← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§782.4-782.36

作为量度元素的点与斯派西波的观点

亚历山大注解了亚里士多德《形而上学》1085b27中关于作为量度元素的点的论述。他指出由间距生成不可分的点在物理上是不可能的,讨论了柏拉图学派内部不一致的异文,并解释了斯派西波等人放弃理念之数而仅立数学之数的缘由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.42#1

" Ὁμοίως δὲ καὶ περὶ τῆς στιγμῆς ζητήσειεν ἄν τις〈καὶ〉 τοῦ στοιχείου ἐξ οὗ ποιοῦσι τὰ μεγέθη." Ἡ στιγμὴ καὶ τὸ στοιχεῖον ἐκ παραλλήλου κεῖται,1 καὶ ἔστιν ἴσον τῷ ὁμοίως δὲ καὶ περὶ στιγμῆς, ἣν στοιχεῖον ποιοῦσι τῶν μεγεθῶν, ζητήσειεν ἄν τις πότερον αὕτη μόνη ἐστὶν ἢ καὶ ἄλλαι χωρισταὶ στιγμαί. ἀλλ’ ὅτι μὲν καὶ ἄλλαι εἰσὶ στιγμαὶ παρὰ τὴν πρώτην χωριστὴν στιγμὴν καὶ οὗτοι βοῶσι· λεγέτωσαν οὖν ἐκ τίνος αὗται καὶ πόθεν. οὐ γὰρ δὴ ἀμερεῖς οὖσαι ἐκ τῆς ἀρχικῆς στιγμῆς ἔσονται καὶ διαστήματος ἤτοι πλήθους τινός, ὥσπερ οὐδὲ αἱ μονάδες. ἀλλὰ μὴν οὐδὲ τὰ μόρια τοῦ διαστήματος, ἀφ’ ὧν καὶ τῆς πρώτης στιγμῆς2 γεγονέναι τις φήσει τὰς στιγμάς, ἀδιαίρετα δυνατὸν λέγειν, ἵνα εἰ ἐξ αὐτῶν καὶ τῆς πρώτης λέγοι τις γενέσθαι τὰς στιγμάς, μηδὲν κωλύῃ διὰ τοῦτο ἀδιαιρέτους εἶναι. οὐ δυνατὸν οὖν τὰ τοῦ διαστήματος μόρια ἀδιαίρετα λέγειν ὥσπερ τὰ τοῦ ἀριθμοῦ. τὰ μὲν γὰρ τοῦ ἀριθμοῦ μόρια ἀδιαίρετα (μονάδες γάρ), τὰ δὲ τοῦ διαστήματος οὐκ ἀδιαίρετα, ὡς ἐν τῇ Φυσικῇ εἴρηται καὶ δέδεικται ἀκροάσει. Καὶ συμπεραίνεται λέγων πάντα δὴ τὰ ῥηθέντα καὶ πρὸς τούτοις καὶ ἄλλα τοιαῦτα φανερὸν ποιεῖ καὶ δεικνύει ὡς οὐκ ἔστιν ἀριθμὸς καὶ μεγέθη χωριστά. καὶ πρὸς τούτοις φησὶ τὸ διαφωνεῖν τοὺς ‘τρόπους’ ἢ ‘πρώτους’. καὶ εἰ μὲν εἴη γεγραμμένον τρόπους, λέγοι ἂν τοὺς τῆς διαιρέσεως, οὓς ἐξέθετό τε καὶ ἐγύμνασεν· εἰ δὲ πρώτους, ὃ καὶ μᾶλλον,3 λέγοι ἂν τοὺς ἐνδοξοτέρους τῶν τὰς ἰδέας δοξασάντων. πρὸς τοῖς ἄλλοις οὖν ἅπασι καὶ τὸ διαφωνεῖν αὐτοὺς περὶ τὴν τῶν ἀριθμῶν θέσιν καὶ μὴ τὰ αὐτὰ πάντας λέγειν ἀλλὰ ἄλλους ἄλλα καὶ ἐναντία καὶ ἀσύμφωνα ἀλλήλοις τεκμήριον ἱκανόν, ὅτι τὰ πράγματα καὶ οἱ ἀριθμοὶ μὴ ὄντα ἀληθῆ τὴν ἀπορίαν αὐτοῖς παρέχει.4 εἰ μὲν γὰρ ἦσαν ἀληθῆ, οὐκ ἂν ἕκαστος αὐτῶν ἐναντία ἑαυτῷ καὶ ἀνακόλουθα καὶ ἀσύμφωνα τοῖς ἄλλοις ἔλεγεν. ταῦτα εἰπὼν λέγει ὅτι οἱ μὲν τοὺς μαθηματικοὺς ἀριθμοὺς μόνους ποιοῦντες, ὡς οἱ περὶ Ξενοκράτην καὶ Σπεύσιππον, χωριστοὺς δὲ τῶν αἰσθητῶν καὶ ἄλλους παρὰ τὰ αἰσθητά, ἰδόντες τὴν περὶ τὰς ἰδέας δυσχέρειαν καὶ τὴν ἑπομένην ἅπασιν αὐτοῖς ἀτοπίαν καὶ πλάσματα, μόνον διανοίας ἀλλ’ οὐ πράγματα αὐτὰς εἶναι ὑπειληφότες ἀπέστησαν τοῦ λέγειν εἰδητικοὺς ἀριθμοὺς καὶ τὸν μαθηματικὸν μόνον ἐποίησαν.

