- 底本
- Alexander, In Aristotelis Metaphysica Commentaria. Commentaria in Aristotelem Graeca I, ed. M. Hayduck, Berlin: Reimer 1891, pp. 1-837. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:780.26-782.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《形而上学》M卷第8章(1085b12–23),首先通过疑难分析论证了不可分的单位何以不可能由多或不定二元所生成,继而探讨作为单位质料的多究竟是有限还是无限这一难题,并指明了多与其子类“无限的多”之间的种差。
" Μάλιστα δ’ ἄν τις ἐπιζητήσειεν, εἰ μία ἑκάστη μονάς, ἐκ τίνος ἐστίν." ὃ ζητεῖ τοιοῦτόν ἐστιν. ἐπειδὴ ἑκάστη μονὰς τῆς αὐτοδυάδος καὶ αὐτοτριάδος καὶ τῶν λοιπῶν μία καὶ ἀμερὴς καὶ ἀδιαίρετός ἐστιν, ἐκ τίνος γέγονεν; οὐ γὰρ δὴ ἡ ὑλικὴ μονὰς ἡ ἐν τῇ δυάδι ἡ ἀρχικὴ μονάς ἐστι κατ’ αὐτούς, ἵνα φῶσιν ὡς οὐκ ἔκ τινος γέγονεν. ἀντὶ δὲ τοῦ εἰπεῖν ἀρχικὴν μονάδα εἶπεν αὐτὸ τὸ ἕν. ἐπειδὴ οὖν ἡ ὑλικὴ μονὰς οὐκ ἔστιν ἡ ἀρχική, ἐκ τίνος αὕτη γέγονεν; ἢ ἂν ἐκ τοῦ καθόλου πλήθους1 καὶ τοῦ ἑνός, ἢ μορίου τοῦ πλήθους ἤτοι τῆς ἀορίστου δυάδος καὶ τοῦ ἑνός. ἀλλὰ τὸ μὲν πλῆθός τι εἶναι τὴν ὑλικὴν μονάδα καὶ ὅλως ἐκ τῆς ἀορίστου δυάδος αὐτὴν γεννᾶν ἄτοπον· ἡ μὲν γὰρ ὑλικὴ μονάς, ὡς καὶ αὐτοί φασιν, ἀδιαίρετος, ἡ δὲ ἀόριστος δυὰς δυοποιός (καὶ τοῦτο γὰρ προσκυνοῦσι) καὶ δυναμένων διαιρεῖσθαι γεννητική. οὔτε οὖν ἐκ τῆς ἀορίστου δυάδος δυνατὸν αὐτὴν εἶναι, οὔτε ἐκ μορίου τῆς ἀορίστου δυάδος· τὸ γὰρ ἐκ μορίου τῆς ἀορίστου δυάδος τὴν τῆς αὐτοδυάδος λέγειν μονάδα ἄλλας πάλιν ἔχει δυσχερείας. καὶ ἐπάγει αὐτὰς λέγων ‘ἕκαστον γὰρ τῶν μορίων τοῦ ἀριθμοῦ, τοῦτο δ’ ἐστὶν ἡ μονάς, ἀνάγκη ἀδιαίρετον εἶναι ἢ πλῆθος, τουτέστι διαιρετόν.’ ἐπειδὴ γὰρ πᾶν πλῆθος διαιρετόν ἐστιν ἀντὶ τοῦ εἰπεῖν διαιρετὸν εἶπε πλῆθος, καὶ σαφηνίζων ἐπήγαγε καὶ τὴν μονάδα διαιρετήν. καὶ εἴη ἂν τὸ τῆς λέξεως καὶ πᾶν καὶ σαφὲς τοιοῦτον· ἕκαστον γὰρ τῶν μορίων τοῦ ἀριθμοῦ ἢ ἀδιαίρετον ἀναγκαῖον εἶναι ἢ πλῆθος καὶ διαιρετὴν εἶναι τὴν μονάδα, ἤτοι ἢ πλῆθος εἶναι τὴν μονάδα· τί δὲ τοῦτό ἐστι; διαιρετήν. ἀλλὰ τὸ μὲν διαιρετὴν αὐτὴν εἶναι ἀδύνατον· ἀδιαίρετον δ’ οὖσαν οὐκ ἂν εἴη τὸ στοιχεῖον τῶν μονάδων καὶ ὅλως τῶν ἀριθμῶν, ὡς αὐτοί φασι, τὸ πλῆθος καὶ τὸ ἕν,2 οὐδὲ ἔσται ἐκ πλήθους καὶ ἑνὸς ἡ μονάς· τὸ γὰρ ἐκ πλήθους καὶ ἑνὸς πλῆθος καὶ διαιρετόν, ἀλλ’ οὐκ ἀμερὲς καὶ ἀδιαίρετον.
