← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《形而上学》注解

§779.25-780.25

从点与多的质料生成几何量度的困难

亚历山大注释了亚里士多德对从点和“某种多”推导几何量度之说的批判,通过关于其质料是单一还是相异的二难推理,说明该说面临着与不定二元论相同甚至更甚的困难,并进一步展开了关于从多与一生成连续数的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.39#2

Ταῦτα εἰπὼν ἐπάγει οἱ μὲν οὖν αὐτῶν τὰ μεγέθη γεννῶντες ἦσαν, ὥσπερ εἴρηται, ἐκ τοιαύτης ὕλης, ἤτοι τῆς ἀορίστου δυάδος, τὸ μακρὸν καὶ βραχύ, καὶ πλατὺ καὶ στενόν, καὶ ταπεινὸν καὶ ὑψηλόν, ἐκ δὲ τούτων γραμμήν, ἐπίπεδον, στερεόν· ἕτεροι δὲ οὐ τὰς ἀριθμητικὰς ἀρχὰς καὶ τῶν μεγεθῶν ἀρχὰς ἔλεγον, ἀλλ’ ἀνάλογον ταῖς ἀριθμητικαῖς ἀρχαῖς ἵστασαν τὰς γεωμετρικάς, στιγμὴν ἀντὶ τοῦ ἑνὸς παραλαμβάνοντες, οὐκ οὖσαν μὲν ὅπερ τὸ ἓν ἀλλ’ ἀνάλογον τῷ ἑνὶ ταττομένην, καὶ ἄλλο τι οὐκ ὂν μὲν ὅπερ ἡ δυάς, ἀνάλογον δὲ τῇ ἀρχῇ ταύτῃ παραλαμβανόμενον ὑπ’ αὐτῶν, ὅπερ οἷον πλῆθος ἐκάλουν. ἡ δὲ λέξις ἡ καὶ ἄλλης ὕλης οἵας τὸ πλῆθος, ἀλλ’ οὐ πλήθους1 σαφεστέρα ἂν ἦν, εἰ οὕτως εἶχεν ‘καὶ ἄλλης ὕλης οἷον τὸ πλῆθος, ἀλλ’ οὐ πλῆθος’, ἵν’ ἦν ἀντὶ μὲν τοῦ οἵας τὸ οἷον, ἀντὶ δὲ τοῦ πλήθους, ὅπερ ἐστὶ γενικὴ τῶν ἑνικῶν, πλῆθος εὐθεῖα τῶν ἑνικῶν. ἐκ μὲν οὖν τῆς στιγμῆς καὶ τοῦ οἷον πλήθους οὗτοι ταῦτα γεννῶντες οὐδὲν ἧττον τοῖς ἐκ τῆς δυάδος καὶ τοῦ ἑνὸς γεννῶσιν εἰσῆγον αὐτοὶ δυσχερῆ ὅτι μὴ καὶ μᾶλλον.2 καὶ τίνα τὰ δυσχερῆ, λέγει· εἰ μὲν γὰρ μία, φησίν, ὕλη ἐστὶ τῆς γραμμῆς καὶ ἐπιπέδου καὶ στερεοῦ καὶ ἀδιάφορος, ἐπειδὴ καὶ τὸ εἰδητικὸν ἡ στιγμὴ ἓν καὶ τὸ αὐτό, ἔσται καὶ ἡ γραμμὴ ἡ αὐτὴ τῷ ἐπιπέδῳ, καὶ ἔσται τὸ ἐπίπεδον γραμμὴ καὶ ἡ γραμμὴ ἐπίπεδον· τὰ δὲ αὐτὰ καὶ ἐπὶ τοῦ στερεοῦ λέγειν ἀνάγκη. εἰ δὲ πλείους αἱ ὗλαι καὶ ἑτέρα μὲν ἡ τῆς γραμμῆς ἑτέρα δὲ ἡ τοῦ ἐπιπέδου καὶ ἑτέρα ἡ τοῦ στερεοῦ, ἤτοι ἀκολουθοῦσι καὶ σύνεισιν ἀλλήλαις ἢ οὔ. εἰ μὲν οὖν σύνεισι, ταὐτὸν ἔσται τὸ ἐπίπεδον τῇ γραμμῇ καὶ τῷ στερεῷ, εἰ δὲ μὴ σύνεισιν, οὐχ ἕξει τὸ ἐπίπεδον γραμμήν. Ἔτι, φησί, πῶς δυνατὸν ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνὸς εἶναι τὸν ἀριθμόν; οἱ δὲ ἐκ τοῦ πλήθους καὶ τοῦ ἑνὸς κἂν δὴ ἐπιχειρήσωσι, φησίν, εἰπεῖν ὁπωσοῦν, τὰ αὐτὰ αὐτοῖς ἕψεται δυσχερῆ, ἅπερ καὶ τοῖς ἐκ τοῦ ἑνὸς καὶ τῆς ἀορίστου δυάδος εἶναι λέγουσιν εἵπετο. καὶ ἄλλος μέν τις, φησί, τῶν Πυθαγορείων ἐκ τοῦ κατηγορουμένου καθόλου ἤτοι τοῦ καθόλου πλήθους, ἀλλ’ οὐ τινὸς πλήθους, καὶ τοῦ ἑνὸς γεννᾷ τὸν ἀριθμόν, ὁ δὲ Πλάτων ἐκ τοῦ τινὸς πλήθους τοῦ πρώτου δὲ καὶ τοῦ ἑνός. λέγει δὲ τὸ πλῆθος καὶ πρῶτον τὴν ἀόριστον δυάδα· πρώτη γὰρ τοῦ ἐν τρισὶ καὶ τέτρασι καὶ τοῖς ἐφεξῆς θεωρουμένου πλήθους αὕτη. ὥστε, φησίν, οὐδὲν διαφέρει, ἀλλ’ αἱ ἐκείνοις ἑπόμεναι ἀπορίαι καὶ τούτοις ἕψονται. καὶ ἐπάγει ἀπορίαν λέγων μῖξις ἢ κρᾶσις ἢ θέσις ἢ γένεσις, τουτέστι μίξει ἢ κράσει ἢ γενέσει τὴν συνέχειαν οἱ ἀριθμοὶ ἔχουσι. κατ’ οὐδένα γὰρ τούτων τῶν τρόπων, ὡς πολλάκις εἴρηται, ἐνδέχεται συνεχῆ εἶναι τὸν ἀριθμόν.

