἅμα γὰρ τῷ ῥηθῆναί τι βοήθειαν ἐπάγον ταῖς ἰδέαις εὐθὺς φαίνεται μὴ καλῶς ἔχον· τοσοῦτον γὰρ ἔχει περιφανὲς τὸ ψεῦδος ἡ τῶν ἰδεῶν ὑπόθεσις, ὥστε μηδὲ χρόνου δεῖσθαι τὰς ὑπὲρ αὐτῶν ἐπιφερομένας βοηθείας πρὸς τὸ φωραθῆναι ὅτι ψευδεῖς εἰσιν.

然而,柏拉图派中的某些人设定理念,并且除了承认理念存在之外,还称它们为数,他们探讨,如果理念确实存在,并且是一切感觉对象的数和本原,而且有人设定这一点——我指既是本原又是数,或者毋宁说它们是数——那么在理念之数以外,数学之数将如何存在,理念之数与数学之数又有何区别。因此,他们探讨这一点,却未能看出数学[之数]相对于理念[之数]有何区别,于是便把理念之数和数学之数设定为同一之物;正如“会死者”与“人”是同一的,理念之数与数学之数也是如此。 然而,他说,按照他们的言说、断言以及他们所使用的固有本原,所得出的结论是理念之数和数学之数是同一的,因为在事实上和真理上,理念之数已被否定,且已证明它不是现存实物中的任何一种,也不分有任何实体性。因此,正如已证明的那样,如果理念之数不存在,而数学之数存在,那么数学[之数]就不会与理念[之数]是同一的,正如存在者绝不与完全不存在者相同一样。 在说明了他们按照言说和他们固有的假定将数学[之数]与理念[之数]视为同一之后,他又补充了原因:“因为他们陈述的是固有的而非数学的假定”,这等于说,按照他们固有的假定,所得出的结论是数学[之数]与理念[之数]是同一的,但按照数学的假定则绝非如此。 然而,如前所述,柏拉图派中的某些人主张数学[之数]与理念[之数]是同一的;但柏拉图最先设定形式存在并称其为数,又设定数学对象也存在,他合理地将[二者]分开,主张理念之数是一类,而数学之数是另一类。 他说,所有人在某种程度上都说得对。因为那些将理念[之数]与数学[之数]分开、并说这二者的本性各不相同的人,恰恰因这种分离而在言说上是正确的;因为正如已证明的那样,数学[之数]不可能与理念[之数]是同一的。但是那些只设定数学[之数]的人,他们在某种程度上也说得对;因为理念之数并不存在。但他们在各方面都犯了错误,因为他们竟敢把数完全从感觉对象中分离出来。 然而他说,他们自己也承认自己说得不妥,因为他们所说的并非同一之事,而是彼此相反;因此,如果他们说得妥当,他们就不会在彼此之间以及与自身之间发生如此巨大的对立。 而他们陷于自相矛盾并彼此立异的原因,在于采纳了虚假的本原和假定;按照埃庇卡摩斯的说法,从虚假且不妥的前提中,很难说出真实且妥当的话。“因为刚刚说出”,也就是说,任何旨在支持理念的话语刚一说出,立刻就显出其不妥;因为理念的假定具有如此显而易见的虚假性,以至于为它们提出的辩护甚至不需要时间就会被识破为虚假。

语法注2 条
  1. 13.42ἐζήτουν ὡς εἴπερ εἰσὶν αἱ ἰδέαι καὶ ἀριθμοὶ καὶ ἀρχαὶ τῶν αἰσθητῶν πάντων, καὶ τοῦτό τις θήσει... πῶς ἔσται ὁ μαθηματικὸς ἀριθμὸς

    在动词 ἐζήτουν 之后的句构中,连词 ὡς 并非引导表示原因的状语从句(“因……而探讨”),而是作为引入间接疑问的前置连词,后因条件从句 εἴπερ... θήσει 的插入,使间接疑问的疑问词 πῶς ἔσται... 后移,形成前后呼应的结构。

  2. 13.42‘ἀρτίως τε γὰρ λέλεκται’

    引自喜剧诗人埃庇卡摩斯的残篇。与副词 ἀρτίως(“刚刚”、“方才”)连用,构成表示时间上紧迫即时的句式,正如亚历山大本人用 ἅμα γὰρ τῷ ῥηθῆναί τι... εὐθὺς φαίνεται(“某事刚一说出……立刻便显出……”)所转述释义的那样。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:782.36-784.3