“但人们尤其可以探究:如果每个单位是一,它究竟出自何物。” 他所探究的是这样一类事情:既然自身二、自身三以及其余各数的每个单位都是一、无部分的且不可分的,那么它究竟从何生成?因为依他们之见,二元中的质料性单位绝非能使他们得以主张它并非出自任何事物的本原性单位。而他用“一本身”代替了说“本原性单位”。因此,既然质料性单位并非本原性单位,那么它究竟出自何物?它要么出自普遍的多与一,要么出自多——即不定二元——的某一部分与一。然而,认为质料性单位是某种多并且一般而言将它从不定二元中生成出来,这是荒谬的;因为正如他们自己所说,质料性单位是不可分的,而不定二元则是生成二者(他们连这一点也奉若圭臬),并且是能被分割之物的生成者。因此,它既不可能出自不定二元,也不可能出自不定二元的一部分;因为若主张自身二的单位出自不定二元的一部分,反过来又包含着其他的困难。接着他引入这些困难说:“因为数的每个部分——这也就是单位——必然是不可分的,或者是多,即是可分的。”因为既然一切多都是可分的,他就用“多”代替了说“可分的”,并且为了阐明而补充道“且单位是可分的”。而这一文句完整且明晰的意思当如下所示:数的每个部分必然要么是不可分的,要么是多且单位是可分的——即单位是多;而这意味着什么?即是可分的。但它〔单位〕是可分的,这是不可能的;另一方面,若它是不可分的,那么依他们所说,多与一就不可能是诸单位乃至普遍而言诸数的元素,单位也不可能出自多与一;因为出自多与一者乃是多且是可分的,而非无部分且不可分的。
"Ἔτι ζητητέον καὶ περὶ τοὺς οὕτω λέγοντας." Καὶ τοὺς ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνός, φησί, τοὺς ἀριθμοὺς ποιοῦντας ζητεῖν ἄξιον ὥσπερ καὶ τοὺς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος γεννῶντας, πότερον ὁ ἀριθμὸς ἄπειρός ἐστιν ἢ πεπερασμένος. οὐ περὶ τοῦ ἀριθμοῦ δὲ ζητεῖ νῦν εἴτε ἄπειρός ἐστιν εἴτε πεπεράτωται (τοῦτο γὰρ προὔτεινε πρότερον), ἀλλὰ περὶ τοῦ πλήθους τοῦ ἐν τῇ δυάδι, ὃ καὶ τὸ πλῆθος εἴρηκεν, οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο.3 καὶ εἴη ἂν τὸ πότερον ἄπειρος ὁ ἀριθμὸς ἢ πεπερασμένος ἴσον τῷ πότερον ἄπειρόν τι πλῆθος τὸ ἐν τῇ δυάδι ἢ πεπερασμένον. καὶ ὅτι μὲν ἄπειρον οὐκ ἂν εἴη πρόδηλον. ἔσται γὰρ καὶ σῶμά τι ἄπειρον, οὗ ἔσται τὸ ἄπειρον πλῆθος ἰδέα. ὅτι δὲ πεπερασμένον, εἴπερ ἔστιν, ἐνδέχεται εἶναι, συνίστησι λέγων ὑπῆρχε γάρ, ὡς ἔοικε, καὶ πεπερασμένον πλῆθος, ὃ ἴσον ἐστὶ τῷ ἐπειδὴ γὰρ ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνός εἰσιν αἱ μονάδες, πεπερασμένον ἂν εἴη τὸ πλῆθος· καὶ γὰρ καὶ αἱ ἐξ αὐτοῦ μονάδες καὶ τοῦ ἑνὸς πεπερασμέναι ἤτοι ἀμερεῖς