说了这些之后,他接着指出:正如已经说过的,他们中的一些人是从这样一种质料,即从不定二元中生成诸量度的——即长与短、广与狭、低与高,并由此生成线、面、体;但另一些人并不主张算术的本原同时也是量度的本原,而是确立与算术本原相类比的几何本原,采用点来代替一——它虽非一本身,却被置于与一相类比的地位——并采用另一虽非二元本身却被他们视为与此本原相类比的某物,他们称此物为某种多。而“以及出自多那样的另一种质料,而非多”这一文句,如果写作“以及出自像多那样的另一种质料,而非多”,本会更加明晰,以便用[状语性/副词性的]“像”来代替[属格的]“那样的”,用单数主格的“多”来代替作为单数属格的“多的”。因此,这些人从点和这种类似于多的东西中生成这些东西,他们自己招致的困难决不少于那些从二元与一中生成者,甚至犹有过之。他进而指出了这些困难是什么:因为他说,如果线、面、体的质料是单一且无差别的,既然形式要素即点也是同一而单一的,那么线就将与面同一,面将是线而线也将是面;并且对于立体也必然要说出同样的话。但如果质料是多个的,线的质料是一者,面的质料是另一者,立体的质料又是另一者,那么它们要么彼此相随共存,要么不共存。若它们共存,面就将与线及立体同一;若不共存,面就将不具有线。 此外,他说,数如何可能出自多与一?他说,那些主张数出自多与一的人,无论他们试图以何种方式表述,加诸他们身上的困难都将与加诸那些主张数出自一与不定二元者身上的困难完全相同。他说,毕达哥拉斯派中的某人是从被述谓的普遍者,即从普遍的多(而非某种特定的多)与一中生成数;而柏拉图则是从某种特定的多,即最初的多与一中生成数。他将不定二元称为多且是最初的;因为它先于在三、四以及后续各数中所见的多。因此他说,这毫无区别,伴随前者的那些疑难也同样会伴随这些人。接着他引入疑难说:“混合或融和或位置设置或生成”,也就是说,数究竟是通过混合、融和还是生成而具有连续性?因为正如屡次言及的那样,在这些方式中没有一种能使数成为连续的。

语法注2 条
  1. 13.39ἡ δὲ λέξις ἡ καὶ ἄλλης ὕλης οἵας τὸ πλῆθος, ἀλλ’ οὐ πλήθους

    亚历山大针对亚里士多德在1085a32–34处的用词所作的文法与文本评注。针对原文中 οἵας(与 ὕλης 一致的阴性单数属格)及 πλήθους(中性单数属格)的格结构,亚历山大提出若改用作状语/副词性的 οἷον(如同)以及主格形式的 πλῆθος(中性单数主格,即 εὐθεῖα),句意(“出于如多一般的另一质料,而非多本身”)将会更为清晰。

  2. 13.39ὅτι μὴ καὶ μᾶλλον

    紧接在 οὐδὲν ἧττον(不少于)之后的 ὅτι μή 是一个表示限制或让步的习语(意为“若非……”、“若不算是……”),在此处表达“即使不说更多,也至少……”,甚至带有“或者说尤有过之”的递进意味。它强调该学说所招致的困难丝毫不亚于前述理论,甚至犹有过之。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg004.humanitext-grc1:779.25-780.25