“同样,关于点,〈以及〉关于他们从中制造量度的那种元素,人们也可以提出探讨。” “点”与“元素”是同格并置的,这等于说:“同样,关于他们将其作为量度之元素的点,人们也可以探讨究竟只有这[一个点]存在,还是也存在其他分离的点。”但是,除第一分离点之外还存在其他点,这也是他们大声疾呼的;那么就让他们说明,这些点由何物生成,从何而来。因为既然它们是不可分的,它们绝不会由本原的点和间距或某种多生成,正如单子也不会如此。此外,人们也绝不可能说,有人主张诸点由其同第一点一同产生的那种间距的部分是不可分的——以便如果有人主张诸点是由它们和第一点产生的,任何事物都不因此阻碍它们是不可分的。因此,不能像说数的各个部分那样,说间距的部分是不可分的。因为数的各个部分是不可分的(因为它们是单子),而间距的部分并不是不可分的,正如在《物理学》中所言并已论证的那样。而且他总结说,所说的一切这些,以及除此之外其他类似的事实,都表明并证明了数和量度不是分离存在的。除这些之外,他说“方式”或“最先的人”存在分歧。如果写的是“方式”,他指的大概是他阐述并探讨过的划分的方式;但如果[写的是]“最先的人” ——这更为可取——他指的大概是那些主张理念的人中更有名望者。因此,除了所有其他事情之外,他们关于数的设定存在分歧,并非所有人都持相同观点,而是各持异说、相互对立且彼此不调,这也是一个充分的证据,证明事理和数并非真实这一事实给他们带来了疑难。因为如果它们是真实的,他们当中的每个人就不会说出与自己相反、自相矛盾且与他人不调的话了。在说了这些之后,他说,那些只制造数学之数的人,如色诺克拉底和斯派西波一派,将数与感觉对象分离,并作为感觉对象之外的另一类事物,他们看到了关于理念的困难,以及随之而来对于这一切的不合情理和虚构,认定理念只是思想[的产物]而非实物,因而放弃了谈论理念之数,而只制造了数学[之数]。

语法注4 条
  1. 13.42ἐκ παραλλήλου κεῖται

    语法及修辞学术语,表示两个词语并置(同格)。注释者在此澄清,亚里士多德原文中的 περὶ τῆς στιγμῆς 和 καὶ τοῦ στοιχείου 并非指两个不同的对象,而是对同一对象的同格复指。

  2. 13.42ἀφ’ ὧν καὶ τῆς πρώτης στιγμῆς

    介词 ἀπό 同时统辖关系代词 ὧν(先行词为 τὰ μόρια τοῦ διαστήματος)和属格名词短语 τῆς πρώτης στιγμῆς。

  3. 13.42ὃ καὶ μᾶλλον

    针对前面的条件从句(εἰ δὲ πρώτους)作出的补充说明性关系分句,习惯性地省略了谓语动词(如 ἔχει 或 ἀληθές ἐστιν),意为“而这种情况更妥当/更可能”。

  4. 13.42ὅτι τὰ πράγματα καὶ οἱ ἀριθμοὶ μὴ ὄντα ἀληθῆ τὴν ἀπορίαν αὐτοῖς παρέχει

    在 ὅτι 引导的从句中,主语是带有分词的 τὰ πράγματα καὶ οἱ ἀριθμοὶ,主动词为单数形式的 παρέχει(中性复数主语与单数动词搭配)。分词 μὴ ὄντα 作原因状语(“因……并非真实”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:782.4-782.36