εἰσιν, ἐκ τοῦ ἀπείρου δὲ ἀμερὲς γενέσθαι οὐκ ἐνδέχεται. ἀλλὰ μὴν οὐδὲ τοῦτο δυνατὸν τὸ ἐκ πλήθους ὁποιουοῦν γίνεσθαι μονάδα. ἔτι τε, φησίν, ἕτερόν ἐστι τὸ πλῆθος καὶ τὸ ἄπειρον πλῆθος, ὥσπερ καὶ τὸ ζῷον καὶ τὸ ἄλογον ζῷον. ὡς γὰρ τὸ ζῷον διαιρεῖται εἰς λογικὸν ζῷον καὶ ἄλογον ζῷον, οὕτω καὶ τὸ πλῆθος εἰς ἄπειρον καὶ πεπερασμένον πλῆθος. ἐπεὶ οὖν ἕτερον τὸ πλῆθος καὶ τὸ ἄπειρον πλῆθος, ποῖον πλῆθος στοιχεῖόν ἐστι τῶν μονάδων καὶ ποῖον ἕν, τὸ ἀρχικὸν ἢ ἡ στιγμή; οὐδὲν γὰρ ἐκ τούτων στοιχεῖον τῶν μονάδων εἶναι δύναται, ὡς δέδεικται.
“此外,对于这样主张的人,也必须予以探究。” 他说,对于那些从多与一中制造数的人,正如对于那些从一与不定二元中生成数的人一样,也值得探究数究竟是无限的还是有限的。但他现在并不是在探究数究竟是无限的还是有限的(因为这一问题他先前已经提出过了),而是在探究二元之中的多,也就是他所说的“那多”,他曾假定诸单位是因这一多的分割而生成的。而“数是无限的还是有限的”当等同于“二元之中的多是某种无限之物还是有限之物”。它不可能是无限的,这一点是显而易见的;因为这样一来,也将存在某种无限的物体,而无限的多将是其相。但他通过指出“因为正如看来那样,也曾存在有限的多”,确证了如果它确实存在,它是可以是有限的;这等同于说:“因为既然诸单位出自多与一,那么该多就当是有限的;因为出自它与一的诸单位也是有限的,即是无部分的,而从无限者中不可能生成无部分者。”然而,从任何一种多中生成单位,这甚至也是不可能的。此外他说,多与无限的多是不同的,正如动物与无理性动物不同一样。因为正如动物被划分为有理性动物与无理性动物,多也同样被划分为无限的多与有限的多。既然多与无限的多不同,那么究竟哪一种多是诸单位的元素,而哪一种一(是本原性的一还是点)是元素?因为正如已被表明的那样,这些之中没有一个能够成为诸单位的元素。
- 13.40ἢ ἂν ἐκ τοῦ καθόλου πλήθους καὶ τοῦ ἑνός, ἢ μορίου τοῦ πλήθους
ἢ ἂν... ἢ... 表达推测或潜在性(“要么是出自……,要么是出自……”)。在助词 ἂν 之后,承接前一句的疑问(ἐκ τίνος αὕτη γέγονεν;)省略了潜能祈愿气动词(如 εἴη 或 γένοιτο),用以引出二者择一的结论。
- 13.40ἀδιαίρετον δ’ οὖσαν οὐκ ἂν εἴη τὸ στοιχεῖον τῶν μονάδων καὶ ὅλως τῶν ἀριθμῶν, ὡς αὐτοί φασι, τὸ πλῆθος καὶ τὸ ἕν
此句为倒装结构:真正的语法主语是句末的 τὸ πλῆθος καὶ τὸ ἕν(多与一),而 τὸ στοιχεῖον 是表语名词。分词 οὖσαν 为阴性单数宾格,承接上文的“单位”(τὴν μονάδα)作条件性修饰(“另一方面,如果它是不可分的”)。
- 13.41οὗ τῷ μερισμῷ γεννᾶσθαι τὰς μονάδας ὑπέθετο
关系代词 οὗ(阳性/中性单数属格)指代先行词“多”(τοῦ πλήθους),在句中作 μερισμῷ 的宾格性属格(“通过对它的分割”)。整句是由 ὑπέθετο 所支配的带不定式的宾格句结构(τὰς μονάδας γεννᾶσθαι)。
